Scholia in Proverbia · §u03-rem-close

Unit 3 rem close

Rem CLOSEOUT: Unit 3 CLOSEOUT.

Greek

ἀποστὰς τῆς κακίας καὶ διὰ τῶν ἀρετῶν κρατήσας δαιμόνων ἀφρόνων κεκράτηκε δεσποτῶν. Ὁ δὲ τοιοῦτος γενήσεται καὶ οἰκονόμος μυστηρίων θεοῦ, κατ' ἀναλογίαν τῆς καταστάσεως ἑκάστῳ τῶν ἀδελφῶν διδοὺς γνῶσιν πνευματικὴν καὶ τὸν μὲν Κορίνθιον γάλα ποτίζων, τὸν δὲ Ἐφέσιον τρέφων στερεωτέρᾳ τροφῇ, περὶ ὕψους καὶ μήκους καὶ πλάτους καὶ βάθους διαλεγόμενος καὶ διὰ τούτων τῶν διαστημάτων τὴν τῆς λογικῆς φύσεως σημαίνων διαίρεσιν, ἥτις τοὺς περὶ κρίσεως καὶ προνοίας τοῦ θεοῦ λόγους ἐμπεριέχει, πάνυ βαθυτάτους ὑπάρχοντας καὶ ἐκφεύγοντας τὴν ἀνθρωπίνην κατάστασιν. Οὕτω καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ τὴν γῆν τῆς ἐπαγγελίας ἐμέρισεν ταῖς δώδεκα φυλαῖς, ἥτις ἐστὶν τῆς τοῦ θεοῦ καὶ τῶν ὑπ' αὐτοῦ γεγονότων γνώσεως σύμβολον. Πλὴν τοῦτο ἰστέον ὅτι οἱ περὶ τῆς σαρκώσεως τοῦ Χριστοῦ λόγοι καὶ τῆς ἐπιδημίας αὐτοῦ ἐν τῇ Ἰούδα γνώσει ἐναπόκεινται· ἐν γὰρ τῷ τούτου κλήρῳ γεννᾶται Χριστός. Οἶμαι δὲ τοὺς περὶ προνοίας λόγους εἶναι ἁρμόζοντας τῇ καταστάσει τοῦ κρυπτοῦ Ἰούδα καὶ Βενιαμίν, ἅτινα ὀνόματα διαφόρων καὶ καθαρῶν καταστάσεων ἡγοῦμαι διαγνωρίσματα, εἴγε Ἰούδας μὲν ἐξομολογούμενος ἑρμηνεύεται, Βενιαμὶν δὲ υἱὸς ἡμερῶν ἢ υἱὸς δεξιᾶς. 154 17, 4 κακὸς ὑπακούει γλώσσης παρανόμων· δίκαιος δὲ οὐ προσέχει χείλεσιν ψευδέσιν Οὗτος ὑπακούει ταῖς γλώσσαις τῶν παρανόμων ὁ τοὺς ἀδίκους δεχόμενος παρ' αὐτῶν λογισμοὺς καὶ σπεύδων ἐνεργεῖν κατ' αὐτούς, οἷς ὁ δίκαιος λέγεται μὴ προσέχειν, τουτέστιν μὴ ἐπὶ πλέον τρέφειν ἐν ἑαυτῷ. 155 17, 6α τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων· τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός Ὁ πιστός, φησίν, ὄψεται τοὺς λόγους τοῦ κόσμου τούτου, οὕστινας χρήματα τοῦ νοῦ τροπικῶς προσηγόρευσεν· ὁ δὲ ἄπιστος οὐδὲ τοῦ τυχόντος πράγματος γνώσεται τὸν λόγον διὰ τὴν ἀκαθαρσίαν τῆς ψυχῆς αὐτοῦ. Ὅτι δὲ πλοῦτος ψυχῆς ἡ γνῶσίς ἐστιν ἡ τοῦ θεοῦ, ὁ Παῦλος διδάσκει δι' ὧν γράφει τὸ «ἐν παντὶ ἐπλουτίσθητε ἐν πάσῃ γνώσει καὶ πάσῃ σοφίᾳ». Εἰ δέ τις βούλοιτο δεῖξαι μὴ ταύτην τὴν ἔννοιαν εἶναι ταύτης τῆς παροιμίας, λεγέτω ποῦ ηὐπόρησαν χρημάτων οἱ περιελθόντες «ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, κακουχούμενοι, θλιβόμενοι, ὑστερούμενοι»· πῶς δὲ καὶ ὁ ἄπιστος οὐχ ἕξει ὀβολόν, πολλῶν ἀπίστων περιβεβλημένος πλοῦτον, πολλῶν λέγω δὴ βασιλέων καὶ ἀρχόντων τοῦ κόσμου τούτου. 