Unit 5 rem mid
Rem mid: Unit 5; lemma continues; reading with the letter.
Greek
δοξάζων τὸν βασιλέα τιμᾷ τὰ προστάγματα αὐτοῦ· ὁ γὰρ ἀτιμάζων αὐτόν, διὰ τῆς παραβάσεως τοῦ νόμου ἀτιμάζει αὐτόν. Κτεῖνε ἀσεβεῖς ἐκ προσώπου βασιλέως, καὶ κατορθώσει ἐν δικαιοσύνῃ ὁ θρόνος αὐτοῦ: Ὁ λόγῳ πνευματικῷ τὸν παλαιὸν ἄνθρωπον ἀποκτένων, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, κατορθοῖ ἐν δικαιοσύνῃ τὸν ἑαυτοῦ νοῦν, ὅστις λέγεται εἶναι θρόνος θεοῦ· οὐδαμοῦ γὰρ πέφυκεν ἀλλαχοῦ καθέζεσθαι σοφία καὶ γνῶσις καὶ δικαιοσύνη, εἰ μὴ ἐν φύσει λογικῇ· ταῦτα δὲ πάντα ἐστὶν ὁ Χριστός. Μηδὲ ἐν τόποις δυναστῶν ὑφίστασο: Μὴ εἴπῃς Ἐπάνω τῶν ἄστρων θήσομαι τὸν θρόνον μου, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ· κρεῖσσον γὰρ τὸ ῥηθῆναι περὶ σοῦ τὸ ∆ιὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Μὴ πρόπιπτε (edd. πρόσπιπτε) εἰς μάχην ταχύ: ∆ιὰ τῆς μάχης τὴν κακίαν ἠνίξατο. Ἡνίκα δ' ἂν ὀνειδίζει (edd. σε ὀνειδίσῃ) ὁ σὸς φίλος, ἀναχώρει εἰς τὰ 'πίσω, μὴ καταφρόνει: Καὶ ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις ὀνειδίζει ταῖς πόλεσιν, ἐν αἷς αἱ πλεῖσται αὐτοῦ δυνάμεις γεγόνασιν, ὅτι οὐ μετενόησαν, Οὐαί σοι Χωραζίν, Οὐαί σοι λέγων Βητσαϊδά (ita cod.) Χάρις καὶ φιλία ἐλευθεροῖ, ἃς τήρησον σεαυτῷ, ἵνα μὴ ἐπονείδιστος γένῃ: Πυκνότερον ὁ Σολομὼν 20 (ita rursus cod. ut solet) φίλου τε μέμνηται καὶ φιλίας· διὸ καλῶς ἔχει νῦν προσέχειν τῷ ὀνόματι, τί βούλεται αὐτῷ σημαίνειν ἡ φιλία· Χάρις γάρ φησιν καὶ φιλία ἐλευθεροῖ. καίτοι ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους φησίν· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου ἐστέ, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. Παῦλος δὲ πάλιν γράφει· Χριστὸς ἡμᾶς ἠλευθέρωσεν ἐκ τῆς κατάρας τοῦ νόμου. εἰ οὖν ἡ φιλία ἐλευθεροῖ, καὶ ἡ ἀλήθεια ἐλευθεροῖ, καὶ ὁ σωτὴρ ἐλευθεροῖ, Χριστός ἐστιν ἡ ἀλήθεια καὶ ἡ φιλία· ὅθεν καὶ πάντες οἱ ἔχοντες τὴν γνῶσιν τοῦ Χριστοῦ φίλοι ἀλλήλων εἰσίν. οὕτω καὶ τοὺς μαθητὰς φίλους εἴρηκεν ὁ σωτήρ, καὶ Ἰωάννης φίλος ἦν τοῦ νυμφίου, Μωσῆς καὶ πάντες οἱ ἅγιοι· καὶ ἐπὶ ταύτης μόνον τῆς φιλίας οἱ τοῦ αὐτοῦ φίλοι καὶ ἀλλήλων εἰσὶν φίλοι. Ἀλλὰ φύλαξον τὰς ὁδούς σου εὐσυναλλάκτως: Ὁ διδαχθεὶς περὶ τῶν ἀρετῶν καὶ κατ' αὐτὰς ἐνεργῶν τὰς ὁδοὺς αὐτοῦ φυλάσσει εὐσυναλλάκτως. 