Expositio in Proverbia Salomonis · §u03-rem-close

Unit 3 rem close

Rem CLOSEOUT: Unit 3 CLOSEOUT.

Greek

εὗρεν σοφίαν ἀγαθήν, εὗρεν χάριτας. Ὁ δὲ κατέχων μοιχαλίδα, ἄφρων καὶ ἀσεβής: Ὁ δὲ κατέχων κακίαν, ἄφρων καὶ ἀσεβής. Πλοῦτος προστίθησι φίλους πολλούς: Πλοῦτος γνώσεως καὶ σοφίας προστίθησιν ἡμῖν ἀγγέλους φίλους πολλούς· ὁ δὲ ἀκάθαρτος ἀπὸ τοῦ δοθέντος αὐτῷ ἐκ παιδὸς ἀγγέλου χωρίζεται· ἡ γὰρ πνευματικὴ φιλία ἐστὶν ἀρετὴ καὶ γνῶσις θεοῦ, δι' ὧν συναπτόμεθα πρὸς φιλίαν ταῖς ἁγίαις ἀγγελικαῖς δυνάμεσιν, εἴγε οἱ μετανοοῦντες ἄνθρωποι χαρᾶς αἴτιοι γίνονται τοῖς ἀγγέλοις. οὕτως καὶ ὁ σωτὴρ φίλους καλεῖ τοὺς δούλους ποτέ, τῆς μείζονος αὐτοὺς θεωρίας καταξιώσας. οὕτω καὶ Ἀβραὰμ πλουτήσας ἐν γνώσει τὴν μυστικὴν ἐκείνην παρατίθησι τράπεζαν τοῖς κατὰ τὴν μεσημβρίαν φίλοις φανεῖσιν αὐτῷ. Σαοὺλ δὲ καὶ ἀπὸ τοῦ ὑπάρχοντος φίλου διὰ τὴν κακίαν χωρίζεται· γέγραπται γάρ· Καὶ ἀπέστη πνεῦμα θεοῦ ἀπὸ Σαούλ, καὶ πνεῦμα πονηρὸν παρὰ κυρίου ἔπνιγεν τὸν Σαούλ· πνεῦμα κυρίου λέγων τὸν ἄγγελον· Ὁ ποιῶν γάρ φησιν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. ὅτι δὲ καὶ ἄγγελοι τοὺς ἀνθρώπους πεπίστευνται, διδάσκει ἐν τοῖς εὐαγγελίοις ὁ κύριος, Ὁρᾶτε, λέγων, μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. καὶ πάλιν ὁ Ἰακώβ· Ὁ ἄγγελος ὁ ῥυόμενός με ἀπὸ πάντων τῶν κακῶν. καὶ ὁ Ζαχαρίας· Καὶ εἶπεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί. Ὁ δὲ ἐγκαλῶν ἀδίκως οὐ μὴ διαφύγῃ: Ὅσοι τοὺς περὶ κρίσεως καὶ προνοίας ἀγνοοῦντες λόγους τὸν δημιουργὸν βλασφημοῦσιν, οὗτοι ἐγκαλοῦσιν ἀδίκως· καὶ ὅσοι πάλιν ὑπὸ τῶν ἰδίων παθῶν ἐνοχλούμενοι νομίζουσιν ἀκατόρθωτον εἶναι τὴν ἀρετήν, οὗτοι τῷ δεδωκότι τὸν νόμον ἐγκαλοῦσιν ἀδίκως. Ἔννοια ἀγαθὴ τοῖς εἰδόσιν αὐτὴν ἐγγιεῖ: Τὴν τοῦ θεοῦ γνῶσιν νῦν ὠνόμασεν ἔννοιαν, καὶ τοὺς εἰδότας αὐτὴν τοὺς καθαροὺς τῇ καρδίᾳ. Ὃς δὲ ἐρεθίζει λόγους οὐ σωθήσεται: Οἱ ἐμπαθεῖς λογισμοὶ ἐρεθίζουσι τὴν ψυχὴν πρὸς κακίαν. Οὐ συμφέρει ἄφρονι τρυφή: Οὔτε ἡ νοητὴ τρυφὴ οὔτε ἡ αἰσθητὴ συμφέρει τῷ ἄφρονι· τὴν μὲν γὰρ καταπατήσει τοῖς ποσί, χοῖρος φιλήδονος ὤν· ὑπὸ δὲ τῆς αἰσθητῆς τρυφῆς ἡ σὰρξ αὐτοῦ κινηθήσεται. Ἐλεήμων ἀνὴρ μακροθυμεῖ, τὸ δὲ καύχημα αὐτοῦ ἐπέρχεται παρανόμοις: Εἰ ὁ καυχώμενος ὀρθῶς ἐν κυρίῳ καυχᾶται, ὁ δὲ κύριος ἡμῶν σοφία ἐστίν, ὁ καυχώμενος ἄρα ὀρθῶς ἐν σοφίᾳ καυχᾶται· τὸ καύχημα 100 