De octo spiritibus malitiae · §u01-rem-early

Unit 1 rem early

Rem early: Unit 1; lemma and argument toward the thesis.

Greek

χρεμετίσει κινούμενον ὑπὸ ὁρμῆς ἐμπαθοῦς. ΚΕΦΑΛ. ∆ʹ. Περὶ πορνείας. Σωφροσύνην τίκτει ἐγκράτεια, γαστριμαργία δὲ, μήτηρ ἀκολασίας· ἔλαιον τρέφει λαμπάδα λύχνου, καὶ πυρσὸν ἡδονῆς ἐξάπτει συντυχία γυναικῶν. Κυμάτων βία χειμάζει πλοῖον ἀνερμάτιστον, καὶ λογισμὸς πορνείας, νοῦν ἀκρατῆ. Πορνεία συμπαραλήψεται κόρον εἰς συμμαχίαν, ἀφήσει γὰρ αὐτὸν, καὶ μετὰ τῶν ἐναντίων στήσεται, καὶ ἐπ' ἐσχάτων συμπολεμήσει τοῖς ἐχθροῖς. Ἄτρωτος διαμένει ἀπὸ τῶν βελῶν τοῦ ἐχθροῦ ὁ ἀγαπῶν ἡσυχίαν, συναναμιγνύμενος δὲ πλήθει συνεχεῖς δέχεται πληγάς. Ὄψις γυναικὸς βέλος ἐστὶ πεφαρμακευμένον, ἔτρωσε τὴν ψυχὴν, καὶ τὸν ἰὸν ἐναπέθετο, καὶ ὅσον χρονίζει, πλείονα τὴν σῆψιν ἐργάζεται. Ὁ φυλασσόμενος 79.1149 ταῦτα τὰ βέλη, οὐ παραβάλλει πανηγύρεσι πανδήμοις, οὐδὲ ἐν ταῖς ἑορταῖς περιάξει κεχηνώς· βέλτιον γὰρ οἴκοι μένοντα σχολάζειν προσευχαῖς, ἢ τιμᾷν νομίζοντα τὰς ἑορτὰς, γίνεσθαι πάρεργον ἐχθρῶν. Φεῦγε συντυχίαν γυναικῶν, ἐὰν θέλῃς σωφρονεῖν, καὶ μὴ δῷς παῤῥησίαν αὐταῖς θαῤῥῆσαί σοί ποτε. Εὐλάβειαν γὰρ ἐν ἀρχαῖς ἢ ἔχουσιν ἢ ὑποκρίνονται· ὕστερον δὲ πάντα τολμῶσιν ἀναιδῶς· πρώτῃ συντυχίᾳ τὸ βλέμμα ἔχουσι κάτω, λαλοῦσι πράως, καὶ δακρύουσι συμπαθῶς, σχηματίζονται σεμνῶς, καὶ στενάζουσι πικρὰ, ἐρωτῶσι περὶ ἁγνείας, καὶ ἀκούουσι σπουδαίως· δεύτερον εἶδες, καὶ μικρὸν ἀνένευσαν ἄνω· τρίτον, καὶ προσέχουσιν ἀναιδῶς, ἐμειδιάσας, κἀκεῖναι κεχυμένως ἐγέλασαν· κοσμοῦνται λοιπὸν, καὶ ἐνδείκνυνταί σοι σαφῶς, βλέμμα μορφοῦσιν εὐαγγελιζόμεναι τὸ πάθος, ὀφρῦς ἀνατείνουσι, καὶ περιστρέφουσι βλέφαρα, γυμνοῦσι τὸν τράχηλον, καὶ ὅλῳ τῷ σώματι θρύπτονται, λόγους λαλοῦσι μαλάσσοντας τὸ πάθος, καὶ φθέγμα ἐπιτηδεύουσι θέλγηστρον ἀκοῆς, ἕως ἂν διὰ πάντων πολιορκήσωσι τὴν ψυχήν. Ταῦτα γίνεταί σοι ἄγκιστρα δελεάζοντα εἰς θάνατον, καὶ θήρατρα πολύπλοκα ἕλκοντα εἰς ἀπώλειαν, μή σε πλανήσωσι λόγοις ἐπιεικῶς κεχρημέναι· ἐγκέκρυπται γὰρ αὐταῖς ἰὸς πονηρὸς θηρίων. ΚΕΦΑΛ. Εʹ. Μᾶλλον προσέγγισον πυρὶ καιομένῳ, ἢ γυναικὶ νέᾳ, νέος ὢν καὶ αὐτός· πυρὶ μὲν γὰρ προσελθὼν, καὶ ὀδυνηθεὶς, ταχέως ἀποπηδήσεις, γυναικείοις δὲ ῥήμασι χαυνωθεὶς, οὐκ εὐχερῶς ἀναχωρήσεις. Θάλλει βοτάνη ἑστῶσα παρ' ὕδατι, καὶ πάθος ἀκολασίας ἐν συντυχίᾳ γυναικῶν. Ὁ πληρῶν γαστέρα, καὶ ἐπαγγελλόμενος σωφρονεῖν, ὅμοιός ἐστι τῷ λέγοντι, χαλινοῦν πυρὸς ἐνέργειαν ἐν καλάμῃ. Ὃν τρόπον γὰρ πυρὸς ῥοπὴν ἐν καλάμῃ τρέχουσαν ἀδύνατον ἐπισχεῖν, οὕτως ὁρμὴν ἀκόλαστον φλεγομένην ἐν κόρῳ παῦσαι ἀδύνατον. Στύλος ἐπερείδεται βάσει, καὶ πορνείας πάθος ἐπαναπαύεται κόρῳ. Εἰς λιμένα ἐπείγεται χειμαζομένη ναῦς, καὶ ψυχὴ σώφρονος ἐπιζητεῖ ἐρημίαν· φεύγει ἡ μὲν κύματα θαλάσσης ἀπειλοῦντα κίνδυνον, ἡ δὲ μορφὰς γυναικῶν ὀδυνούσας ὄλεθρον. Μορφὴ κεκαλλωπισμένη κύματος χεῖρον βυθίζει· τοῦ μὲν γὰρ ἕστι καὶ διανήξασθαι, πόθῳ ζωῆς, μορφὴ δὲ γυναικὸς ἀπατήσασα, καταφρονεῖν πείθει καὶ αὐτῆς τῆς ζωῆς. Βάτος ἐρημικὴ διαφεύγει φλόγα πυρὸς ἀβλαβῶς, καὶ σώφρων κεχωρισμένος γυναικῶν οὐκ 2 ἐφλογίσθη ἀκολασίας πάθει· ὥσπερ γὰρ μνήμη πυρὸς οὐ καίει διάνοιαν, οὕτω οὐδὲ πάθος ἰσχύει, μὴ παρούσης ὕλης. ΚΕΦΑΛ. ϛʹ. Ἐὰν ἐλεήσῃς πολέμιον, ἕσται σοι ἐχθρὸς, καὶ ἐὰν φείσῃ πάθους, ἐπαναστήσεταί σοι. Ἀκόλαστον ἐρεθίζει πρὸς ἠδονὴν ὅψις γυναικὸς, τὸν δὲ σώφρονα κανεῖ 79.1152 πρὸς δοξολογίαν Θεοῦ· ἐὰν ἠρεμήσῃ τὸ πάθος ἐν συντυχίαις γυναικῶν, μὴ πιστεύσῃς αὐτῷ ἀπάθειαν ἐπαγγελλομένῳ. Καὶ γὰρ κύων σαίνει μὲν ἀπολειφθεὶς ὄχλῳ, ἔξω δὲ προελθὼν, τὴν οἰκείαν ἐπιδείκνυται πονηρίαν. Ὅταν γυναικὸς μνήμη γένηται ἀπαθῶς, τότε νόμιζε τῶν ὅρων ἐπιβεβηκέναι τῆς σωφροσύνης. Ὅτε δέ σε τὸ εἴδωλον αὐτῆς ἐπὶ θεωρίαν διεγείρει, καὶ τὰ βέλη αὐτῆς τὴν ψυχήν σου περιλαμβάνουσι, τότε νόμιζε ἔξω εἶναι τῆς ἀρετῆς. Ἀλλὰ μηδὲ οὕτως ἐγχρονίσῃς τοῖς τοιούτοις λογισμοῖς, μηδὲ ἐπὶ πολὺ κατὰ διάνοιαν προσομιλήσῃς μορφῇ γυναικὸς, ἔστι γὰρ φιλυπόστροφον τὸ πάθος, καὶ τὸν κίνδυνον ἔχει ἐγγύς. Ὥσπερ γὰρ ἡ σύμμετρος χωνεία καθαίρει τὸν ἄργυρον, ἡ δὲ ἐπὶ πολὺ καὶ ἀπόλλυσιν εὐχερῶς, οὕτως ἕξιν σωφρονικὴν διαφθείρει ἐγχρονίζουσα φαντασία γυναικός· μηδὲ ἐπὶ πολὺ προσομιλήσῃς τῷ φανέντι προσώπῳ, ἵνα μὴ ἀνάψῃ ἐν σοὶ ἡδονῆς φλόγα, καὶ ἐμπρήσῃ ἅλωνα σῆς ψυχῆς· ὥσπερ γὰρ σπινθὴρ ἐν ἀχύροις χρονίσας ἐγείρει φλόγα, οὕτω μνήμη γυναικὸς παραμένουσα ἐξάπτει ἐπιθυμίαν. ΚΕΦΑΛ. Ζʹ. Περὶ φιλαργυρίας. Φιλαργυρία πάντων ἐστὶ ῥίζα τῶν κακῶν, καὶ τρέφει ὡς κλάδους πονηροὺς τὰ λοιπὰ πάθη, καὶ οὐκ ἀφήσει ξηρανθῆναι τὰ ἐξ αὐτῆς

About this text

Evagrius Ponticus, De octo spiritibus malitiae (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Evagrius Ponticus’s De octo spiritibus malitiae — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.