Scholia in Proverbia Unit 4 opening
Unit 4.
Lemma-led open — Τούτου γὰρ χάριν γεννῶνται
Greek
ἔστωσαν Εἰ οἱ τοῦ Χριστοῦ υἱοὶ ἀλλήλων εἰσὶν ἀδελφοί, οἱ ἄγγελοι δὲ καὶ οἱ δίκαιοι ἄνθρωποι Χριστοῦ εἰσιν υἱοί, οἱ ἄγγελοι ἄρα καὶ οἱ ἅγιοι ἄνθρωποι ἀλλήλων εἰσὶν ἀδελφοί, τῷ τῆς υἱοθεσίας γεννώμενοι πνεύματι. 164 17, 17.3 τούτου γὰρ χάριν γεννῶνται «Τούτου γὰρ χάριν γεννῶνται» ὑπὸ τῆς σοφίας, ἵνα ἀνθρώπους ὁδηγήσωσιν ἀπὸ κακίας ἐπ' ἀρετὴν καὶ ἀπὸ ἀγνωσίας ἐπὶ γνῶσιν θεοῦ, εἴγε «καὶ αὐτὴ ἡ κτίσις στενάζει καὶ συνωδίνει ἡμῖν καὶ ὑπετάγη τῇ ματαιότητι οὐχ ἑκοῦσα». 165 17, 20.2 ἀνὴρ εὐμετάβολος γλώσσῃ ἐμπεσεῖται εἰς κακά Οὗτός ἐστιν εὐμετάβολος ὁ ῥᾳδίως ἀπὸ ἀρετῆς ἐπὶ κακίαν μεταβαλλόμενος. 166 17, 23 λαμβάνοντος δῶρα ἐν κόλπῳ ἀδίκως οὐ κατευοδοῦνται ὁδοί· ἀσεβὴς δὲ ἐκκλίνει ὁδοὺς δικαιοσύνης Ἐν καρδίᾳ νοήματα λαμβάνοντος ἄδικα οὐ κατευοδοῦνται ὁδοί· τὰ γὰρ ἐμπαθῆ νοήματα ὠνόμασε δῶρα παρὰ τῶν δαιμόνων ἡμῖν προσφερόμενα. Ἢ δῶρα ἐν κόλπῳ ἀσεβὴς λήψεται τοῦ ἐκκλῖναι ὁδοὺς κρίσεως. 167 17, 21 καρδία δὲ ἄφρονος ὀδύνη τῷ κεκτημένῳ αὐτήν, οὐκ εὐφραίνεται πατὴρ ἐφ' υἱῷ ἀπαιδεύτῳ· υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ Ὁ μὲν φρόνιμος εὐφραίνει τὴν μητέρα· ὁ δὲ ἄφρων ὀδυνᾷ τὴν τεκοῦσαν αὐτόν. 168 17, 24 πρόσωπον συνετὸν ἀνδρὸς σοφοῦ· οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπ' ἄκρᾳ γῆς Καρδία δὲ ἄφρονος ἐν ἄκρᾳ κακίᾳ. 169 17, 25 ὀργὴ πατρὶ υἱὸς ἄφρων καὶ ὀδύνη τῇ τεκούσῃ αὐτοῦ Ὁ μὲν φρόνιμος υἱὸς καὶ τεκοῦσαν ἔχει καὶ μητέρα· ὁ δὲ ἄφρων υἱὸς μόνον τεκοῦσαν· ἡ γὰρ μήτηρ καὶ τεκοῦσά ἐστιν· ἡ δὲ τεκοῦσα οὐ πάντως ἐστὶν καὶ μήτηρ. Ἐὰν γὰρ ἀποθάνῃ τὸ τεχθὲν ἐν κακίᾳ καὶ ἀγνωσίᾳ, τεκοῦσα μέν ἐστιν, μήτηρ δὲ οὐκ ἔστιν, ὅτι μηδὲ τοῦ τῆς υἱοθεσίας πνεύματος μετέσχηκε τὸ τεχθέν. Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν αἰσθητῶν μητέρων νοηθήσεται καὶ ἐπὶ τοῦ θανάτου τοῦ αἰσθητοῦ· τὴν γὰρ μητέρα ἐροῦμεν καὶ τεκοῦσαν· τὴν δὲ τεκοῦσαν οὐκέτι μητέρα τοῦ παιδίου ἀποθανόντος. 