Practicus · §u02-rem-mid

Unit 2 rem mid

Rem mid: Unit 2; lemma continues; reading with the letter.

Greek

διὰ τῶν ἐνυπνίων ἐπιγνωσόμεθα· καὶ τὴν μὲν ἀπάθειαν ὑγείαν ἐροῦμεν εἶναι ψυχῆς, τροφὴν δὲ τὴν γνῶσιν, ἥτις μόνη συνάπτειν ἡμᾶς ταῖς ἁγίαις δυνάμεσιν εἴωθεν· εἴπερ ἡ τῶν ἀσωμάτων συνάφεια ἐκ τῆς ὁμοίας διαθέσεως γίνεσθαι πέφυκεν. t5762 Περὶ καταστάσεως ἐγγιζούσης τῇ ἀπαθείᾳ 57 ∆ύο τῆς ψυχῆς εἰρηνικαὶ καταστάσεις εἰσί, μία μὲν ἡ ἀπὸ τῶν φυσικῶν σπερμάτων ἀναδιδομένη, ἑτέρα δὲ ἡ ἐξ ὑποχωρήσεως τῶν δαιμόνων ἐπιγινομένη· καὶ τῇ μὲν προτέρᾳ ἀκολουθεῖ ταπεινοφροσύνη μετὰ κατανύξεως, καὶ δάκρυον καὶ πόθος πρὸς τὸ θεῖον ἄπειρος, καὶ σπουδὴ περὶ τὸ ἔργον ἀμέτρητος· τῇ δὲ δευτέρᾳ κενοδοξία μετὰ ὑπερηφανίας ἐν ἀναιρέσει τῶν λοιπῶν δαιμόνων τὸν μοναχὸν ὑποσύρουσα. Ὁ τοίνυν τηρῶν τὰ ὅρια τῆς προτέρας καταστάσεως, τὰς ἐπιδρομὰς τῶν δαιμόνων ὀξύτερον ἐπιγνώσεται. 58 Ὁ τῆς κενοδοξίας δαίμων ἀντίκειται τῷ δαίμονι τῆς πορνείας, καὶ τούτους ἅμα προσβαλεῖν ψυχῇ τῶν οὐκ ἐνδεχομένων ἐστίν· εἴπερ ὁ μὲν τιμὰς ἐπαγγέλλεται, ὁ δὲ ἀτιμίας πρόξενος γίνεται· ὁπότερος τοίνυν τούτων ἐὰν προσεγγίσας πιέζῃ σε, τοὺς τοῦ ἀντικειμένου δαίμονος πλάττε δῆθεν ἐν σεαυτῷ λογισμούς· κἂν δυνηθῇς τὸ δὴ λεγόμενον ἥλῳ τὸν ἧλον ἐκκρούειν, γίνωσκε σεαυτὸν πλησίον ὄντα τῶν ὅρων τῆς ἀπαθείας· ἴσχυσε γάρ σου ὁ νοῦς λογισμοῖς ἀνθρωπίνοις λογισμοὺς ἀφανίσαι δαιμόνων. Τὸ δὲ διὰ ταπεινοφροσύνης ἀπώσασθαι τὸν τῆς κενοδοξίας λογισμόν, ἢ διὰ σωφροσύνης τὸν τῆς πορνείας, βαθυτάτης ἂν εἴη τεκμήριον ἀπαθείας. Καὶ τοῦτο ἐπὶ πάντων τῶν ἀντικειμένων ἀλλήλοις δαιμόνων πράττειν πειράθητι· ἅμα γὰρ καὶ γνώσῃ ποίῳ πάθει μᾶλλον πεποίωσαι. Πλὴν ὅση δύναμις αἴτει παρὰ Θεοῦ τῷ δευτέρῳ τρόπῳ τοὺς πολεμίους ἀμύνασθαι. 59 Ὅσῳ προκόπτει ψυχή, τοσούτῳ μείζονες αὐτὴν ἀνταγωνισταὶ διαδέχονται· τοὺς γὰρ αὐτοὺς ἀεὶ δαίμονας αὐτῇ παραμένειν οὐ πείθομαι· καὶ τοῦτο ἴσασι μάλιστα οἱ ὀξύτερον τοῖς πειρασμοῖς ἐπιβάλλοντες, καὶ τὴν προσοῦσαν αὐτοῖς ἀπάθειαν ἐκμοχλευομένην ὑπὸ τῶν διαδεξαμένων ὁρῶντες. 60 Ἡ μὲν τελεία τῇ ψυχῇ ἀπάθεια μετὰ τὴν νίκην τὴν κατὰ πάντων τῶν ἀντικειμένων τῇ πρακτικῇ δαιμόνων ἐγγίνεται· ἡ δὲ ἀτελὴς ἀπάθεια ὡς πρὸς τὴν δύναμιν τέως τοῦ παλαίοντος αὐτῇ λέγεται δαίμονος. 