Unit 4 rem mid
Rem mid: Unit 4; lemma continues; reading with the letter.
Greek
λέγει τὸν νοῦν. Ἐπιβήσῃ γάρ φησιν ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία. καὶ ἐπὶ τοῦ Παύλου ὁ κύριος Τοῦ βαστάσαι τὸ ὄνομά μου φησίν. Αἱρετώτερον ὄνομα καλὸν ἢ πλοῦτος πολύ (edd. πολύς): Τὴν σημαινομένην ἀρετὴν ὑπὸ τοῦ οἰκείου ὀνόματος ὄνομα εἶπεν καλόν· τοῦτο γὰρ τὸ ὄνομα καλόν ἐστιν, ὅπερ ἔχει τὸ σημαινόμενον ἀγαθόν. οὕτως οὐδὲ τὴν ἄδικον γυναῖκα δικαιοσύνην καλουμένην ἐπαινέσομεν, ἀλλὰ τὴν ἔχουσαν τὴν δικαιοσύνην, κἂν ἀδικία ὀνομάζηται. Πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις, ἀμφοτέρους δὲ ἐποίησεν ὁ κύριος (edd. ὁ κύρ. ἐποί.): Ὁ μὲν πλούσιος διὰ τῶν ἐλεημοσυνῶν καθαίρει θυμόν, κτώμενος τὴν ἀγάπην· ὁ δὲ πένης διὰ τῆς πενίας ταπεινοφρονεῖν ἐκδιδάσκεται. Γενεὰ σοφίας, φόβος κυρίου: Αὗται αἱ γενέσεις Νῶε· αὗται αἱ γενέσεις Ἀβραάμ. Τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς: Καὶ ὁ κύριος τῷ Ἀδὰμ φησίν· Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι ἡ γῆ, τοῦτ' ἔστιν ἡ ψυχή. ἀκάνθας δὲ καὶ τριβόλους λέγει τὰς ἁμαρτίας, ἀφ' ὧν καὶ ὁ στέφανος ἐπλάκη τοῦ Χριστοῦ· αὐτὸς γὰρ ἦρεν τὴν ἁμαρτίαν τοῦ κόσμου. Πλούσιοι πτωχῶν ἄρξουσιν: Ἐν τῷ αἰῶνι τῷ μέλλοντι οἱ ἐν παντὶ πλουτισθέντες, ἐν πάσῃ γνώσει καὶ 105 πάσῃ σοφίᾳ, ἄρξουσι τῶν ἀκαθάρτων καὶ ἐστερημένων τούτου τοῦ πλούτου. τίνες δὲ οἱ οἰκέται καὶ τίνες οἱ δεσπόται, νῦν οὐκ ἀναγκαῖον δημοσιεύειν, διὰ τὸ εἶναι τὸν περὶ αὐτῶν λόγον μυστικὸν καὶ βαθύτερον. Ματαιότητα δὲ ἔργων αὐτοῦ συντελέσει: Τὴν ματαιότητα τῶν ἔργων διὰ τῆς ἀρετῆς ὁ κύριος καὶ τῆς γνώσεως συντελεῖ. Νίκην καὶ τιμὴν περιποιεῖται ὁ τὰ (edd. om.) δῶρα διδούς: ∆ῶρα τοῦ ἀνθρώπου τὰς ἀρετὰς ὀνομάζει, δι' ὧν νικῶν τὸν διάβολον τίμιον ἑαυτὸν παρέχει τῷ θεῷ, καὶ ἀφαιρεῖται τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τῶν κτησαμένων, αὐτὴν δαιμόνων. Ἔκβαλε λοιμὸν ἐκ συνεδρίας (edd. ἐκ συνεδρίου λοιμ.), καὶ συνεξελεύσεται αὐτῷ νεῖκος: Τὴν χειρίστην κατάστασιν συνέδριον εἶπεν, ἀφ' ἧς ὁ σοφὸς Σολομὼν ἐκβάλλεσθαι τὸν ἄνθρωπον βούλεται διὰ πνευματικῆς διδασκαλίας· τὸ δὲ νεῖκος τὴν φιλονεικίαν σημαίνει. δύναται δὲ λοιμὸν καὶ τὸν διάβολον λέγειν, ὃν δεῖ ἀποδιώκειν τῆς ψυχῆς· ἐὰν γὰρ καθίσῃ ἐν αὐτῇ, διὰ τῆς ἀκαθαρσίας πάντας τοὺς ὀρθοὺς λογισμοὺς