Scholia in Proverbia · §u02-rem-early

Unit 2 rem early

Rem early: Unit 2; lemma and argument toward the thesis.

Greek

ἀλλὰ φίλους.» «Παρόξυνε δέ», φησίν, διὰ προσευχῶν καὶ δεήσεων, «καὶ τὸν φίλον σου ὃν ἐνεγυήσω» λέγων· «φύλαξόν με, κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ» καὶ «ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με» καὶ «ἕνεκα τῶν ἐχθρῶν μου μὴ παραδῷς με εἰς χεῖρας θλιβόντων με», «ὅτι ἕνεκέν σου θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς». 70 6, 4 μὴ δῷς ὕπνον σοῖς ὄμμασιν μηδὲ ἐπινυστάξῃς σοῖς βλεφάροις Ὕπνος μέν ἐστι ψυχῆς ἡ κατ' ἐνέργειαν ἁμαρτία· νυσταγμὸς δὲ τὸ πρῶτον ἐν τῇ ψυχῇ συνιστάμενον ἀκάθαρτον νόημα. ∆ιὸ καὶ πρὸ τοῦ νυσταγμοῦ ὁ λόγος τὸν ὕπνον κωλύει· «ἐρρέθη γάρ, φησί, τοῖς ἀρχαίοις· οὐ φονεύσεις· ἐγὼ δὲ λέγω· οὐκ ὀργισθήσῃ.» Καὶ ἐνταῦθα γὰρ φαίνεταί μοι τὸν ὕπνον κωλύων ὁ νόμος, τὸν δὲ νυσταγμὸν τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, εἴγε ὁ μὲν περικόπτει τὴν κατ' ἐνέργειαν ἁμαρτίαν, τὸ δὲ τὴν κατὰ διάνοιαν πρῶτον συνισταμένην κακίαν. 71 6, 6 ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ, καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ καὶ γενοῦ ἐκείνου σοφώτερος· 6, 7 ἐκείνῳ γὰρ γεωργίου μὴ ὑπάρχοντος μηδὲ τὸν ἀναγκάζοντα ἔχων μηδὲ ὑπὸ δεσπότην ὤν, 6, 8.1 ἑτοιμάζεται θέρους τὴν τροφήν Σημειωτέον ἐνταῦθα ὅτι τὴν τοῦ μύρμηκος φυσικὴν καὶ ἐναρμόνιον κίνησιν σοφίαν καλεῖ· καὶ γὰρ ὁ σοφώτερος σοφοῦ σοφώτερος λέγεται. Πῶς δὲ καὶ οὐκ ἔστιν ὑπὸ δεσπότην, εἴγε τὰ σύμπαντα δοῦλα τοῦ θεοῦ; Ἢ μήποτε ὁ θεὸς δεσπότης λέγεται διχῶς, ὡς δημιουργὸς καὶ ὡς γινωσκόμενος. ∆ιὸ καὶ ὁ Παῦλος γράφει· «νυνὶ δὲ ἐλευθερωθέντες μὲν ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ θεῷ», δηλονότι κατ' ἀρετὴν καὶ γνῶσιν, «ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον.» Εἰ δὲ τοῦ τοιούτου τέλους ἄμοιρός ἐστιν ὁ μύρμηξ, ἄλογος ὤν, δηλονότι καὶ τῆς τοιαύτης δουλείας ἐλεύθερος, καλῶς οὖν λέγεται μὴ εἶναι ὑπὸ δεσπότην ὁ μύρμηξ κατὰ ταύτην τὴν δεσποτείαν καὶ εἶναι πάλιν ὑπὸ δεσπότην ὡς δημιουργὸν ἔχων τὸν θεόν. 72 6, 8α.1 ἢ πορεύθητι πρὸς τὴν μέλισσαν ... 