8 61 Οὐκ ἂν προέλθοι ὁ νοῦς, οὐδὲ ἀποδημήσει τὴν καλὴν ἐκείνην ἀποδημίαν, καὶ ἐν τῇ χώρᾳ γένοιτο τῶν ἀσωμάτων, μὴ τὰ ἔνδον διορθωσάμενος· ἡ γὰρ ταραχὴ τῶν οἰκείων ἐπιστρέφειν αὐτὸν εἴωθε πρὸς τὰ ἀφ' ὧν ἐξελήλυθεν. 62 Τὸν νοῦν καὶ αἱ ἀρεταὶ καὶ αἱ κακίαι τυφλὸν ἀπεργάζονται· αἱ μέν, ἵνα μὴ βλέπῃ τὰς κακίας· αἱ δέ, ἵνα μὴ πάλιν ἴδῃ τὰς ἀρετάς. t63-70 Περὶ τῶν τῆς ἀπαθείας συμβόλων 63 Ὅταν ὁ νοῦς ἀπερισπάστως ἄρξηται ποιεῖσθαι τὰς προσευχάς, τότε περὶ τὸ θυμικὸν μέρος τῆς ψυχῆς νύκτωρ καὶ μεθ' ἡμέραν ὁ πᾶς συνίσταται πόλεμος. 64 Ἀπαθείας τεκμήριον, νοῦς ἀρξάμενος τὸ οἰκεῖον φέγγος ὁρᾶν, καὶ πρὸς τὰ καθ' ὕπνον φάσματα διαμένων ἥσυχος, καὶ λεῖος βλέπων τὰ πράγματα. 65 Ἔρρωται νοῦς μηδὲν τῶν τοῦ κόσμου τούτου παρὰ τὸν καιρὸν τῆς προσευχῆς φανταζόμενος. 66 Νοῦς σὺν Θεῷ πρακτικὴν κατορθώσας καὶ προσπελάσας τῇ γνώσει ὀλίγον ἢ οὐδ' ὅλως τοῦ ἀλόγου μέρους τῆς ψυχῆς ἐπαισθάνεται, τῆς γνώσεως αὐτὸν ἁρπαζούσης μετάρσιον καὶ χωριζούσης τῶν αἰσθητῶν. 67 Ἀπάθειαν ἔχει ψυχή, οὐχ ἡ μὴ πάσχουσα πρὸς τὰ πράγματα, ἀλλ' ἡ καὶ πρὸς τὰς μνήμας αὐτῶν ἀτάραχος διαμένουσα. 68 Ὁ τέλειος οὐκ ἐγκρατεύεται, καὶ ὁ ἀπαθὴς οὐχ ὑπομένει, εἴπερ τοῦ πάσχοντος ἡ ὑπομονή, καὶ τοῦ ὀχλουμένου ἡ ἐγκράτεια. 69 Μέγα μὲν τὸ ἀπερισπάστως προσεύχεσθαι, μεῖζον δὲ τὸ καὶ ψάλλειν ἀπερισπάστως. 70 Ὁ τὰς ἀρετὰς ἐν ἑαυτῷ καθιδρύσας, καὶ ταύταις ὅλος ἀνακραθείς, οὐκ ἔτι μέμνηται νόμου ἢ ἐντολῶν ἢ κολάσεως, ἀλλὰ ταῦτα λέγει καὶ πράττει ὁπόσα ἡ ἀρίστη ἕξις ὑπαγορεύει. t70–90 Θεωρήματα πρακτικά 71 οαʹ Αἱ μὲν δαιμονιώδεις ᾠδαὶ τὴν ἐπιθυμίαν ἡμῶν κινοῦσι, καὶ εἰς αἰσχρὰς τὴν ψυχὴν φαντασίας ἐμβάλλουσιν· οἱ δὲ ψαλμοὶ καὶ ὕμνοι καὶ αἱ πνευματικαὶ ᾠδαὶ εἰς μνήμην ἀεὶ τῆς ἀρετῆς τὸν νοῦν προκαλοῦνται, περιζέοντα τὸν θυμὸν ἡμῶν καταψύχοντες καὶ τὰς ἐπιθυμίας μαραίνοντες. 72 Εἰ οἱ παλαίοντες ἐν τῷ θλίβεσθαι καὶ ἀντιθλίβειν εἰσί, παλαίουσι δὲ ἡμῖν οἱ δαίμονες, καὶ αὐτοὶ ἄρα θλίβοντες ἡμᾶς ὑφ' ἡμῶν ἀντιθλίβονται. Ἐκθλίψω γὰρ αὐτούς, φησί, καὶ οὐ μὴ δύνωνται στῆναι. Καὶ πάλιν· οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσον. 73 Ἀνάπαυσις μὲν τῇ σοφίᾳ, κόπος δὲ τῇ φρονήσει συνέζευκται· οὐκ ἔστι γὰρ

About this text

Evagrius Ponticus, Practicus (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Evagrius Ponticus’s Practicus — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.