Expositio in Proverbia Salomonis · §u05-rem-close

Unit 5 rem close

Rem CLOSEOUT: Unit 5 CLOSEOUT.

Greek

τρίβολοι, τὰ δὲ φῶς καὶ σκότος, καὶ ζωὴ καὶ θάνατος, τὰ δὲ νόσοι καὶ ὑγεῖαι· καὶ ἄλλα πάλιν ὀνομάζεται ψεῦδος καὶ ἀλήθεια· καὶ πολλὰ ἕτερα ὀνόματα τίθησιν ἡ γραφὴ κατά τε τῆς ψυχῆς καὶ τῶν νοημάτων αὐτῆς. ἃ δὲ τίθησι κατ' αὐτῆς, ὡς ἔστιν ὀλίγα ἐκ πολλῶν εἰπεῖν, ἔστιν ταῦτα· νοῦν, ψυχήν, καρδίαν, ἄνθρωπον, ἄνδρα, γυναῖκα, δοῦλον, οἰκέτην, πατέρα, υἱόν, πνεῦμα, ὀφθαλμόν, στόμα, χείλη, γλῶσσαν, λάρυγγα, κοιλίαν, κόλπον, βραχίονα, δάκτυλον, ξύλον, μυκτῆρα, πρόβατον, ἔριφον, ποιμένα, καὶ ἄλλα πλείονά ἐστιν ὀνόματα τῆς ψυχῆς, ἃ οὐ δυνατὸν νῦν παραθέσθαι διὰ τὸ εἶδος τῶν σχολίων πολυλογίαν μὴ ἐπιδεχομένων. ἐνταῦθα οὖν πίπτει δίκαιος νοῦς ἐνώπιον τοῦ σατανᾶ, λογισμὸν ἀκάθαρτον ἢ ψευδὲς δόγμα δεξάμενος. καὶ ὁ 21 ∆αυὶδ δὲ φησίν· Ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν. ἀλλὰ τοῦτο τὸ πτῶμα περιέχει γνῶσιν ἀληθῆ καὶ λογισμοὺς καθαρούς. Οὕτως ἀνὴρ ὃς οὐ μετὰ βουλῆς τι πράσσει: Βουλὴν εἶπεν ἐνταῦθα τὴν ἐπὶ τὸ κρεῖττον ῥοπὴν τῆς καρδίας. Μάστιξ ἵππῳ καὶ κέντρον ὄνῳ, ῥάβδος δὲ ἔθνει ἄφρονι (edd. παρανόμῳ): Ἡ ῥάβδος νῦν σύμβολόν. ἐστι κολάσεως. Ἐκ τῶν ἑαυτοῦ ποδῶν (ita etiam eatena; edd. ὁδῶν) ὄνειδος ποιεῖται ὁ ἀποστείλας λόγον δι' ἀγγέλου ἄφρονος: Οὐ δεῖ τοῖς κυσὶ διδόναι τὰ ἅγια, οὐδὲ βάλλειν τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. Ἀφελοῦ πορείαν σκελῶν καὶ παροιμίαν ἐκ τοῦ στόματος ἀφρόνων: Περίελε ἄφρονος ὁδὸν κακήν, καὶ γνῶσιν ψευδῆ μακρὰν ποίησον ἀπ' αὐτοῦ. Ὃς ἀποδεσμεύει λίθον ἐν σφενδόνῃ, ὅμοιός ἐστιν τῷ διδόντι ἄφρονι δόξαν: Οὐχ ἁρμόσει ἄφρονι γνῶσις, καὶ λίθος ἄτιμος ἐν σφενδόνῃ χρυσῇ. Πολλὰ χειμάζεται πᾶσα σὰρξ ἀφρόνων, συντρίβεται γὰρ ἡ ἔκστασις αὐτῶν: Ἐὰν συντριβῇ ἡ ἔκστασις τῶν ἀφρόνων, καθ' ἣν ἐξέστησαν θεοῦ, πάλιν καθαροὶ γενόμενοι προσέρχονται θεῷ· πᾶσα γὰρ σὰρξ ὄψεται τὸ σωτήριον τοῦ θεοῦ. προσεκτέον δὲ ἐνταῦθα ὅτι τὰς παχυνθείσας ψυχὰς ἀπὸ τῆς κακίας σάρκας ἀφρόνων 116 ὠνόμασεν· οὕτω καὶ ὁ κύριος φησίν· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Ὥσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἔμετον ἑαυτοῦ καὶ μισητὸς γένηται, οὕτως ἄφρων τῇ ἑαυτοῦ κακίᾳ ἀποστρέψας (edd. .): Ὁ ἀποβαλὼν κακίαν αὐτοῦ καὶ ἐπιστρέψας πάλιν πρὸς αὐτὴν ὅμοιός ἐστιν κυνὶ ἐσθίοντι τὸν ἑαυτοῦ ἔμετον. Κρύψας ὀκνηρὸς τὴν χεῖρα ἐν τῷ κόλπῳ αὐτοῦ οὐ δύναται ἐπενεγκεῖν: Εἰ ἀπὸ καρπῶν δικαιοσύνης φύεται δένδρον ζωῆς, πᾶς ὁ κρύπτων τὴν δικαιοσύνην τῇ ἀδικίᾳ οὐ βρώσεται ἐκ τούτου τοῦ δένδρου. Ὥσπερ ὁ κρατῶν κέρκου κυνός, οὕτως ὁ προεστὼς ἀλλοτρίας κρίσεως: Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς ψηφιζομένους τινὰς τῶν ἀναξίων ἐν ἱερωσύνῃ ἢ ἐν κλήρῳ. Ὅπου δὲ οὐκ ἔστιν δίθυμος, ἡσυχασθήσεται μάχη: Τὸν θυμώδη δίθυμον εἶπεν. Χείλη λεῖα καρδίαν καλύπτει πονηράν: Καρδίαν καθαρὰν οὐ καταλήψεται λύπη, ἐπιθυμίας γὰρ φθαρτὰς ἀπώσατο ἀπ' αὐτῆς. Ἐάν σου δέηται ὁ ἐχθρὸς ἱκετεύων (edd. om.) μεγάλῃ τῇ φωνῇ, μὴ πεισθῇς αὐτῷ: ∆έεται ἡμῶν ὁ σατανᾶς ποτὲ μὲν διὰ τῶν ἀκαθάρτων λογισμῶν γαργαλίζων ἡμᾶς καὶ τῷ λείῳ τῆς ἡδονῆς ἐπισπώμενος, ποτὲ δὲ καὶ φωνὴν οὕτως ἔναρθρον ὡς ἡττηθεὶς προβαλλόμενος, ὡς οὐ δεῖ πείθεσθαι ἄσπονδον ἔχοντι τὸν πόλεμον τὸν πρὸς ἡμᾶς. Ἑπτὰ γάρ εἰσι πονηρίαι ἐν τῇ καρδίᾳ αὐτοῦ: Τοῖς ἑπτὰ πνεύμασιν ἀντίκεινται αὗται αἱ πονηρίαι. Ψυχὴ ἐν πλησμονῇ οὖσα κηρίοις ἐμπαίζει, ψυχῇ δὲ ἐν ἐνδείᾳ (edd. ἐνδεεῖ) καὶ τὰ πικρὰ γλυκέα φαίνεται: Ψυχὴ καθαρὰ κατατρυφᾷ γνώσεως· ψυχὴ δὲ ἀκάθαρτος καὶ τὴν ψευδώνυμον γνῶσιν ἀληθῆ γνῶσιν νομίζει. Οὕτως ἄνθρωπος δουλοῦται, ὅταν ἀποξενωθῇ ἐκ τῶν ἰδίων τόπων: Τόπος τῆς καρδίας ἐστὶν ἀρετὴ καὶ γνῶσις, ἀφ' ὧν ἀποξενωθεὶς ἄνθρωπος ἐμπίπτει εἰς κακίαν καὶ ἀγνωσίαν καὶ γίνεται δοῦλος· ἐπειδὴ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας. Μύροις καὶ οἴνοις καὶ θυμιάμασι τέρπεται καρδία: Νοῦς ἀπαθὴς πολυποικίλῳ τέρπεται σοφίᾳ· νοῦς δὲ ἐμπαθὴς ἐν ἀγνωσίαις πεσεῖται. 117 Φίλον σὸν καὶ φίλον πατρῷον μὴ ἐγκαταλείπῃς: Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους. Εἰς δὲ τὸν οἶκον τοῦ ἀδελφοῦ σου μὴ εἰσέλθῃς ἀτυχῶν: Τοιοῦτος ἦν ὁ εἰσελθὼν εἰς τοὺς γάμους καὶ μὴ ἔχων ἔνδυμα γάμου. Κρεῖσσον φίλος ἐγγὺς ἢ ἀδελφὸς μακρὰν ἀποικῶν (edd. οἰκῶν): Κρεῖσσον ὁ συναπτόμενός μοι διὰ τῆς ἀληθοῦς γνώσεως ὑπὲρ τὸν συναπτόμενόν μοι διὰ τῆς μὴ ἀληθοῦς γνώσεως. Ἀφελοῦ τὸ ἱμάτιον αὐτοῦ, παρῆλθεν γὰρ ὑβριστής: Τοῦτ' ἔστιν τὸ

About this text

Evagrius Ponticus, Expositio in Proverbia Salomonis (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Evagrius Ponticus’s Expositio in Proverbia Salomonis — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.