Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
Τὸ ἀγαθὸν ποιοῦμεν διὰ τῆς εὐκαίρου χρήσεως τῶν ὑπὸ τοῦ θεοῦ δεδομένων ἡμῖν· οὕτω γὰρ καὶ πάντα καλὰ ἔσται ἐν καιρῷ αὐτοῦ καὶ «ἰδοὺ πάντα καλὰ λίαν». 17 3, 14 ἔγνων ὅτι πάντα ὅσα ἐποίησεν ὁ θεός, αὐτὰ ἔσται εἰς τὸν αἰῶνα· ἐπ' αὐτῶν οὐκ ἔστιν προσθεῖναι, καὶ ἀπ' αὐτῶν οὐκ ἔστιν ἀφελεῖν, καὶ ὁ θεὸς ἐποίησεν, ἵνα φοβηθῶσιν ἀπὸ προσώπου αὐτοῦ Εἰ «πάντα ὅσα ἐποίησεν ὁ θεὸς ἔσται εἰς τὸν αἰῶνα», τὴν δὲ κακίαν ὁ θεὸς οὐκ ἐποίησεν, οὐκ ἔσται ἄρα εἰς τὸν αἰῶνα ἡ κακία. 18 Ἀπὸ τῆς πολυποικίλου σοφίας οὐκ ἔστιν ἀφελεῖν καὶ ταύτῃ οὐκ ἔστι προσθεῖναι. Ἐποίησε δέ, φησίν, αὐτὴν ὁ θεὸς ἵνα οἱ ἄνθρωποι ἐφιέμενοι τῆς γνώσεως παύσωνται τῆς κακίας· «τῷ γὰρ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.» 19 3, 15 τὸ γενόμενον ἤδη ἐστίν, καὶ ὅσα τοῦ γίνεσθαι, ἤδη γέγονεν, καὶ ὁ θεὸς ζητήσει τὸν διωκόμενον Εἰ «μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν», ἡ δὲ βασιλεία τῶν οὐρανῶν οἱ λόγοι τῶν γεγονότων καὶ γενησομένων αἰώνων εἰσί, μακάριοι ἄρα οἱ δεδιωγμένοι, ὅτι αὐτοὶ γνώσονται τὴν θεωρίαν τῶν γεγονότων. Τοῦτον γὰρ λέγεται ζητεῖν ὁ θεὸς ὃν φωτίζει τῇ γνώσει καὶ τοῦτον μὴ ζητεῖν ὃν μὴ φωτίζει τῇ γνώσει· «ἐπλανήθην, φησὶν ὁ ∆αυίδ, ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην»· καὶ γὰρ αὐτὸς ἦν διωκόμενος· «πολλοί, φησίν, οἱ ἐκδιώκοντές με καὶ θλίβοντές με· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα.» 20 3, 18 ἐκεῖ εἶπα ἐγὼ ἐν καρδίᾳ μου περὶ λαλιᾶς υἱῶν τοῦ ἀνθρώπου ὅτι διακρινεῖ αὐτοὺς ὁ θεός, καὶ τοῦτο δεῖξαι ὅτι αὐτοὶ κτήνη εἰσίν Λαλιὰν νῦν τοῦ ἀνθρώπου τὸν βίον αὐτοῦ ὠνόμασεν, εἴγε περὶ παντὸς ἀργοῦ λόγου δώσομεν εὐθύνας ἐν ἡμέρᾳ κρίσεως, ἐν ᾗ καὶ οἱ καθαροὶ καὶ οἱ ἀκάθαρτοι φανεροῦνται. 21 3, 19 καί γε αὐτοῖς συνάντημα υἱῶν τοῦ ἀνθρώπου καὶ συνάντημα τοῦ κτήνους, συνάντημα ἓν αὐτοῖς· ὡς ὁ θάνατος τούτου, οὕτως ὁ θάνατος τούτου, καὶ πνεῦμα ἓν τοῖς πᾶσιν· καὶ τί ἐπερίσσευσεν ὁ ἄνθρωπος παρὰ τὸ κτῆνος; οὐδέν, ὅτι τὰ πάντα ματαιότης. 