Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT.
Greek
ἐπιθυμοῦντες σώμασιν ἐντυγχάνωμεν. Οἷς οὐ πείθεσθαι δεῖ· μᾶλλον δὲ τὸ ἐναντίον ποιεῖν. 23 Μὴ δῷς σεαυτὸν τῷ τῆς ὀργῆς λογισμῷ κατὰ διάνοιαν τῷ λελυπηκότι μαχόμενος· μηδ' αὖ πάλιν τῷ τῆς πορνείας ἐπὶ πλεῖστον τὴν ἡδονὴν φανταζόμενος· τὸ μὲν γὰρ ἐπισκοτεῖ τῇ ψυχῇ, τὸ δὲ πρὸς τὴν πύρωσιν τοῦ πάθους αὐτὴν προσκαλεῖται· ἑκάτερα δὲ τὸν νοῦν σου ῥυπῶντα ποιεῖ· καὶ παρὰ τὸν καιρὸν τῆς προσευχῆς τὰ εἴδωλα φανταζόμενος καὶ καθαρὰν τῷ Θεῷ τὴν εὐχὴν μὴ προσφέρων εὐθὺς τῷ τῆς ἀκηδίας δαίμονι περιπίπτεις· ὅστις μάλιστα ταῖς τοιαύταις ἐφάλλεται καταστάσεσι καὶ δίκην κυνὸς καθάπερ νεβρὸν τὴν ψυχὴν διαρπάζει. 24 Φύσις θυμοῦ τὸ τοῖς δαίμοσι μάχεσθαι καὶ ὑπὲρ ἡστινοσοῦν ἡδονῆς ἀγωνίζεσθαι. ∆ιόπερ οἱ μὲν ἄγγελοι τὴν πνευματικὴν ἡμῖν ἡδονὴν ὑποβάλλοντες καὶ τὴν ἐκ ταύτης μακαριότητα, πρὸς τοὺς δαίμονας τὸν θυμὸν τρέψαι παρακαλοῦσιν· ἐκεῖνοι δ' αὖ πάλιν πρὸς τὰς κοσμικὰς ἐπιθυμίας ἕλκοντες ἡμᾶς, τὸν θυμὸν παρὰ φύσιν μάχεσθαι τοῖς ἀνθρώποις βιάζονται, ἵνα σκοτισθεὶς ὁ νοῦς καὶ τῆς γνώσεως ἐκπεσὼν προδότης γένηται τῶν ἀρετῶν. 25 Πρόσεχε σεαυτῷ μήποτε φυγαδεύσῃς τινὰ τῶν ἀδελφῶν παροργίσας, καὶ οὐκ ἐκφεύξῃ ἐν τῇ ζωῇ σου τὸν τῆς λύπης δαίμονα παρὰ τὸν καιρὸν τῆς προσευχῆς ἀεί σοι σκῶλον γινόμενον. 4 26 Μνησικακίαν σβέννυσι δῶρα· καὶ πειθέτω σε Ἰακὼβ τὸν Ἠσαῦ δόμασιν ὑπελθὼν μετὰ τετρακοσίων εἰς ὑπάντησιν ἐξελθόντα. Ἀλλ' ἡμεῖς πένητες ὄντες τραπέζῃ τὴν χρείαν πληρώσωμεν. 27 Ὅταν τῷ τῆς ἀκηδίας περιπέσωμεν δαίμονι, τὸ τηνικαῦτα τὴν ψυχὴν μετὰ δακρύων μερίσαντες τὴν μὲν παρακαλοῦσαν τὴν δὲ παρακαλουμένην ποιήσωμεν, ἐλπίδας ἀγαθὰς ἑαυτοῖς ὑποσπείροντες καὶ τὸ τοῦ ἁγίου ∆αυῒδ κατεπᾴδοντες· ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου. 28 Οὐ δεῖ κατὰ τὸν καιρὸν τῶν πειρασμῶν καταλιμπάνειν τὴν κέλλαν προφάσεις εὐλόγους δῆθεν πλαττόμενον, ἀλλ' ἔνδον καθῆσθαι καὶ ὑπομένειν καὶ δέχεσθαι γενναίως τοὺς ἐπερχομένους ἅπαντας μέν, ἐξαιρέτως δὲ τὸν τῆς ἀκηδίας δαίμονα, ὅστις ὑπὲρ πάντας βαρύτατος ὢν δοκιμωτάτην μάλιστα τὴν ψυχὴν ἀπεργάζεται. Τὸ γὰρ φεύγειν τοὺς τοιούτους ἀγῶνας καὶ περιίστασθαι ἄτεχνον τὸν νοῦν καὶ δειλὸν καὶ δραπέτην διδάσκει. 