114 Μῆλον χρυσοῦν ἐν ὁρμίσκῳ σαρδίου: Ὥσπερ μῆλον χρυσέον ἁρμόζει σαρδίῳ, οὕτως γνῶσις θεοῦ ψυχῇ καθαρᾷ. Ἐνώτιον (edd. Εἰς ἐνώτ.) χρυσοῦν καὶ σάρδιον πολυτελὲς δέδεται· λόγος σοφὸς εἰς οὖς εὐήκοον: Ἔμβαλε σάρδιον πολυτελὲς εἰς ἐνώτιον χρυσοῦν, καὶ σοφίαν κυρίου εἰς νοῦν ἀπαθῆ. Ὥσπερ ἔξοδος χιόνος ἐν ἀμητῷ κατὰ καῦμα ὠφελεῖ: Ὥσπερ χιὼν ψύχει καύσωνα, οὕτως γνῶσις ἁγίων διαλύει κόπον ψυχῆς. Γλῶσσα δὲ μαλακὴ συντρίβει ὀστέα: Νῦν τὴν θυμώδη ψυχὴν ὠνόμασεν μαλακήν, ἥτις συντρίβει τὰ ὀστᾶ τὰ πεφυκότα λέγειν· Κύριε, τίς ὅμοιός σοι; Σπάνιον εἴσαγε σὸν πόδα πρὸς σὸν (edd. σεαυτοῦ) φίλον: Σπανίως δεῖ ἅπτεσθαι θεολογικῶν προβλημάτων καὶ μὴ πυκνῶς τοῦτο ποιεῖν, μήποτε εἴπωμέν τι τῶν οὐ λεγομένων ἐπὶ θεοῦ, καὶ ὡς ἀσεβοῦντες τῆς πνευματικῆς ἐκπέσωμεν γνώσεως, τοῦ νοῦ δι' οἰκείαν ἀσθενείαν συνεχῶς ἐνατενίζειν τῇ τοιαύτῃ θεωρίᾳ μὴ δυναμένου. Ὀδοὺς (ut cod. Alex, ed. Ro. ὁδὸς) κακοῦ καὶ ποὺς (ex οῦ corr. est οὺ) παρανόμου ὀλεῖται ἐν ἡμέρᾳ κακῇ: Τοῦτ' ἔστιν ἡ κακία καὶ ἡ παρανομία ἀπολεῖται ἐν ἡμέρᾳ τῆς κρίσεως. Οὕτως προσπεσὸν πάθος ἐν σώματι καρδίαν λυπεῖ: Τὰ προσπίπτοντα τῇ καρδίᾳ πάθη αἱ κακίαι εἰσίν· ὧν κατὰ στέρησιν ὁ ἀπαθὴς ὀνομάζεται. Οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν: Λύπη ἐστὶν ψεκτή, στέρησις φθαρτῆς ἡδονῆς· λύπη δέ ἐστιν ἐπαινετή, στέρησις ἀρετῶν καὶ γνώσεως θεοῦ. Τοῦτο γὰρ ποιήσας ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τῆς κεφαλῆς (edd. ἐ. τὴν κεφ.) αὐτοῦ: ∆ιὰ τῆς χρηστότητος καὶ εὐποιΐας καθαρίζων αὐτοῦ τὸ ἡγεμονικόν. Πρόσωπον δὲ ἀναιδὲς γλῶσσαν ἐρεθίζει: Τὸν διάβολον εἶπεν πρόσωπον ἀναιδές, ἐρεθίζοντα τὴν ψυχήν· πανταχοῦ δὲ ὁ Σολομὼν (cod. rursus ῶν) γλῶσσαν τὸν νοῦν λέγει· τοῦτο οὖν τὸ πρόσωπον αἰδεῖσθαι ἐν κρίσει οὐ καλόν. 115 Ἀγγελία δὲ ἀγαθὴ ἐκ γῆς μακρόθεν: Οὕτως γνῶσις θεοῦ ἐκ γῆς πραέων. Οὕτως ἄκοσμον δίκαιον πεπτωκέναι ἐναντίον ἀσεβοῦς: Τῶν νοημάτων τοῦ νοῦ τὰ μὲν πτώματα αὐτοῦ λέγεται, τὰ δὲ ἐγέρσεις, τὰ δὲ καθέδρα, τὰ δὲ στάσις, καὶ ἄλλα περίπατος καί τινα αὐτοῦ προσκόμματα ὀνομάζεται· καὶ ἄλλα σκληρὰ καὶ μαλακά, καὶ εὐώδη καὶ δυσώδη, καὶ γλυκέα καὶ πικρά, καὶ λεῖα καὶ ὀρθὰ καὶ σκολιά· καὶ πάλιν τὰ μὲν αὐτοῦ καλεῖται ἄκανθαι καὶ
About this text
Evagrius Ponticus, Expositio in Proverbia Salomonis (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s Expositio in Proverbia Salomonis — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.