Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT.
Greek
πάντα λογισμὸν ἐμπαθῆ καὶ πᾶσαν ἀπωθουμένη γνῶσιν ψευδῆ. Αὗται αἱ πολλαὶ ὁδοὶ εἰς μίαν ἄγουσιν ὁδόν, τὴν εἰποῦσαν· Ἐγώ εἰμι ἡ ὁδός. πολλὰς δὲ εἴρηκεν ὁδοὺς τὰς ἀρετὰς τὰς φερούσας ἐπὶ τὴν γνῶσιν τὴν τοῦ Χριστοῦ. Τούτου τοῦ στρατοῦ ὁ τόπος ἐστὶν ἡ κακία καὶ ἡ ψευδώνυμος γνῶσις. Εἰ τοῖς ἀγαπητοῖς αὐτοῦ δίδωσιν ὁ κύριος ὕπνον, οἱ δὲ ἀσεβεῖς οὐκ εἰσὶν αὐτοῦ ἀγαπητοί, τοῖς ἀσεβέσιν ἄρα οὐ δίδωσιν ὕπνον ὁ κύριος. ἐντεῦθεν δέ ἐστιν καὶ πιθανῶς δεῖξαι ὅτι οὐδὲ καθεύδειν πεφύκασιν οἱ δαίμονες. Ἐντεῦθεν γινώσκομεν τίσι τρέφεται ὁ στρατὸς τῆς ἀντικειμένης δυνάμεως· σῖτα γάρ φησιν αὐτοῦ ἐστὶν ἡ ἀσέβεια, καὶ οἶνος παρανομία. Προπορεύονται ἡμῶν αἱ ἀρεταὶ καὶ φωτίζουσιν ἡμᾶς, ἕως ἂν ὁ ἥλιος τῆς δικαιοσύνης τὴν ἑαυτοῦ ἡμέραν ἡμῖν ἐπιλάμψῃ. Οὐδὲ τὸν τρόπον πῶς ἁμαρτάνουσιν οἱ ἀσεβεῖς ἐπίστανται, οὐδὲ τὴν αἰτίαν γινώσκουσιν πόθεν προσκόπτουσιν· ἀλλ' οὐδ' αὐτὸ τοῦτο ἴσασιν, ὅτι παρανομοῦσιν, ὅπερ ἐστὶν γνώρισμα τῆς ἐσχάτης ἀνοίας. Πηγὰς λέγει τὰς ἀρετάς, ἀφ' ὧν γεννῶσι τὸ ὕδωρ τὸ ζῶν, ὅπερ ἐστὶν ἡ γνῶσις τοῦ Χριστοῦ. καὶ ὁ ∆αυὶδ Ὤφθησάν φησιν αἱ πηγαὶ τῶν ὑδάτων καὶ ἀνεκαλύφθησαν τὰ θεμέλια τῆς οἰκουμένης, παρὰ τὴν ἐπιδημίαν δηλονότι τοῦ σωτῆρος ἡμῶν Χριστοῦ. Ὅσοι λογισμοὺς ἔχουσιν ἀπαθεῖς καὶ δόγματα ἀληθῆ, οὗτοι ὁρῶσιν ὀρθά. 83 Ἡ ἀρετὴ γὰρ μεσότης· διὸ καὶ τὴν ἀνδρείαν μεταξὺ τῆς θρασύτητος καὶ τῆς δειλίας εἶναί φασιν· νῦν δὲ ὀνομάζει δεξιὰ οὐ τὰ φύσει δεξιά, ἀλλὰ τὰ φαινόμενά τισι διὰ τὰς ἡδονὰς δεξιά. βορέας γάρ φησιν σκληρὸς ἄνεμος, ὀνόματι δὲ ἐπιδέξιος καλεῖται· βορέαν λέγων συμβολικῶς τὸν πονηρόν, ἀφ' οὗ ἐξεκαύθη πάντα τὰ κακὰ ἐπὶ τῆς γῆς. Συμφωνεῖ τούτοις τὸ Ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον καὶ φυλάξει πόλιν, καὶ ἑξῆς. Τὸ λῖπος τὴν ἡδονὴν σημαίνει, ἀφ' ἧς τίκτεται ἡ ἀκαθαρσία· ἧς ἔκγονον κακία καὶ ἄγνοια, ὧν οὐδέν ἐστιν πικρότερον ἐν τοῖς γεγονόσιν εὑρεῖν. Ἣν ἀνωτέρω πόρνην εἶπεν, νῦν ἀφροσύνην ὠνόμασεν. Ὑπὲρ τῶν μετὰ θανάτου καταβαινόντων εἰς τὸν ᾅδην προσεύχεται ὁ ∆αυὶδ λέγων· Καταβήτωσαν εἰς ᾅδου ζῶντες. Εἰ οὐκ εὔγνωστοί εἰσιν αἱ τροχιαί, καλῶς εἴρηται τὸ Οὐκ οἴδασι πῶς προσκόπτουσιν. Ὁδὸν εἶπεν ἐνταῦθα τὸν ἐπὶ τὴν ἀρετὴν ὁδεύοντα νοῦν· ἢ τάχα τὴν ἀρετὴν προστάσσει χωρίζειν