τοίνυν τοῦ μακροθύμου καὶ ἐλεήμονος, ὅπερ ἐστὶν ἡ σοφία καὶ ἡ γνῶσις αὐτοῦ, ἐπέρχεται τοῖς παρανόμοις, ἀπαλλάττον αὐτοὺς τῆς κακίας, νῦν μὲν ἐνδεχομένως, ἀναγκαίως δὲ ἐν τῷ αἰῶνι τῷ μέλλοντι. Βασιλέως ἀπειλὴ ὁμοία βρυγμῷ λέοντος: Ὁ κύριος ἡμῶν πῦρ μὲν καταναλίσκον καὶ λέων ὀργιζόμενος γίνεται πρὸς τοὺς ἁμαρτάνοντας, κατακαίων ξύλα χόρτον καλάμην, καὶ τὴν σάρκα τὴν στρατευομένην κατὰ τοῦ πνεύματος ἀναλίσκων· φῶς δὲ καὶ δρόσος πρὸς τοὺς κατορθοῦντας, δεικνὺς αὐτοῖς τῶν γεγονότων τοὺς λόγους, καὶ κατασβεννύων τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ, καὶ περιψύχων τὸν ἐκ τῆς πρακτικῆς συμβαίνοντα καύσωνα. Οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας: Τὴν ἀκάθαρτον ψυχὴν ἑταίραν ὠνόμασεν· καὶ ταύτης τὸ μίσθωμα τὴν κατάστασιν εἴρηκεν, ἀφ' ἧς οὐ καθαραὶ γίνονται προσευχαί. Οἶκον καὶ ὕπαρξιν μεριοῦσι πατέρες: Τὸ μὲν διδάσκειν τοὺς υἱοὺς περὶ ἀρετῆς καὶ γνώσεως θεοῦ, πατέρων ἐστίν· τὸ δὲ σοφίαν δοῦναι τοῖς παισί, τοῦ κυρίου ἐστίν· γυναῖκα γὰρ ἐνταῦθα τὴν σοφίαν λέγει· Ἐράσθητι γάρ φησι τῆς σοφίας, καὶ τηρήσει σε· τίμησον αὐτήν, ἵνα σε περιλάβῃ. Ὃς φυλάσσει ἐντολήν, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν: Αἱ ἐντολαὶ ὡς πρὸς μὲν τὸν ἐντειλάμενον θεὸν καλοῦνται ἐντολαί· ὡς δὲ πρὸς τὸν ὁδεύοντα νοῦν ἐν αὐταῖς καλοῦνται ὁδοί· καὶ πάλιν ἐπειδὴ ἐπὶ μαρτύρων οὐρανοῦ καὶ γῆς 13 ἐδόθησαν αἱ ἐντολαί, λέγονται μαρτύρια· διὸ καὶ ὁ δεξάμενος αὐτὰ νοῦς ὀνομάζεται μάρτυς, ὅστις ψευσάμενος αὐτὰ οὐκ ἀτιμώρητος ἔσται. Κατὰ δὲ τὸ δόμα αὐτοῦ ἀνταποδώσει αὐτῷ: ∆όμα νῦν τὴν καθαρότητα τῆς καρδίας ὠνόμασεν· κατ' ἀναλογίαν γὰρ τῆς ἀπαθείας ἡμῶν καταξιούμεθα γνώσεως. Κακόφρων ἀνὴρ πολλὰ ζημιωθήσεται: Ἐγὼ νομίζω τὴν μὲν πολλὴν ζημίαν στέρησιν περιέχειν τῆς θεωρίας τῶν γεγονότων, τὴν δὲ προσθήκην τῆς ψυχῆς ἀφανισμὸν τῶν φυσικῶν περὶ θεοῦ ἐννοιῶν, παντάπασιν αὐτῆς εἰς ἀλογίαν περιπεσούσης. καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς εὐαγγελίοις φησίν· Τί ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ἀπολέσῃ καὶ ζημιωθῇ; ἀλλ' ἐνταῦθα μὲν ἡ ἀπώλεια τὴν ἄγνοιαν

About this text

Evagrius Ponticus, Expositio in Proverbia Salomonis (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Evagrius Ponticus’s Expositio in Proverbia Salomonis — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.