170 17, 26 ζημιοῦν ἄνδρα δίκαιον οὐ καλὸν οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις Οὐ 14 γὰρ ζητοῦσι τὰ ἡμῶν, ἀλλ' ἡμᾶς. 171 17, 27 ὃς φείδεται ῥῆμα προέσθαι σκληρόν, ἐπιγνώμων· μακρόθυμος δὲ ἀνὴρ φρόνιμος Τὸν λογισμὸν τὸν κινοῦντα θυμὸν ὠνόμασεν ῥῆμα σκληρόν. Ἢ τὸν λόγον τὸν κινοῦντα τοῦ πλησίον αὐτοῦ θυμὸν ὠνόμασεν ῥῆμα σκληρόν. 172 17, 28 ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν σοφία λογισθήσεται· ἐνεὸν δέ τις ἑαυτὸν ποιήσας δόξει φρόνιμος εἶναι Εἰ οὗτος ἐρωτᾷ περὶ σοφίας ὁ βουλόμενός τι περὶ σοφίας μαθεῖν, οὗτος σιωπᾷ ἀπὸ σοφίας ὁ μηθὲν θέλων γνῶναι περὶ σοφίας· διὸ καὶ φρονιμώτερος λέγεται εἶναι ὁ πρότερος τοῦ δευτέρου. 173 18, 1 προφάσεις ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσθαι ἀπὸ φίλων· ἐν παντὶ δὲ καιρῷ ἐπονείδιστος ἔσται Προφάσεις λέγει τὰς ἁμαρτίας· «τοῦ προφασίζεσθαι γάρ, φησίν, προφάσεις ἐν ἁμαρτίαις.» Φίλους δὲ πάντας τοὺς ἁγίους οἷς δι' ἀρετῆς συνήπτετο. 174 18, 2 οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενῶν· μᾶλλον γὰρ ἄγεται ἀφροσύνῃ Ἠγάπησεν γὰρ τὸ σκότος μᾶλλον ἢ τὸ φῶς. 175 18, 5 θαυμάσαι πρόσωπον ἀσεβοῦς οὐ καλὸν οὐδὲ ὅσιον ἐκκλίνειν τὸ δίκαιον ἐν κρίσει Ὁ τὴν ἐνυπάρχουσαν κακίαν τῷ διαβόλῳ ἀποδεχόμενος καὶ κατ' αὐτὴν ἐνεργῶν, οὗτος θαυμάζει τὸ πρόσωπον τοῦ ἀσεβοῦς. 176 18, 6 χείλη ἄφρονος ἄγουσιν αὐτὸν εἰς κακά· τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ θάνατον ἐπικαλεῖται Εἰ ὁ θάνατος γεννᾶται ἀπὸ θρασύτητος, ὁ δὲ θάνατος χωρίζει ψυχὴν ἀπὸ τῆς ὄντως ζωῆς, ἡ θρασύτης ἡμᾶς ἀποχωρίζει ἀπὸ τοῦ εἰπόντος· «ἐγώ εἰμι ἡ ζωή.» Καὶ ὥσπερ ἐκ τῆς θρασύτητος γεννᾶται ὁ θάνατος, οὕτως ἐκ τῆς πραΰτητος ἡ ζωή· ἀντίκειται γὰρ τῇ θρασύτητι ἡ πραύτης. 177 18, 8.1 ὀκνηροὺς καταβάλλει φόβος Ὀκνηροὺς καταβάλλει φόβος ἤτοι ὁ ἐχθρὸς φόβος ἢ ὁ τοῦ κυρίου χωρίζων αὐτοὺς τοῦ ὄκνου διὰ ἔργων ἀγαθῶν. 178 18, 8.2 ψυχαὶ δὲ ἀνδρογύνων πεινάσουσιν Ἀνδρόγυνός ἐστιν ὁ μήτε διδάσκειν
About this text
Evagrius Ponticus, Scholia in Proverbia (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s Scholia in Proverbia — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.