Unit 3 rem mid
Rem mid: Unit 3; lemma continues; reading with the letter.
Greek
ἀσεβῶν κακία. Οἱ δὲ δίκαιοι ἐξαναλώσουσιν αὐτὸν δηλονότι διὰ τῆς ἀγαθῆς διδασκαλίας ἤτοι νῦν ἢ καὶ ἐν τῷ αἰῶνι τῷ μέλλοντι γενόμενοι ἐπάνω πέντε καὶ δέκα πόλεων. Καὶ ὁ Παῦλός φησιν· «κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ θεοῦ.» 135 14, 7 πάντα ἐναντία ἀνδρὶ ἄφρονι· ὅπλα δὲ αἰσθήσεως χείλη σοφά «Οὐκ ἀντιτάσσεται» γὰρ τῇ σοφίᾳ «οὐδὲν πονηρόν», διότι ὅπλον ἐστὶν ἀκαταμάχητον· μόνον γὰρ πρὸς αὐτὴν ἀδυνατοῦσιν οἱ δαίμονες. 136 14, 9 οἰκίαι ἀφρόνων ὀφειλήσουσι καθαρισμόν· οἰκίαι δὲ δικαίων δεκταί Ἵνα καθαροὶ γενόμενοι ἴδωσι τὸν θεόν· τοῦτο γάρ ἐστι τὸ μακάριον τέλος ὅπερ πάσῃ λογικῇ φύσα τετήρηται. 137 14, 14 τῶν ἑαυτοῦ ὁδῶν πλησθήσεται θρασυκάρδιος· ἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ ἀνὴρ ἀγαθός ∆ιανοήματα νῦν εἶπεν τὰς ἕξεις τῶν ἀρετῶν, ἅσπερ ταῖς ὁδοῖς τοῦ θρασυκαρδίου ἀντέθηκεν. 138 14, 18 μεριοῦνται ἄφρονες κακίαν· οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως Ἀντέθηκε τὴν κακίαν τῇ αἰσθήσει. Εἰ δὲ ἡ κακία τῇ ἀρετῇ ἀντίκειται, ἡ αἴσθησις νῦν σημαίνει τὴν ἀρετήν. 139 15, 16 ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλή· οἱ δὲ ἀσεβεῖς ὁλόρριζοι ἐκ γῆς ὀλοῦνται «Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν γραμματέων καὶ φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» 140 15, 10 παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παριόντων· οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς Ἐλέγχους νῦν τὰς ἐντολὰς εἶπεν· αὗται γὰρ ἡμᾶς ἐλέγχουσιν ἁμαρτάνοντας. 141 15, 15 πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά· οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσιν διὰ παντός Ἡσυχία ἐστὶν ἀποχὴ κακίας. 142 15, 24 ὁδοὶ ζωῆς διανοήματα συνετοῦ, ἵνα ἐκκλίνας ἐκ τοῦ ᾅδου σωθῇ Ὁδοὺς ζωῆς λέγει τὰς πρακτικὰς ἀρετὰς τὰς φερούσας ἐπὶ τὴν γνῶσιν. 143 15, 28α δεκταὶ παρὰ κυρίῳ ὁδοὶ ἀνθρώπων δικαίων· διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται Παύλου κηρύξαντος· «οἵ ποτε ὄντες ἐχθροὶ κατηλλάγησαν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ»· πλὴν προσεκτέον εἰ πάντες οἱ ἐχθροὶ διὰ τῶν δικαίων φίλοι γίνονται, ἵνα καὶ πᾶσιν εἴπῃ ὁ Χριστός· «οὐκέτι ὑμᾶς καλῶ δούλους, ἀλλὰ φίλους.» 144 16, 10 μαντεῖον ἐπὶ χείλεσι βασιλέως· ἐν δὲ κρίσει οὐ μὴ πλανηθῇ τὸ στόμα αὐτοῦ Καρδιογνώστης ἐστὶν ὁ Χριστὸς καὶ κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. 