29 Ἔλεγε δὲ ὁ ἅγιος καὶ πρακτικώτατος ἡμῶν διδάσκαλος· 29 οὕτω δεῖ ἀεὶ παρασκευάζεσθαι τὸν μοναχὸν ὡς αὔριον τεθνηξόμενον, καὶ οὕτω πάλιν τῷ σώματι κεχρῆσθαι ὡς ἐν πολλοῖς ἔτεσι συζησόμενον. Τὸ μὲν γάρ, φησί, τοὺς τῆς ἀκηδίας λογισμοὺς περικόπτει καὶ σπουδαιότερον παρασκευάζει τὸν μοναχόν· τὸ δὲ σῶον διαφυλάττει τὸ σῶμα καὶ ἴσην αὐτοῦ ἀεὶ συντηρεῖ τὴν ἐγκράτειαν. 30 Χαλεπὸν διαφυγεῖν τὸν τῆς κενοδοξίας λογισμόν· ὃ γὰρ ποιεῖς εἰς καθαίρεσιν αὐτοῦ τοῦτο ἀρχή σοι κενοδοξίας ἑτέρας καθίσταται. Οὐ παντὶ δὲ λογισμῷ ἡμῶν ὀρθῷ ἐναντιοῦνται οἱ δαίμονες ἀλλά τισι καὶ αἱ κακίαι αὗται καθ' ἃς πεποιώμεθα. 31 Ἔγνων τὸν τῆς κενοδοξίας δαίμονα σχεδὸν ὑπὸ πάντων διωκόμενον τῶν δαιμόνων καὶ ἐπὶ τοῖς τῶν διωκόντων πτώμασιν ἀναιδῶς παριστάμενον καὶ τῷ μοναχῷ μέγεθος ἀρετῶν ἐμφανίζοντα. 32 Ὁ γνώσεως ἐφαψάμενος καὶ τὴν ἀπ' αὐτῆς καρπούμενος ἡδονὴν οὐκέτι τῷ τῆς κενοδοξίας πεισθήσεται δαίμονι, πάσας αὐτῷ τὰς ἡδονὰς τοῦ κόσμου προσάγοντι· τί γὰρ ἂν καὶ ὑπόσχοιτο μεῖζον πνευματικῆς θεωρίας; Ἐν ὅσῳ δέ ἐσμεν γνώσεως ἄγευστοι, τὴν πρακτικὴν προθύμως κατεργαζώμεθα, τὸν σκοπὸν ἡμῶν δεικνύντες Θεῷ ὅτι πάντα πράττομεν τῆς αὐτοῦ γνώσεως ἕνεκεν. 33 Μέμνησο τοῦ προτέρου σου βίου καὶ τῶν ἀρχαίων παραπτωμάτων, καὶ πῶς ἐμπαθὴς ὢν ἐλέει Χριστοῦ πρὸς τὴν ἀπάθειαν μεταβέβηκας, καὶ πῶς πάλιν ἐξῆλθες τοῦ κόσμου τοῦ πολλὰ καὶ πολλάκις σε ταπεινώσαντος. Λόγισαι δέ μοι καὶ τοῦτο· τίς ὁ ἐν τῇ ἐρήμῳ φυλάσσων σε, καὶ τίς ὁ ἀπελαύνων τοὺς δαίμονας βρύχοντας κατὰ σοῦ τοὺς ὀδόντας αὐτῶν. Οἱ γὰρ τοιοῦτοι λογισμοὶ ταπεινοφροσύνην μὲν ἐμποιοῦσιν, τὸν δὲ τῆς ὑπερηφανίας οὐκ εἰσδέχονται δαίμονα.
About this text
Evagrius Ponticus, Practicus (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s Practicus — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.