Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
ἀνθήσαντα. Ὁ βουλόμενος κόπτειν πάθη, τὴν ῥίζαν ἐκκοπτέτω· μενούσης γὰρ φιλαργυρίας ἐπιτέμνων τοὺς κλάδους οὐδὲν ὠφελεῖ, κἂν γὰρ ἐκκοπῶσιν, εὐθὺς ἐπανθήσουσι. Πολυκτήμων μοναχὸς, πεφορτισμένον πλοῖον, καὶ ἐν ζάλῃ κυμάτων εὐχερῶς καταδυόμενον· ὥσπερ γὰρ ὑπέραντλος ναῦς ὑφ' ἑκάστου κύματος βασανίζεται, οὕτω πολυκτήμων ταῖς φροντίσι ὑποβρύχιος γίνεται. Ἀκτήμων μοναχὸς, ὁδοιπόρος εὐσταλὴς, καὶ ἐν παντὶ τόπῳ εὑρίσκων κατάλυμα. Ἀκτήμων μοναχὸς ἀετὸς ὑψιπέτης, τότε καθιπτάμενος ἐπὶ τροφὴν, ὅταν ἡ χρεία βιάσῃ. Παντὸς πειρασμοῦ ὁ τοιοῦτός ἐστιν ὑψηλότερος, καταγελᾷ τῶν παρόντων, καὶ μετέωρος ἐξαίρεται, ἀναχωρεῖ τῶν γηΐνων, καὶ συμπεριπολεῖ τοῖς ἄνω· πτερὸν γὰρ ἔχει κοῦφον, φροντίσι μὴ βαρυνόμενον· θλίψις ἐπῆλθε, καὶ ἀλύπως τὸν τόπον ἀπέλιπε· θάνατος ἐπέστη, καὶ εὐθύμως ἀπέρχεται· οὐδενὶ γὰρ γηΐνῳ δεσμῷ προσέδησε τὴν ψυχήν. Ὁ δὲ πολυκτήμων πεπέδηται μερίμναις, καὶ καθάπερ κύων ἁλύσει προσδέδεται, κἂν μεταναστῆναι βιασθῇ, τὰς μνήμας τῶν κτημάτων περιφέρει βαρὺ φορτίον, καὶ ἀχθηδόνα ἀνωφελῆ, κεντεῖται λύπῃ, καὶ πρὸς, τὴν ἔννοιαν ὀδυνᾶται σφοδρῶς, ἀφῆκε τὰ κτήματα, καὶ τῇ λύπῃ μαστίζεται. Κἂν θάνατος ἐπέλθοι, ἐλεεινῶς ἀφίησι τὰ παρόντα, ἀποδίδωσι τὴν ψυχὴν, καὶ τὸν ὀφθαλμὸν οὐκ ἀφίστησι τῶν πραγμάτων· ἄκων ἕλκεται καθάπερ ἀνδράποδον δραπετεῦον, μερίζεται τοῦ σώματος, καὶ οὐ μερίζεται τῶν πραγμάτων· μᾶλλον τῶν ἑλκόντων αὐτὸν τοῦ πάθους κατέχοντος. 79.1153 ΚΕΦΑΛ. Ηʹ. Θάλασσα οὐκ ἐμπίπλαται, ποταμῶν δεχομένη πλῆθος, καὶ ἐπιθυμία φιλαργύρου οὐ πληροῦται χρημάτων, ἐδιπλασίασε τὰ χρήματα, καὶ ταῦτα διπλᾶ ποιῆσαι ἐπιθυμεῖ, καὶ τοῦ διπλασιάζειν οὐδέποτε παύεται, ἕως ἂν θάνατος τὴν ἀνήνυτον ταύτην παύσῃ σπουδήν. Συνετὸς μοναχὸς τῇ χρείᾳ προσέξει τοῦ σώματος, καὶ τὴν ἔνδειαν τῆς γαστρὸς ἄρτῳ πληρώσει, καὶ ὕδατι, οὐ κολακεύσει πλουτοῦντας δι' ἡδονὴν γαστρὸς, οὐδὲ δουλώσει νοῦν ἐλεύθερον δεσπόταις πολλοῖς· ἱκαναὶ γὰρ αἱ χεῖρες ὑπηρετῆσαι τῷ σώματι, καὶ τὴν φυσικὴν ἀνάγκην πληρῶσαι διὰ παντός. 