De octo spiritibus malitiae · §u02-rem-mid

Unit 2 rem mid

Rem mid: Unit 2; lemma continues; reading with the letter.

Greek

πεπληρωμένον· ἐὰν πεπανθῇ, ῥαγήσεται, καὶ ποιήσει ἀηδίαν πολλήν. Ἀστραπῆς ἔκλαμψις, ἦχον προμηνύει βροντῆς, καὶ ὑπερηφανίαν εὐαγγελίζεται παρουσία κενοδοξίας. Εἰς ὕψος μέγα ἀναβαίνει ὑπερηφάνου ψυχὴ, κακεῖθεν αὐτὸν εἰς βυθὸν καταβάλλει. Ὑπερηφανίαν νοσεῖ ὁ ἀποστήσας ἑαυτὸν Θεοῦ, καὶ ἰδίᾳ δυνάμει ἐπιγράφων τὰ κατορθώματα. Ὥσπερ δὲ ὁ ἐπιβὰς ἀράχνῃ διαπεσὼν κατηνέχθη κάτω, οὕτω πίπτει ὁ θαῤῥῶν τῇ ἰδίᾳ δυνάμει. Καρπὸς πολὺς κατακάμπτει κλῶνας δένδρου, καὶ ἀρετῆς πλῆθος ταπεινοῖ φρόνημα ἀνδρός. Καρπὸς σεσηπὼς ἄχρηστος γεωργῷ, καὶ ἀρετὴ ὑπερηφάνου οὐ χρησιμεύει Θεῷ. Χάραξ βαστάζει κλῶνα κατάκαρπον, καὶ φόβος Θεοῦ ἐνάρετον ψυχήν. Ὥσπερ βάρος καρποῦ καταράσσει κλῶνα, οὕτω ὑπερηφανία ἐνάρετον καταβάλλει ψυχήν. Μὴ δῷς ὑπερηφανίᾳ σὴν ψυχὴν, καὶ οὐ μὴ ἴδῃς φαντασίας φρικτάς. Ψυχὴ γὰρ ὑπερηφάνου ἐγκαταλιμπάνεται ὑπὸ Θεοῦ, καὶ γίνεται δαιμόνων ἐπίχαρμα. Νύκτωρ φαντάζεται θηρίων ἐπερχομένων πλῆθος, καὶ μεθ' ἡμέρας ταράσσεται ὑπὸ λογισμῶν δειλίας· καθεύδων ἐξάλλεται συνεχῶς, καὶ ἐγρηγόρως καταπτήσσει σκίαν ὀρνέου. Φωνὴ φύλλου, ἐπτόησεν ὑπερήφανον, καὶ ὕδατος ἦχος κατέκλασεν αὐτοῦ τὴν ψυχήν. Ὁ γὰρ πρὸ μικροῦ ἑαυτὸν ἀντιτάσσων Θεῷ, καὶ τὴν ἐκείνου βοήθειαν ἀρνούμενος, ὕστερος ἐκδειματοῦται, ὑπὸ φαντασμάτων εὐτελῶν. 79.1164 ΚΕΦΑΛ. ΙΗʹ. Ὑπερηφανία ἀπ' οὐρανοῦ κατέβαλεν ἀρχάγγελον, καὶ ὡς ἀστραπὴν ἐποίησε πεσεῖν ἐπὶ γῆς. Ταπεινοφροσύνη δὲ, ἄνθρωπον ἀνάγει εἰς οὐρανὸν, καὶ μετὰ ἀγγέλων χορεύειν παρασκευάζει. Τί μετεωρίζῃ, ἄνθρωπε, πηλὸς ὢν, καὶ σαπρία τῇ φύσει, καὶ ὑπὲρ τὰς νεφέλας ἐπαίρῃ; ἐπισκέψαι σου τὴν φύσιν ὅτι γῆ εἶ, καὶ σποδὸς, καὶ μετ' ὀλίγον εἰς κόνιν ἀναλύῃ, ἄρτι σοβαρὸς, καὶ μετ' ὀλίγον

About this text

Evagrius Ponticus, De octo spiritibus malitiae (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Evagrius Ponticus’s De octo spiritibus malitiae — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.