ἡμᾶς ἀπὸ κακίας. Ἐνταῦθα γινώσκομεν ὅτι τὸ θυμικὸν μέρος ἐπικρατεῖ ἐν τοῖς δαίμοσιν· ἀνελεήμων γὰρ θυμός, φησίν, καὶ ὀξεῖα ὀργή. ∆ιὰ τῶν κακιῶν οἱ πονηροὶ κατατρίβουσι τὰς σάρκας τοῦ Χριστοῦ, καὶ τὸ αἷμα καταναλίσκουσιν, κοινὸν αὐτὸ ἡγησάμενοι· ὁ τρώγων γάρ μου, φησί, τὴν σάρκα καὶ 4 πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἦν ὅτε οὐκ ἦν κακία, καὶ ἔσται ὅτε οὐκ ἔσται· οὐκ ἦν δὲ ὅτε οὐκ ἦν ἀρετή, οὐδὲ ἔσται ὅτε οὐκ ἔσται· ἀνεξάλειπτα γὰρ τὰ σπέρματα τῆς ἀρετῆς. πείθει δέ με καὶ οὗτος παρ' ὀλίγον καὶ οὐ τελείως ἐν παντὶ κακῷ γεγονῶς, καὶ ὁ πλούσιος ἐν τῷ ᾅδῃ διὰ κακίαν γενόμενος καὶ οἰκτείρων τοὺς ἀδελφούς· τὸ δὲ ἐλεεῖν σπέρμα τυγχάνει τὸ κάλλιστον τῆς ἀρετῆς. Ἡ γνῶσις καὶ φρέαρ ἐστὶ καὶ πηγή· τοῖς μὲν γὰρ προσελθοῦσι τὴν ἀρετὴν βαθὺ φρέαρ εἶναι δοκεῖ, 84 τοῖς δὲ ἀπαθέσι καὶ καθαροῖς πηγή· οὕτω καὶ ὁ σωτὴρ ἐκαθέζετο ἐπὶ τῇ πηγῇ, ὥρα ἦν ὡσεὶ ἕκτη· ἡ δὲ Σαμαρεῖτις φρέαρ αὐτὴν ὀνομάζει· Κύριε γάρ φησιν, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶ βαθύ. Ἡ γυνὴ ἐνταῦθα τὴν τοῦ θεοῦ γνῶσιν σημαίνει· αὕτη δὲ ἐκ νεότητος ἡμῖν ἐδόθη, ἥντινα ἀνωτέρω διδασκαλίαν ὁ Σολομὼν νεότητος λέγει· Υἱέ φησι, μή σε καταλάβῃ βουλὴ κακή, τὸν διάβολον λέγων ὡς κακῶς βουλευσάμενον, ἡ ἀπολιποῦσα διδασκαλίαν νεότητος καὶ διαθήκην θείαν ἐπιλελησμένη. λήθη δὲ καὶ ἀπόλειψις γνώσεως καὶ κτήσεως δεύτεραι· ὥσπερ καὶ ὑγείας νόσος ἐσχάτη, καὶ ζωῆς θάνατος δεύτερος. ἅμα δὲ καὶ τοῦτο ἰστέον, ὅτι περ' ἡ αὐτὴ γνῶσις καὶ μήτηρ λέγεται καὶ γυνὴ καὶ ἀδελφή· μήτηρ μὲν ἐπειδὴ ὁ διδάξας με δι' αὐτῆς με γεγέννηκεν, ὡς Παῦλος διὰ τοῦ εὐαγγελίου Γαλάτας· γυνὴ δὲ ὅτι συνοῦσά μοι τίκτει τὰς ἀρετὰς καὶ δόγματα ὀρθά, εἴγε ἡ σοφία ἀνδρὶ τίκτει φρόνησιν· ἀδελφὴ δὲ ὅτι ἐγώ τε καὶ αὐτὴ ἐκ τοῦ ἑνὸς γεγόναμεν θεοῦ καὶ πατρός· Εἶπον γάρ φησι τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι. Εἰ χάρις καὶ φιλία ἐλευθεροῖ, ἀρετὴ δὲ καὶ γνῶσις ἐλευθεροῖ ψυχὴν λογικήν, ἡ χάρις καὶ ἡ φιλία ἀρετὴ καὶ γνῶσις ἐστίν. εἰ δὲ ἡ ἔλαφος ἐκ τῆς φιλίας, ὁ δὲ πῶλος ἐκ τῆς χάριτος γεννᾶται,
About this text
Evagrius Ponticus, Expositio in Proverbia Salomonis (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s Expositio in Proverbia Salomonis — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.