Practicus · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

εἰς ἐπιθυμίαν τόπων ἑτέρων ἐν οἷς ῥᾳδίως τὰ πρὸς τὴν χρείαν ἔστιν εὑρεῖν καὶ τέχνην μετελθεῖν εὐκοπωτέραν μᾶλλον καὶ προχωροῦσαν· καὶ ὡς οὐκ ἔστιν ἐν τόπῳ τὸ εὐαρεστεῖν τῷ Κυρίῳ προστίθησιν· πανταχοῦ γάρ, φησί, τὸ θεῖον προσκυνητόν. Συνάπτει δὲ τούτοις καὶ μνήμην τῶν οἰκείων καὶ τῆς προτέρας διαγωγῆς· καὶ χρόνον τῆς ζωῆς ὑπογράφει μακρόν, τοὺς τῆς ἀσκήσεως πόνους φέρων πρὸ ὀφθαλμῶν· καὶ πᾶσαν τὸ δὴ λεγόμενον κινεῖ μηχανὴν ἵνα καταλελοιπὼς ὁ μοναχὸς τὴν κέλλαν φύγῃ τὸ στάδιον. Τούτῳ τῷ δαίμονι ἄλλος μὲν εὐθὺς δαίμων οὐχ ἕπεται· εἰρηνικὴ δέ τις κατάστασις καὶ χαρὰ ἀνεκλάλητος μετὰ τὸν ἀγῶνα τὴν ψυχὴν διαδέχεται. 13 Ὁ τῆς κενοδοξίας λογισμὸς λεπτότατός τίς ἐστι καὶ παρυφίσταται τοῖς κατορθοῦσι ῥᾳδίως δημοσιεύειν αὐτῶν τοὺς ἀγῶνας βουλόμενος καὶ τὰς παρὰ τῶν ἀνθρώπων δόξας θηρώμενος, δαίμονάς τε κράζοντας ἀναπλάττων καὶ θεραπευόμενα γύναια καὶ ὄχλον τινὰ τῶν ἱματίων ἐφαπτόμενον· μαντεύεται δὲ αὐτῷ καὶ ἱερωσύνην λοιπὸν καὶ τοὺς ζητοῦντας αὐτὸν ταῖς θύραις ἐφίστησι· καὶ ὡς εἰ μὴ βούλοιτο δέσμιος ἀπαχθήσεται. Καὶ οὕτως αὐτὸν μετέωρον ταῖς κεναῖς ἐλπίσι ποιήσας ἀφίπταται καταλιπὼν ἢ τῷ τῆς ὑπερηφανίας δαίμονι πειράζειν αὐτὸν ἢ τῷ τῆς λύπης, ὅστις ἐπάγει καὶ λογισμοὺς αὐτῷ ταῖς ἐλπίσιν ἐναντιουμένους· ἔστι δὲ ὅτε καὶ τῷ τῆς πορνείας δαίμονι παραδίδωσι τὸν πρὸ ὀλίγου δέσμιον καὶ ἅγιον ἱερέα. 14 Ὁ τῆς ὑπερηφανίας δαίμων χαλεπωτάτης πτώσεως τῇ ψυχῇ πρόξενος γίνεται· ἀναπείθει γὰρ αὐτὴν Θεὸν μὲν μὴ ὁμολογεῖν βοηθόν, ἑαυτὴν δὲ τῶν κατορθουμένων αἰτίαν εἶναι νομίζειν καὶ φυσιοῦσθαι κατὰ τῶν ἀδελφῶν ὡς ἀνοήτων, διότι μὴ τοῦτο περὶ αὐτῆς πάντες ἐπίστανται. Παρακολουθεῖ δὲ ταύτῃ ὀργὴ καὶ λύπη, καὶ τὸ τελευταῖον κακόν, ἔκστασις φρενῶν καὶ μανία καὶ δαιμόνων ἐν τῷ ἀέρι πλῆθος ὁρώμενον. t15-33 Πρὸς τοὺς ὀκτὼ λογισμούσ 15 Νοῦν μὲν πλανώμενον ἵστησιν ἀνάγνωσις καὶ ἀγρυπνία καὶ προσευχή· ἐπιθυμίαν δὲ ἐκφλογουμένην μαραίνει πεῖνα καὶ κόπος καὶ ἀναχώρησις· θυμὸν δὲ καταπαύει κυκώμενον ψαλμῳδία καὶ μακροθυμία καὶ ἔλεος· καὶ ταῦτα τοῖς 3 προσήκουσι χρόνοις τε καὶ μέτροις γινόμενα· τὰ γὰρ ἄμετρα καὶ ἄκαιρα ὀλιγοχρόνια· τὰ δὲ ὀλιγοχρόνια βλαβερὰ μᾶλλον καὶ οὐκ ὠφέλιμα. 16 Ὁπηνίκα διαφόρων βρωμάτων ἐφίεται ἡμῶν ἡ ψυχή, τὸ τηνικαῦτα ἐν ἄρτῳ στενούσθω καὶ ὕδατι ἵν' εὐχάριστος γένηται καὶ ἐπ' αὐτῷ ψιλῷ τῷ ψωμῷ· κόρος γὰρ ποικίλων ἐδεσμάτων ἐπιθυμεῖ, λιμὸς δὲ τὸν κόρον τοῦ ἄρτου μακαριότητα εἶναι νομίζει. 17 Πάνυ πρὸς σωφροσύνην συμβάλλεται ἡ τοῦ ὕδατος ἔνδεια· καὶ πειθέτωσάν σε τῶν Ἰσραηλιτῶν οἱ μετὰ Γεδεὼν τριακόσιοι τὴν Μαδιὰμ χειρωσάμενοι. 18 Ὡς ζωὴν καὶ θάνατον ἅμα συμβῆναι τῷ αὐτῷ τῶν οὐκ ἐνδεχομένων ἐστίν, οὕτως ἀγάπην χρήμασι συνυπάρξαι τινὶ τῶν ἀδυνάτων ἐστίν· ἀναιρετικὴ γὰρ οὐ μόνον χρημάτων ἡ ἀγάπη, ἀλλὰ καὶ αὐτῆς ἡμῶν τῆς προσκαίρου ζωῆς. 19 Ὁ φεύγων πάσας τὰς κοσμικὰς ἡδονὰς πύργος ἐστὶ τῷ τῆς λύπης ἀπρόσιτος δαίμονι· λύπη γάρ ἐστι στέρησις ἡδονῆς ἢ παρούσης ἢ προσδοκωμένης· ἀδύνατον δὲ τὸν ἐχθρὸν τοῦτον ἀπώσασθαι πρός τι τῶν ἐπιγείων ἔχοντας ἡμᾶς προσπάθειαν· ἐκεῖ γὰρ ἵστησι τὴν παγίδα καὶ τὴν λύπην ἐργάζεται ὅπου βλέπει μάλιστα νενευκότας ἡμᾶς. 20 Ὀργὴ μὲν καὶ μῖσος αὔξει θυμόν· ἐλεημοσύνη δὲ καὶ πραΰτης καὶ τὸν ὄντα μειοῖ. 21 Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ἡμῶν, ἵνα μὴ νύκτωρ ἐπιστάντες οἱ δαίμονες ἐκδειματώσωσι τὴν ψυχὴν καὶ δειλότερον ποιήσωσι τῇ ἐπιούσῃ τὸν νοῦν πρὸς τὸν πόλεμον· τὰ γὰρ φοβερὰ φάσματα ἐκ τῆς ταραχῆς τοῦ θυμοῦ πέφυκε γίνεσθαι· οὐδὲν δὲ λειποτάκτην οὕτως ἄλλο τὸν νοῦν ἀπεργάζεται ὡς θυμὸς ταρασσόμενος. 22 Ὁπηνίκα προφάσεως ἐφαψάμενον τὸ θυμικὸν ἡμῶν μέρος τῆς ψυχῆς ἐκταράσσεται, τὸ τηνικαῦτα καὶ οἱ δαίμονες τὴν ἀναχώρησιν ἡμῖν ὡς καλὴν ὑποβάλλουσιν, ἵνα μὴ τὰς αἰτίας τῆς λύπης λύσαντες ταραχῆς ἑαυτοὺς ἀπαλλάξωμεν. Ὅταν δὲ τὸ ἐπιθυμητικὸν ἐκθερμαίνηται, τότε πάλιν φιλανθρώπους ἡμᾶς ἀπεργάζονται σκληροὺς καὶ ἀγρίους ἀποκαλοῦντες, ἵνα σωμάτων

About this text

Evagrius Ponticus, Practicus (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Evagrius Ponticus’s Practicus — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.