ἀτιμάζει. συνέδριον δὲ καὶ ὁ ἀπόστολος τὴν ψυχὴν ἀποδείκνυσι, δι' ὧν κατηγοροῦντας λογισμοὺς εἰσάγει καὶ ἀπολογουμένους· Μεταξὺ γάρ φησιν ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων. ὅπου δὲ κατηγορία καὶ ἀπολογία, ἐκεῖ καὶ συνέδριον. Χείλεσι ποιμαίνει βασιλεύς: Ὁ διατηρῶν τὰς ψυχὰς ἡμῶν κύριος, αὐτὸς καὶ διὰ τῆς πνευματικῆς γνώσεως ποιμαίνει ἡμᾶς, ἥντινα γνῶσιν φαυλίζει ὁ παραβαίνων τὸν νόμον αὐτοῦ. σημειωτέον δὲ ὅτι βασιλεὺς ὢν ὁ Χριστὸς λέγεται διὰ τῆς 16 συγκαταβάσεως ποιμαίνειν ἡμᾶς· Ἐγὼ γάρ φησιν εἰμὶ ὁ ποιμὴν ὁ καλός. εἰ δὲ βασιλεὺς μέν ἐστι βασιλευόντων, ποιμὴν δὲ προβάτων, ἔσται ποτὲ μόνον βασιλεὺς τῶν προβάτων εἰς τὸ βασιλικὸν μεταβάντων ἀξίωμα. Προφασίζεται καὶ λέγει ὀκνηρός· Λέων ἐν ταῖς ὁδοῖς: Ὁ ἐχθρὸς ἡμῶν διάβολος ὡς λέων περιέρχεται ζητῶν τίνα καταπίῃ· ὅντινα φοβούμενος ὁ ὀκνηρὸς πρὸς τὴν ἐργασίαν τῶν ἀρετῶν ἀναδύεται. Ὁ δὲ μισηθεὶς ὑπὸ κυρίου ἐμπεσεῖται εἰς αὐτόν: Ὁ Ἰὼβ οὐ μισηθεὶς ὑπὸ κυρίου ἀλλὰ δοκιμῆς ἕνεκεν ἐμπέπτωκεν εἰς αὐτόν. Ῥάβδος δὲ καὶ παιδεία μακρὰν ἀπ' αὐτοῦ: Μακρὰν ἀπὸ τῆς καρδίας τοῦ ἄφρονός ἐστιν ἡ ῥάβδος ἡ ἐκ τῆς ῥίζης Ἰεσσαί. 106 Ὁ συκοφαντῶν πτωχὸν (edd. πένητα) πολλὰ ποιεῖ τὰ ἑαυτοῦ κακά: Ὥσπερ ὁ διάβολος συκοφαντεῖ ἡμᾶς λαμβάνων παρ' ἡμῶν τὰς ἀρετὰς ἃς μὴ δέδωκεν ἡμῖν, οὕτως καὶ ἡμεῖς συκοφαντοῦμεν αὐτὸν λαμβάνοντες παρ' αὐτοῦ τὰς κακίας ἃς μὴ δεδώκαμεν αὐτῷ. καὶ καθὸ μὲν λαμβάνομεν παρ' αὐτοῦ τὰς κακίας, ὡς παρὰ πένητος ἐν ἀρεταῖς λαμβάνομεν· καθὸ δὲ τὰς ἀρετὰς ἡμῶν διδόαμεν αὐτῷ ἐπ' ἐλαττώσει ἡμῶν, ὡς πλουσίῳ ἐν κακίᾳ διδόαμεν. ἔλεγεν δέ τις τῶν γερόντων, ὅτι ἡμεῖς ἐσμὲν οἱ συκοφάνται οἱ Χριστὸν συκοφαντοῦντες, πτωχεύσαντα δι' ἡμᾶς καὶ μηδὲν ὀφείλοντα ἡμῖν, καὶ λαμβάνοντες παρ' αὐτοῦ πολλὰ καὶ διδόντες τῷ σατανᾷ ἐπὶ ταπεινώσει τῶν ἡμετέρων ψυχῶν. Παράβαλε σὸν οὖς λόγοις σοφῶν: Οὗτος ἀκούει τῶν τοῦ θεοῦ λόγων, ὁ ποιῶν τὰ προστασσόμενα ὑπ' αὐτῶν· οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ σεαυτῷ τρισσῶς ἐν βουλῇ καὶ γνώσει (edd. εἰς βουλὴν κ. γνῶσιν) ἐπὶ τὸ πλάτος τῆς καρδίας σου: Ὁ πλατύνας διὰ τῆς καθαρότητος τὴν
About this text
Evagrius Ponticus, Expositio in Proverbia Salomonis (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s Expositio in Proverbia Salomonis — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.