Scholia in Ecclesiasten · §u01-rem-close

Unit 1 rem close

Rem CLOSEOUT: Unit 1 CLOSEOUT.

Greek

πραότητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ.» 24 4, 2 καὶ ἐπῄνεσα ἐγὼ σὺν τοὺς τεθνηκότας, τοὺς ἤδη ἀποθανόντας, ὑπὲρ τοὺς ζῶντας, ὅσοι αὐτοὶ ζῶσιν ἕως τοῦ νῦν· 4, 3 καὶ ἀγαθὸς ὑπὲρ τοὺς δύο τούτους ὅστις οὔπω ἐγένετο, ὃς οὐκ εἶδεν σὺν τὸ ποίημα τὸ πονηρὸν τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον Καὶ ἐπῄνεσα τοὺς ἤδη συναποθανόντας τῷ Χριστῷ καὶ ῥυσθέντας ἀπὸ τῶν συκοφαντούντων αὐτοὺς ὑπὲρ τοὺς ζῶντας ἐν κακίᾳ καὶ ἐπιμένοντας αὐτῇ μέχρι τοῦ νῦν. Ἀγαθὸς δὲ ὁ μήτε προσδεηθεὶς τοιούτου θανάτου χωρίζοντος αὐτὸν ἀπὸ κακίας μήτε ἐν κακίᾳ γενόμενος, ὃς οὐκ ἔγνω τὸν πονηρὸν κόπον τὸν ποιούμενον πρὸς τῶν συκοφαντούντων τοὺς ὑπὸ τὸν ἥλιον. 25 4, 4 καὶ εἶδον ἐγὼ σὺν πάντα τὸν μόχθον καὶ σὺν πᾶσαν ἀνδρείαν τοῦ ποιήματος ὅτι αὐτὸ ζῆλος ἀνδρὸς ἀπὸ τοῦ ἑταίρου αὐτοῦ· καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος Εἶδον, φησίν, πᾶσαν κακίαν καὶ τὸν ἀνδριζόμενον ἐν αὐτῇ πονηρόν· τοῦτον γὰρ καὶ λέγει ἀνδρεῖον ἐν ἀσεβείαις συκοφαντοῦντα πτωχοὺς καὶ πάλιν ποίημα ὡς «πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων» τοῦ θεοῦ. Εἶδον καὶ πᾶσαν αὐτοῦ τὴν ζηλοτυπίαν ἣν κέκτηται πρὸς τοὺς ἀνθρώπους, ματαίαν οὖσαν καὶ πληροφοροῦσαν τὴν καρδίαν αὐτοῦ· δεῖ γὰρ τὸν θεὸν πάντως γενέσθαι τὰ πάντα ἐν πᾶσι καὶ τοῦ Χριστοῦ πληρωθῆναι τὴν εὐχὴν τὴν λέγουσαν· «δὸς αὐτοῖς ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ὦσιν ἕν, καθὼς κἀγὼ καὶ σὺ ἕν ἐσμεν, πάτερ.» 26 4, 5 ἄφρων περιέλαβεν τὰς χεῖρας αὐτοῦ καὶ ἔφαγεν τὰς σάρκας αὐτοῦ Εἰ αἱ χεῖρες πρακτικῆς ἐργασίας εἰσὶ σύμβολον, πᾶς μὴ ἐργαζόμενος δικαιοσύνην περιλαμβάνει τὰς χεῖρας αὐτοῦ· διόπερ καὶ ὁ τοιοῦτος, φησί, κατεσθίει τὰς σάρκας αὐτοῦ, τῶν ἐκ τῆς σαρκὸς φυομένων κακῶν ἐμπιπλάμενος. 27 4, 6 ἀγαθὸν πλήρωμα δρακὸς ἀναπαύσεως ὑπὲρ πληρώματα δύο δρακῶν μόχθου καὶ προαιρέσεως πνεύματος Ἡ προαίρεσις τοῦ πνεύματος ὡς θέλημα ψυχικὸν ἐμπαθὲς εἶναί μοι δοκεῖ· ὅθεν καὶ προτιμᾶται ἡ ἀγαθὴ δρὰξ τῆς ἀρετῆς τῶν δύο δρακῶν τῆς κακίας καὶ τῆς ἀγνωσίας καὶ τῆς προαιρέσεως τοῦ πνεύματος. Τοιοῦτόν ἐστι καὶ τὸ «κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολὺν» καὶ τὸ «κρεῖσσον ὀλίγη λῆψις μετὰ δικαιοσύνης ἢ πολλὰ γενήματα μετὰ ἀδικίας». Ὅμοιον τούτοις καὶ τὸ «ἐξελεξάμην παραρριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν» καὶ τὸ «κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας δώματος ἢ μετὰ γυναικὸς λοιδόρου ἐν οἰκίᾳ κοινῇ». Ἀκολουθήσει δὲ τούτοις καὶ τὸ «κρεῖσσον ξενισμὸς λαχάνων πρὸς φιλίαν καὶ χάριν ἢ παράθεσις μόσχων μετὰ ἔχθρας», ὡσεὶ ἔλεγέ τις· κρεῖσσον μαθεῖν θεώρημα ἓν πνευματικὸν ἢ πλῆθος 4 θεωρημάτων τῆς μωρανθείσης σοφίας. 28 4, 8 ἔστιν εἷς καὶ οὐκ ἔστιν δεύτερος, καί γε υἱὸς καί γε ἀδελφὸς οὐκ ἔστιν αὐτῷ· καὶ οὐκ ἔστιν περασμὸς τῷ παντὶ μόχθῳ αὐτοῦ, καί γε ὀφθαλμὸς αὐτοῦ οὐκ ἐμπίπλαται πλούτου. καὶ τίνι ἐγὼ μοχθῶ καὶ στερίσκω τὴν ψυχήν μου ἀπὸ ἀγαθωσύνης; καί γε τοῦτο ματαιότης καὶ περισπασμὸς πονηρός ἐστιν Εἴ τις οὐκ ἔχει ἀδελφόν, οὗτος υἱοθεσίας οὐκ εἴληφε πνεῦμα, καὶ εἴ τις οὐκ ἔστι πατήρ, οὗτός ἐστι πονηρός· «οὐ γὰρ μὴ γένηται, φησίν, ἔγγονα πονηροῖς.» Εἰκότως δὲ ὁ τοιοῦτος οὐδ' ἐμπίπλαται κακίας στερίσκων τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ γνώσεως θεοῦ. Πατέρα δὲ ἐνταῦθα λέγω καὶ ἀδελφὸν κατὰ τὴν ἔννοιαν τῆς γραφῆς· οὐ γὰρ ἀγνοῶ τὰς τεθείσας προτάσεις ὡς οὐκ ἀληθεύουσιν ἐπὶ τῶν αἰσθητῶν ἀδελφῶν καὶ πατέρων τιθέμεναι. Εἰ δέ τις βούλοιτο καὶ τὴν ψιλὴν ἔννοιαν τούτων τῶν ῥητῶν ἐκλαβεῖν, πάνυ καταγνώσεται τῶν ἀτέκνων πλουσίων καὶ σπουδαζόντων ἑαυτοῖς ἐκπορίζειν πλῆθος χρημάτων, μάλιστα εἰ καὶ δυσπρόσιτοι εἶεν τοῖς φίλοις· ἀληθεύει γὰρ πάνυ τὰ ῥήματα ταῦτα κατὰ τῶν ἀνθρώπων λεγόμενα. 29 4, 11 καί γε ἐὰν κοιμηθῶσιν οἱ δύο, καὶ θέρμη αὐτοῖς· καὶ ὁ εἷς πῶς θερμανθῇ; Ἄνευ κυρίου οὐκ ἄν τις γένοιτο τῷ πνεύματι ζέων· «ὁ γὰρ κύριος τὸ πνεῦμά ἐστιν.» 30 4, 12 καὶ ἐὰν ἐπικραταιωθῇ ὁ εἷς, οἱ δύο στήσονται κατέναντι αὐτοῦ, καὶ τὸ σπαρτίον τὸ ἔντριτον οὐ ταχέως ἀπορραγήσεται Ἐγὼ νομίζω τὸν ἐπικραταιούμενον ἕνα τὸν πονηρὸν εἶναι οὗ κατέναντι ἵστανται οἱ δύο, ὅ τε ἄνθρωπος καὶ ὁ ἄγγελος τοῦ θεοῦ, ἵνα τὸν διάβολον νικήσας ὁ ἄνθρωπος καταξιωθῇ γνώσεως θεοῦ καὶ γένηται ἔντριτον σπαρτίον οὐ ταχέως ἀπορρηγνύμενον. Ἔστι δὲ τοῦτο σαφῶς μαθεῖν καὶ παρὰ τοῦ πατριάρχου Ἰακὼβ ὃς τοὺς παῖδας τοῦ Ἰωσὴφ εὐλογῶν φησιν· «ὁ ἄγγελός μου ὁ ῥυόμενός με ἀπὸ πάντων τῶν κακῶν, εὐλογήσαι

About this text

Evagrius Ponticus, Scholia in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Evagrius Ponticus’s Scholia in Ecclesiasten — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.