3, 20 τὰ πάντα πορεύεται εἰς τόπον ἕνα· τὰ πάντα ἐγένετο ἀπὸ τοῦ χοός, καὶ τὰ πάντα ἐπιστρέφει εἰς τὸν χοῦν· 3, 21 καὶ τίς οἶδεν τὸ πνεῦμα υἱῶν τοῦ ἀνθρώπου εἰ ἀναβαίνει αὐτὸ εἰς ἄνω, καὶ πνεῦμα τοῦ κτήνους εἰ καταβαίνει αὐτὸ κάτω εἰς τὴν γῆν; 3, 22 καὶ εἶδον ὅτι οὐκ ἔστιν ἀγαθὸν εἰ μὴ ὃ εὐφρανθήσεται ἄνθρωπος ἐν ποιήμασιν αὐτοῦ, ὅτι αὐτὸ μερὶς αὐτοῦ· ὅτι τίς ἄξει αὐτὸν τοῦ ἰδεῖν ἐν ᾧ ἐὰν γένηται μετ' αὐτόν; Συνάντημα λέγει τὰ κοινῶς συμβαίνοντα πᾶσιν ἀνθρώποις καὶ δικαίοις καὶ ἀδίκοις ἐν τῷ κόσμῳ τούτῳ, οἷον ζωήν, θάνατον, νόσον, ὑγείαν, πλοῦτον, πενίαν, ἀποβολὰς μελῶν, γυναικῶν, τέκνων, ὑπαρχόντων, ἀφ' ὧν οὐκ ἔστι διαγνῶναι πρὸ τῆς κρίσεως τὸν δίκαιον καὶ τὸν ἀσεβῆ. Κοινὸν δὲ λέγει αὐτῶν καὶ τὸ ἀπὸ τοῦ χοὸς εἶναι καὶ τὸ ἐπιστρέφειν πάλιν ἐπὶ τὸν χοῦν καὶ τὸ μίαν αὐτοὺς ἔχειν ψυχὴν οὐ τῷ ἀριθμῷ, ἀλλὰ τῇ φύσει· «πνεῦμα γάρ, φησίν, ἓν τοῖς πᾶσι.» Κτῆνος δὲ νῦν εἶπε τὸν ἄνθρωπον τὸν γενόμενον ἐν τιμῇ καὶ μὴ συνιέντα, ἀλλὰ διὰ τῶν ἀλόγων ἡδονῶν συμπαραβληθέντα τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὁμοιωθέντα αὐτοῖς. Ἀλλ' οὐδὲ δι' ὧν ἐνεργοῦσιν οἱ δίκαιοι καὶ οἱ ἄδικοι γνώριμοι σαφῶς ἔσονται πρὸ τῆς κρίσεως, πολλῶν ἀδίκων 3 μεταβάντων ἐπὶ δικαιοσύνην καὶ ὑψωθέντων καὶ πολλῶν δικαίων τῆς ἀρετῆς ἐκπεσόντων καὶ ταπεινωθέντων. Τί οὖν τὸ περισσὸν εὗρον ἐν τούτοις; νῦν, οὐδέν, φησίν. Πάντα γὰρ ματαιότης πλὴν τῆς πνευματικῆς εὐφροσύνης, ἥτις ἐπὶ τοῖς ποιήμασι καὶ ταῖς ἀρεταῖς τοῦ ἀνθρώπου πέφυκεν γίνεσθαι· ταύτης γὰρ τῆς εὐφροσύνης ὁ ἐκπεσὼν οὐκ ἐπανήξει πάλιν ἐνταῦθα ποιήσων τὰ συντελοῦντα πρὸς κτῆσιν αὐτῆς. 22 Ὅτι καὶ ἡ ἄλογος ψυχὴ λέγεται πνεῦμα. 23 4, 1 καὶ ἐπέστρεψα ἐγὼ καὶ εἶδον σὺν πάσας τὰς συκοφαντίας τὰς γενομένας ὑπὸ τὸν ἥλιον· καὶ ἰδοὺ δάκρυον τῶν συκοφαντουμένων, καὶ οὐκ ἔστιν αὐτοῖς παρακαλῶν, καὶ ἀπὸ χειρὸς συκοφαντούντων αὐτοὺς ἰσχύς, καὶ οὐκ ἔστιν αὐτοῖς ὁ παρακαλῶν Συκοφαντίας λέγει τοὺς ἀντικειμένους ἡμῖν· «ἔκδεξαι γάρ, φησί, τὸν δοῦλόν σου εἰς ἀγαθόν· μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι»· καὶ πάλιν περὶ τοῦ σωτῆρος Χριστοῦ φησι· «καὶ ταπεινώσει συκοφάντην καὶ συμπαραμενεῖ τῷ ἡλίῳ.» Οἱ δὲ συκοφαντούμενοι πρὸ τοῦ Χριστοῦ ἦσαν οἱ ἄνθρωποι οἷς οὐχ ὑπῆρχεν ὁ παρακαλῶν, ὁποῖος ἦν ὁ λέγων ταῦτα· «παρακαλῶ ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν κυρίῳ ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, μετὰ πάσης ταπεινοφροσύνης καὶ
About this text
Evagrius Ponticus, Scholia in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s Scholia in Ecclesiasten — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.