6, 8β.1 ἧς τοὺς πόνους 6 βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται ∆ιὰ μὲν τοῦ μύρμηκος ἔοικεν ὁ Σολομὼν τὴν πρακτικὴν ὁδὸν ἡμῖν ὑπογράφειν, διὰ δὲ τῆς μελίσσης τὴν θεωρίαν τῶν γεγονότων σημαίνειν καὶ αὐτοῦ τοῦ ποιήσαντος, ἥντινα καὶ καθαροὶ καὶ ἀκάθαρτοι καὶ σοφοὶ καὶ ἀνόητοι πρὸς τὴν τῆς ψυχῆς ὑγείαν προσφέρονται. Καὶ φαίνεται μέν μοι ὁ κηρὸς αὐτῶν τῶν πραγμάτων λόγον ἐπέχειν, τὸ δ' ἐναποκείμενον αὐτῷ μέλι σύμβολον εἶναι τῆς θεωρίας αὐτῶν. Καὶ ὁ μὲν κηρὸς παρελεύσεται· «ὁ οὐρανὸς γάρ, φησίν, καὶ ἡ γῆ παρελεύσεται»· τὸ δὲ μέλι οὐ παρελεύσεται. Οὐδὲ γὰρ οἱ λόγοι παρελεύσονται τοῦ σωτῆρος ἡμῶν Χριστοῦ, περὶ ὧν λέγει ὁ Σολομών· «κηρία μέλιτος λόγοι καλοί, γλύκασμα δὲ αὐτῶν ἴασις ψυχῆς»· καὶ ὁ ∆αυίδ· «ὡς γλυκέα, φησί, τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου.» 73 Τὸ ἀποτέλεσμα τοῦ πόνου πόνον ὠνόμασεν. 74 6,09 ἕως τίνος, ὀκνηρέ, κατάκεισαι; πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ; Ὁ ὕπνος οὗτος μόνῃ πέφυκεν ἐπισυμβαίνειν ψυχῇ λογικῇ· σημαίνει γὰρ ἐνταῦθα κακίαν καὶ ἀγνωσίαν, ὧν ἡ ἀγρυπνία ποιεῖ τινα «ὡς στρουθίον μονάζον ἐπὶ δώματι». 75 6, 11 εἶτ' ἐμπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς Πενία ἐστὶ στέρησις γνώσεως· ἔνδεια δὲ σπάνις τῶν ἀρετῶν. 76 6, 13 ὁ δ' αὐτὸς ἐννεύει ὀφθαλμῷ, σημαίνει δὲ ποδί, διδάσκει δὲ ἐννεύμασιν δακτύλων Προσεκτέον ἐνταῦθα μήποτε ἄρα διὰ τῶν τοιούτων κινημάτων τοῦ σώματος γινώσκουσιν οἱ ἀντικείμενοι τοὺς ἑαυτῶν λογισμοὺς ἐν ἡμῖν τρεφομένους, ἐπιδὴ καρδιογνώστην μόνον τὸν θεὸν πεπιστεύκαμεν εἶναι. 77 6, 17 ὀφθαλμὸς ὑβριστοῦ, γλῶσσα ἄδικος, χεῖρες ἐκχέουσαι αἶμα δίκαιον Πᾶς ὁ τρώγων τὰς σάρκας τοῦ Χριστοῦ καὶ πίνων τὸ αἷμα αὐτοῦ κτᾶται αἷμα δίκαιον, οὗ στερισκομένη λέγεται ἀποθνῄσκειν ψυχὴ λογική· «ψυχὴ γάρ, φησίν, ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται.» Εἰ δέ ἐστιν αἷμα δίκαιον, ἔστιν δηλονότι καὶ αἷμα ἄδικον, ὅπερ συνάγουσιν ἐν ἑαυτοῖς οἱ κατεσθίοντες τὸ δεδομένον βρῶμα λαοῖς τοῖς Αἰθίοψιν καὶ τρεφόμενοι τῷ ἄρτῳ τοῦ ψεύδους. Καὶ οἱ μὲν θύοντες θεοῖς ἀλλοτρίοις τὸ δίκαιον ἑαυτῶν αἷμα καταναλίσκουσιν· οἱ δὲ ἑαυτοὺς θυσίαν προσάγοντες τῷ μόνῳ θεῷ τὸ ἄδικον διαφθείρουσιν αἷμα. Ἀκολουθήσει δὲ πάντως τῇ μὲν φθορᾷ τοῦ ἀδίκου αἵματος ἡ γένεσις τοῦ δικαίου αἵματος καὶ τῇ φθορᾷ τοῦ δικαίου αἵματος ἡ γένεσις τοῦ ἀδίκου αἵματος. Ἀλλὰ τοῦτο μὲν νῦν γενέσθαι πέφυκεν, ἀπ' ἀρχῆς δὲ οὐχ οὕτως· οὐ γὰρ κατὰ φθορὰν κακίας ὑπέστη δικαιοσύνη, ὡς οὐδὲ κατὰ φθορὰν νόσου ὑγεία, τῶν

About this text

Evagrius Ponticus, Scholia in Proverbia (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Evagrius Ponticus’s Scholia in Proverbia — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.