Expositio in Proverbia Salomonis · §u04-rem-early

Unit 4 rem early

Rem early: Unit 4; lemma and argument toward the thesis.

Greek

καὶ ὑμεῖς ὁμοίως ποιεῖτε αὐτοῖς. Οὖς ἀκούει καὶ ὁ ὀφθαλμὸς ὁρᾷ: Οὐχ ὁ κακῶς ὁρῶν ὀφθαλμὸς ἔργον ἐστὶν τοῦ κυρίου, ἀλλ' ὁ ὁρῶν· καὶ οὐ τὸ κακῶς ἀκοῦον οὖς ἔργον ἐστὶν τοῦ κυρίου, ἀλλὰ τὸ ἀκοῦον. καὶ ἐπὶ τῶν ἄλλων δὲ μελῶν τοῦ σώματος ὡσαύτως λεκτέον· χρήσῃ δὲ τῷ ῥητῷ τούτῳ πρὸς τοὺς κατηγοροῦντας ἡμῶν τοῦτο τὸ σῶμα καὶ τὸν δημιουργὸν ἐνυβρίζοντας. ∆ιάνοιξον δὲ τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι ἄρτων: ∆ιὰ μὲν τῶν ἀρετῶν ἀνοίγομεν τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς, διὰ δὲ τῆς σοφίας νοητῶν πληρούμεθα ἄρτων. Θνητὸς δὲ πῶς ἂν ἐννοήσαι (LXX νοήσαι) τὰς ὁδοὺς ἑαυτοῦ: Οὐ δύναται νοῆσαι τὰς ὁδοὺς κυρίου ὁ ἔτι θνητὸς καὶ μὴ συναποθανὼν τῷ Χριστῷ. Παγὶς ἀνδρὶ ταχύ τι τῶν ἰδίων ἁγιάσαι: Ἡ ἐπὶ τοῖς ἀγαθοῖς μετάνοια οὐ δικαίοις συμβαίνει ἀλλὰ ἀδίκοις· ἄδικοι δὲ μηδὲν ἀπερισκέπτως ὑπισχνείσθωσαν τῷ θεῷ· μετὰ γὰρ τὸ εὔξασθαι μετανοεῖν γίνεται. Καὶ ζυγὸς δόλιος οὐ καλὸν ἐνώπιον αὐτοῦ: Ζυγὸν δόλιον λέγει τὸν νοῦν πεφυκότα μὲν δικαίως κρίνειν τὰ πράγματα, παρακλίνοντα δὲ τῇ τοῦ ἀντεξουσίου ῥοπῇ. Λικμήτωρ ἀσεβῶν βασιλεὺς σοφός: Χωρίζειν (ζων?) τὰ ἄχυρα ἀπὸ τοῦ σίτου. Καὶ ἐπιβαλεῖ αὐτοῖς τροχόν: Ποίησον αὐτοὺς ὡς τροχόν. 103 Φῶς κυρίου πνοὴ ἀνθρώπων: Εἰ τὸ φῶς τοῦ κυρίου ἡ γνῶσις τοῦ κυρίου ἐστίν, τὸ δὲ φῶς τοῦ κυρίου ἡ πνοὴ τῶν ἀνθρώπων ἐστίν, ἡ ἄρα γνῶσις τοῦ κυρίου ἡ πνοὴ τῶν ἀνθρώπων ἐστίν. τὸν δὲ ἐν ἀγνοίᾳ διάβολον φαίνειν δοκοῦντα λύχνον ὠνόμασεν, ἐκκενοῦντα τὸν νοῦν τῶν ἀγαθῶν καὶ μετασχηματιζόμενον εἰς ἄγγελον φωτός. Ποιεῖν δίκαια καὶ ἀληθεύειν ἀρεστὸν παρὰ κυρίου μᾶλλον ἢ θυσιῶν αἷμα: Ἐκβάλλει τὸ ῥητὸν τοῦτο τὴν διὰ τῶν ἀλόγων ζώων θυσίαν· θυσία γὰρ τῷ θεῷ πνεῦμα συντετριμμένον. Ἁγνὰ δὲ καὶ ὀρθὰ τὰ ἔργα αὐτοῦ: Εἰ ἁγνὰ καὶ ὀρθὰ τὰ ἔργα τοῦ θεοῦ, ἓν δὲ τῶν ἔργων αὐτοῦ ἐστὶν καὶ ὁ νοῦς, ὀρθὸς ἄρα καὶ ἁγνὸς ἐκτίσθη παρὰ τοῦ κυρίου ὁ νοῦς. Κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου ἢ ἐν κεκονιαμένοις μετὰ ἀηδείας (LXX ἀδικίας) καὶ ἐν οἴκω κοινῷ: Τῷ οἴκῳ τῷ κεκονιαμένῳ καὶ κοινῷ τὴν ὕπαιθρον γωνίαν ἀντέθηκεν· εἰ δὲ ὁ οἶκος ὁ κεκονιαμένος καὶ κοινὸς ἡ κακία ἐστίν, ἡ ὕπαιθρος γωνία ἡ ἀρετή ἐστιν· γωνία τοίνυν ὕπαιθρός ἐστιν πρᾶξις θεωρίας ἐφαπτομένη καὶ φωτιζομένη ὑπὸ τοῦ τῆς δικαιοσύνης ἡλίου. καλῶς δὲ καὶ ὁ Παῦλος τὸν ἀρχιερέα τῶν Ἰουδαίων τοῖχον εἶπεν κεκονιαμένον, τυπτηθησόμενον ὑπὸ τοῦ θεοῦ· καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς εὐαγγελίοις τοὺς Φαρισαίους τάφους εἶπεν κεκονιαμένους. εὖ δὲ καὶ τὸ Ἐπὶ γωνίας εἶπεν, ἔνθα ὁ λίθος κεῖται ὁ ἀποδοκιμασθεὶς ὑπὸ τῶν οἰκοδόμων καὶ γενόμενος κεφαλὴ γωνίας· κοινὸν δὲ εἶπεν ὃ μὴ τοῦ ἑνός ἐστιν θεοῦ. ∆όσις λάθριος ἀνατρέπει ὀργάς: ∆όσις λάθριός ἐστιν, ἵν' ὃ ποιῇ ἡ δεξιὰ μὴ γινώσκῃ ἡ ἀριστερά. Ἀνὴρ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης ἐν συναγωγῇ γιγάντων ἀναπαύσεται: Ἡ συναγωγὴ τῶν γιγάντων ἡ κακία καὶ ἡ ἀγνωσία ἐστίν. Κρεῖσσον οἰκεῖν ἐν γῇ ἐρήμῳ ἢ μετὰ γυναικὸς θυμώδους καὶ μαχίμης: Καὶ ὁ ∆αυὶδ φησίν· Ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ, οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι. ἔρημος τοίνυν γῆ ἐστὶν ἡ ἀρετὴ ἡ μὴ ἔχουσα τοὺς παλαιοὺς ἀνθρώπους οἰκοῦντας τοὺς φθειρομένους κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· διὸ οὐδὲ εὑρίσκει ἐν αὐτῇ ἀνάπαυσιν ὁ διάβολος, εἴγε διέρχεται δι' ἀνύδρων τόπων ζητῶν 15 ἀνάπαυσιν καὶ οὐχ εὑρίσκει· αὐτὸς γὰρ βασιλεύς ἐστι πάντων τῶν ἐν τοῖς ὕδασι. καὶ πάλιν τῆς σοφίας Στεγναί φησιν αἱ διατριβαὶ οἵκων αὐτῆς (27,31). εἰ δὲ τοῦτο, οὐκοῦν καὶ ἡ γυνὴ ἡ μάχιμος καὶ γλωσσώδης καὶ ὀργίλος ἡ κακία ἐστίν, ἥτις τὸν συζῶντα αὐτῇ ποιεῖ μάχιμον καὶ γλωσσώδη καὶ ὄργιλον. 104 Θησαυρὸς ἐπιθυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφοῦ: Σοφία κυρίου ἀναπαύσεται ἐν καρδίᾳ σοφοῦ· ἄφρονες δὲ ἄνδρες διαφθεροῦσιν αὐτήν. Πόλεις ὀχυρὰς ἐπέβη σοφός: Σοφία ἐστὶν πόλις ὀχυρά, ἐν ᾗ οἱ σοφοὶ κατοικοῦσιν, λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Χριστοῦ. Ὃς φυλάσσει τὸ στόμα αὐτοῦ καὶ τὴν γλῶσσαν, διατηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ: Στόμα καὶ γλῶσσαν, ψυχὴν καὶ νοῦν· ψυχὴν δέ φασιν θυμὸν καὶ ἐπιθυμίαν, ὅπερ τινὲς παθητικὸν μέρος ὀνομάζουσι τῆς ψυχῆς. Ἀσεβὴς ὅλην τὴν ἡμέραν ἐπιθυμεῖ ἐπιθυμίας κακάς: Ἀγγέλων μὲν τὸ μὴ ἐπιθυμεῖν ποτὲ ἐπιθυμίας κακάς· ἀνθρώπων δὲ τὸ ποτὲ μὲν ἐπιθυμεῖν, ποτὲ δὲ μὴ ἐπιθυμεῖν ἐπιθυμίας κακάς· δαιμόνων δὲ τὸ ἀεὶ ἐπιθυμεῖν ἐπιθυμίας κακάς. τὸ γὰρ Ὅλην τὴν ἡμέραν τὸ διὰ βίου δηλοῖ. τοιοῦτόν ἐστιν καὶ τὸ Ἐν φόβῳ κυρίου ἴσθι ὅλην τὴν ἡμέραν, ἀντὶ τοῦ διὰ βίου. Ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου: Ἵππον

About this text

Evagrius Ponticus, Expositio in Proverbia Salomonis (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Evagrius Ponticus’s Expositio in Proverbia Salomonis — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.