156 17, 7 οὐχ ἁρμόσει ἄφρονι χείλη πιστὰ οὐδὲ δικαίῳ χείλη ψευδῆ «Τίς 13 γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀδικίᾳ ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος;» 157 17, 9 ὃς κρύπτει ἀδικήματα ζητεῖ φιλίαν· ὃς δὲ μισεῖ κρύπτειν, διΐστησιν φίλους καὶ οἰκείους ∆ιὰ μὲν τῆς δικαιοσύνης τὴν ἀδικίαν κρύπτομεν, διὰ δὲ τῆς σωφροσύνης τὴν ἀκολασίαν καὶ πάλιν διὰ τῆς ἀγάπης τὸ μῖσος καὶ διὰ τῆς ἀφιλαργυρίας τὴν πλεονεξίαν. Κρύπτομεν δὲ καὶ διὰ τῆς ταπεινοφροσύνης τὴν ὑπερηφανίαν καὶ διὰ τῆς πραΰτητος τὴν θρασύτητα, ζητοῦντες τὴν πνευματικὴν φιλίαν, ἥτις τὴν ἁγίαν γνῶσιν σημαίνει. Καὶ παρὰ τῷ Παύλῳ δὲ συμπολῖταί τινες τῶν ἁγίων λέγονται γεγονέναι καὶ οἰκεῖοι τῆς Ἱερουσαλήμ, «ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν». 158 17, 13 ὃς ἀποδίδωσιν κακὰ ἀντὶ ἀγαθῶν, οὐ κινηθήσεται κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ Εἰ ὁ κακὰ ἀντὶ κακῶν ἀποδιδοὺς παράνομος, πόσῳ μᾶλλον ὁ κακὰ ἀντὶ ἀγαθῶν ἀποδιδοὺς παρανομώτερος; Τοιοῦτος δὲ ἐγένετο κατὰ τὴν ἔρημον πρὸς τὸν θεὸν ὁ Ἰσραήλ, πρὸς ὃν Μωσῆς ἐν τῷ ∆ευτερονομίῳ φησίν· «γενεὰ σκολιὰ καὶ διεστραμμένη ταῦτα κυρίῳ ἀνταποδίδοτε.» 159 17, 14 ἐξουσίαν δίδωσιν λόγοις ἀρχὴ δικαιοσύνης· προηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη ∆ικαιοσύνῃ ἕπεται γνῶσις· προηγεῖται δὲ τῆς ἀγνοίας κακία. 160 17, 15 ὃς δίκαιον κρίνει τὸν ἄδικον, ἄδικον δὲ τὸν δίκαιον, ἀκάθαρτος καὶ βδελυκτὸς παρὰ θεῷ Ὅμοιός ἐστιν τούτῳ ὁ λέγων τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρὸν καὶ τὸ μὲν φῶς ὀνομάζων σκότος, τὸ δὲ σκότος φῶς. 161 17, 16 ἵνα τί ὑπῆρξε χρήματα ἄφρονι; κτήσασθαι γὰρ σοφίαν ἀκάρδιος οὐ δυνήσεται Χρήματα ἄφρονός ἐστιν αἱ περὶ τὰ καθ' ἕκαστον αὐτοῦ πράγματα ἀφροσύναι· διὰ ταύτας γὰρ καὶ ἀκάρδιος γεγονὼς κτήσασθαι σοφίαν ἀδυνατεῖ. 162 17, 16α ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον, ζητεῖ συντριβήν· ὁ δὲ σκολιάζων τοῦ μαθεῖν ἐμπεσεῖται εἰς κακά «Ὁ δὲ σκολιάζων τοῦ μαθεῖν», ὅτι «κύριος ὑπερηφάνοις ἀντιτάσσεται», «ἐμπεσεῖται εἰς κακά». 163 17, 17.1–2 εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι· ἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι

About this text

Evagrius Ponticus, Scholia in Proverbia (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Evagrius Ponticus’s Scholia in Proverbia — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.