De octo spiritibus malitiae · §u02-rem-early

Unit 2 rem early

Rem early: Unit 2; lemma and argument toward the thesis.

Greek

ὅταν φθάσῃ ἄνω ξηραίνει τὴν ῥίζαν, κενοδοξία δὲ ταῖς ἀρεταῖς παραφύεται, καὶ οὐκ ἀφίσταται, ἕως ἂν ἐκκόψῃ τὴν δύναμιν. Βότρυς ἐπισυρόμενος τῇ γῇ σήπεται εὐχερῶς, καὶ ἀρετὴ ἀπόλλυται κενοδοξίᾳ ἐπερειδομένη. Μοναχὸς κενόδοξος, ἐργάτης ἄμισθος· τὸν πόνον ὑπέστη, καὶ τὸν μισθὸν οὐκ ἔλαβε. Βαλάντιον τετρημένον οὐ φυλάττει τὸ βληθὲν, καὶ κενοδοξία ἀπόλλυσι μισθοὺς ἀρετῶν. Κενοδόξου ἐγκράτεια, καπνὸς καμίνου, καὶ εἰς ἀέρα διαλυθήσεται ἀμφότερα. Ἄνεμος ἀφανίζει ἴχνος ἀνδρὸς, καὶ ἐλεημοσύνην κενόδοξος. Λίθου βολὴ 79.1161 οὐ φθάνει εἰς οὐρανὸν, καὶ προσευχὴ ἀνθρωπαρέσκου οὐκ ἀναβήσεται πρὸς Θεόν. ΚΕΦΑΛ. Ιϛʹ. Κενοδοξία πέτρα ἐστὶν ὕφαλος· ἐὰν προσρήξῃς, τὸν φόρτον ἀπώλεσας. Κρύπτει θησαυρὸν ἀνὴρ φρόνιμος, καὶ ἀρετῆς πόνους μοναχὸς συνετός. Ἐν πλατείαις προσεύχεσθαι συμβουλεύει κενοδοξία, ὁ δὲ πολεμῶν ταύτῃ προσεύχεται εἰς ταμεῖον αὑτοῦ. ∆ημοσιεύει πλοῦτον αὐτοῦ ἀνὴρ ἄφρων, κινεῖ δὲ πολλοὺς εἰς ἐπιβουλὴν καθ' ἑαυτοῦ. Σὺ δὲ κρύπτε τὰ σὰ, ἐν ὁδῷ γὰρ τυγχάνεις λῃστῶν, ἕως ἥξεις εἰς πόλιν εἰρήνης, καὶ ἀσφαλῶς χρήσῃ τοῖς σοῖς. Ἀρετὴ κενοδόξου συντετριμμένον ἱερεῖον, καὶ οὐ μὴ ἀνενεχθῇ εἰς θυσιαστήριον Θεοῦ. Ἀκηδία ἐκλύει τόνον ψυχῆς, κενοδοξία δὲ νευροῖ νοῦν ἀποπεπτωκότα Θεοῦ, τὸν ἀσθενοῦντα ἐποίησεν ἐῤῥώμενον, καὶ τὸν γέροντα τοῦ νέου δυνατώτερον, μόνον ἐὰν παρῶσι μάρτυρες τῶν γινομένων πολλοί· κούφη νηστεία τότε, καὶ ἀγρυπνία, καὶ προσευχὴ, ὁ γὰρ ἔπαινος τῶν πολλῶν διεγείρει τὴν προθυμίαν. Μὴ πωλήσῃς τοὺς πόνους δόξαις ἀνθρωπίναις, μηδὲ τὴν μέλλουσαν δόξαν προδῷς δι' εὐφημίαν. ∆όξα γὰρ ἀνθρωπίνη εἰς χοῦν κατασκηνοῖ, καὶ κλέος αὐτῆς σβέννυται ἐπὶ γῆς, ἀρετῆς δὲ δόξα μένει εἰς τὸν αἰῶνα 6 ΚΕΦΑΛ. ΙΖʹ. Περὶ ὑπερηφανίας. Ὑπερηφανία ἐστὶν οἴδημα ψυχῆς ἰχῶρος

About this text

Evagrius Ponticus, De octo spiritibus malitiae (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Evagrius Ponticus’s De octo spiritibus malitiae — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.