3 Ἀκτήμων μοναχὸς, ἀθλητὴς ἀμεσολάβητος, καὶ δρομεὺς κοῦφος, ταχέως φθάνων ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως. Πολυκτήμων μοναχὸς χαίρει προσόδοις πολλαῖς, ὁ δὲ ἀκτήμων στεφάνοις κατορθωμάτων. Φιλάργυρος μοναχὸς ἐργάζεται σφοδρῶς, ὁ δὲ ἀκτήμων προσευχαῖς σχολάζει, καὶ ἀναγνώσμασι. Φιλάργυρος μοναχὸς πληροῖ ταμεῖα χρυσοῦ, ὁ δὲ ἀκτήμων θησαυρίζει ἐν οὐρανῷ. "6Ἐπικατάρατος ὁ ποιῶν εἴδωλον, καὶ τιθεὶς ἐν ἀποκρύφῳ,"6 ὡσαύτως καὶ ὁ ἔχων φιλαργυρίας πάθος· ὁ μὲν γὰρ προσκυνεῖ κίβδηλον ἀνωφελὲς, ὁ δὲ ἀγαλματοφορεῖ φαντασίαν πλούτου. ΚΕΦΑΛ. Θʹ. Περὶ ὀργῆς. Ὀργὴ πάθος ἐστὶ μανιῶδες, καὶ τοὺς ἔχοντας γνῶσιν ἐξίστησιν εὐχερῶς, θηριοῖ τὴν ψυχὴν, καὶ πᾶσαν συντυχίαν ἐκκλίνειν ποιεῖ. Ἄνεμος σφοδρὸς οὐ κινήσει πύργον, καὶ ψυχὴν ἀόργητον οὐ συναρπάζει θυμός. Ὕδωρ κινεῖται ὑπὸ βίας ἀνέμων, καὶ θυμώδης ταράσσεται ὑπὸ λογισμῶν ἀσυνέτων. Μοναχὸς ὀργίλος εἶδέ τινα, καὶ τοὺς ὀδόντας παρέθηξεν. Ὀμίχλης ἀνάδοσις παχύνει ἀέρα, καὶ θυμοῦ κίνησις διάνοιαν ὀργίλου. Ἐσκότισεν ἥλιον ὑποδραμὼν νέφος, καὶ νοῦν λογισμὸς μνησικακίας. Λέων ἐν ζωγρείῳ ὢν κινεῖ τοὺς στρόφιγγας συνεχῶς, καὶ θυμώδης ἐν κέλλῃ λογισμοὺς ὀργῆς. Τερπνὴ θεωρία, γαληνῶσα θάλασσα, ἀλλ' οὐκ ἔστι τερπνοτέρα εἰρηνικῆς καταστάσεως· γαληνώσῃ γὰρ θαλάσσῃ ἐγκολυμβῶσι δελφῖνες, εἰρηνικῇ δὲ καταστάσει ἐννήχεται νοήματα θεοπρεπῆ. Μακρόθυμος μοναχὸς, ἡσυχάζουσα πηγὴ, καὶ πᾶσι παρέχουσα προσηνὲς ποτὸν, διάνοια δὲ ὀργίλου διὰ παντὸς τετάρακται καὶ οὐκ ἐπιδώσει τῷ διψῶντι ὕδωρ, κἂν ἐπιδώσῃ, τεθολωμένον, καὶ ἄχρηστον, καὶ ὀφθαλμοὶ θυμώδους, τεταραγμένοι, καὶ ὕφαιμοι καὶ τῆς ταρασσομένης καρδίας ἄγγελοι. Πρόσωπον δὲ μακροθύμου ὀρθὰ κατεσταλμένον, καὶ ὀφθαλμοὶ προσηνεῖς κάτω βλέποντες. ΚΕΦΑΛ. Ιʹ. Πραΰτης ἀνδρὸς μνημονεύεται παρὰ Θεῷ, καὶ ἀόργητος ψυχὴ ναὸς γίνεται τοῦ ἁγίου Πνεύματος. 79.1156 Κλίνει κεφαλὴν Χριστὸς ἐν μακροθύμῳ πνεύματι, καὶ μονὴ γίνεται τῆς ἀγίας Τριάδος εἰρηνευομένη διάνοια. Ἀλώπεκες κατοικοῦσιν ἐν μνησικάκῳ ψυχῇ, καὶ θηρία ἐμφωλεύουσιν ἐν τεταραγμένῃ καρδίᾳ. Φεύγει ἀνὴρ σεμνὸς αἰσχρὸν καταγώγιον, καὶ Θεὸς μνησίκακον καρδίαν. Ὕδωρ ἐτάραξεν ἐμπεσὼν λίθος, καὶ καρδίαν ἀνδρὸς λόγος κακός. Ἀπόστησον λογισμοὺς ὀργῆς ἀπὸ σῆς ψυχῆς, καὶ θυμὸς μὴ αὐλιζέσθω ἐν σῇ καρδίᾳ, καὶ οὐ μὴ ταραχθῇς ἐν καιρῷ προσευχῆς· ὃν τρόπον γὰρ ἀχύρων καπνὸς ταράσσει ὀφθαλμοὺς, οὕτω
About this text
Evagrius Ponticus, De octo spiritibus malitiae (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s De octo spiritibus malitiae — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.