145 16, 14 θυμὸς βασιλέως ἄγγελος θανάτου· ἀνὴρ δὲ σοφὸς ἐξιλάσεται αὐτόν Ὁ ἄγγελος ὁ τοὺς περὶ κολάσεως ἐπιστάμενος λόγους θυμὸς τοῦ θεοῦ καλεῖται. 146 16, 16 νοσσιαὶ σοφίας αἱρετώτεραι χρυσίου· νοσσιαὶ δὲ φρονήσεως αἱρετώτεραι ὑπὲρ ἀργύριον Γνῶσις σοφίας ὑπὲρ χρυσίον· γνῶσις δὲ φρονήσεως ὑπὲρ ἀργύριον. 147 16, 17.3–4 ὁ δεχόμενος παιδείαν ἐν ἀγαθοῖς ἔσται· ὁ δὲ φυλάσσων ἐλέγχους σοφισθήσεται Ἐλέγχους λέγει τὰς ἐντολὰς τοῦ θεοῦ· αὗται γὰρ ἡμᾶς ἐλέγχουσιν ἁμαρτάνοντας. 148 πηγὴ ζωῆς ἔννοια τοῖς κεκτημένοις· παιδεία δὲ ἀφρόνων κακή Τὴν παιδείαν τὴν ἀνεξέλεγκτον νῦν παιδείαν ἀφρόνων ὠνόμασεν. Εἰ δὲ παιδεία ἀφρόνων ἡ κακία ἐστίν, ἡ ἀνεξέλεγκτος παιδεία ἡ ἀφροσύνη ἐστίν. 12 149 16, 23 καρδία σοφοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος· ἐπὶ δὲ χείλεσιν φορέσει ἐπιγνωμοσύνην Τὴν γνῶσιν ἐπιγνωμοσύνην εἶπεν παρὰ τὸ πάντα αὐτὴν ἐπιγινώσκειν τὰ πράγματα. 150 16, 28 ἀνὴρ σκολιὸς διαπέμπεται κακὰ καὶ λαμπτῆρα δόλου πυρσεύει κακοῖς καὶ διαχωρίζει φίλους Λόγος τοὺς δαίμονας παρὰ τοῦ διαβόλου μανθάνοντας ἐπιχειρεῖν τοῖς ἁγίοις καὶ πειρᾶσθαι χωρίζειν αὐτοὺς ἀπὸ τῆς γνώσεως, ἥτις πέφυκε συνάπτειν αὐτοὺς πρὸς φιλίαν ταῖς ἐπουρανίοις δυνάμεσι. Τὸ δ' αὐτὸ τοῦτο καὶ ὁ Σολομών, ὡς οἶμαι, διὰ ταύτης τῆς παροιμίας δεδήλωκε, σκολιὸν μὲν ἄνδρα λέγων τὸν σατανᾶν, πυρσευομένους δὲ δόλους τοὺς κακοὺς δαίμονας ἀντὶ τοῦ διδασκομένους καὶ φίλους τοὺς ἁγίους τοὺς διὰ τῆς γνώσεως συναπτομένους ἀλλήλοις. 151 16, 30 στηρίζων ὀφθαλμοὺς αὐτοῦ λογίζεται διεστραμμένα, ὁρίζει δὲ τοῖς χείλεσιν αὐτοῦ πάντα τὰ κακά· οὗτος κάμινός ἐστιν κακῶν Ταύτης τῆς καμίνου ἐκτινάσσει τὴν φλόγα πνεῦμα δρόσου διασυρίζον. 152 16, 33 εἰς κόλπους ἐπέρχεται πάντα τοῖς ἀδίκοις· παρὰ δὲ κυρίου πάντα τὰ δίκαια Σημειωτέον ὅτι κόλπους ἐνταῦθα τὰς καρδίας εἴρηκε τῶν ἀδίκων. Οἶμαι δὲ ὅτι καὶ πανταχοῦ ὁ κόλπος ἤτοι τὸν νοῦν ἢ τὴν γνῶσιν σημαίνει. Εἰ δ' ἐστὶ καὶ κόλπος ψεκτός, τὴν ἀγνωσίαν δηλονότι δηλώσει. 153 17, 2 οἰκέτης νοήμων κρατήσει δεσποτῶν ἀφρόνων· ἐν δὲ ἀδελφοῖς διελεῖται μέρη Εἰ «πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας», πᾶς ὁ
About this text
Evagrius Ponticus, Scholia in Proverbia (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s Scholia in Proverbia — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.