Unit 5 rem close
Rem CLOSEOUT: Unit 5 CLOSEOUT.
Greek
σκολιά Νοῦς δεξάμενος ἀλλότριον νόημα μελετήσει λογισμοὺς κακούς· ὁ δὲ τηρήσας ἑαυτὸν κληρονομήσει ζωήν. 264 23, 34 καὶ κατακείσῃ ὥσπερ ἐν καρδίᾳ θαλάσσης καὶ ὥσπερ κυβερνήτης ἐν πολλῷ κλύδωνι Παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενος. 265 23, 35.3 πότε ὄρθρος ἔσται, ἵνα ἐλθὼν ζητήσω μεθ' ὧν συνελεύσομαι; Ὄρθρος ψυχῆς ἐστιν ἐπίγνωσις ἁμαρτίας. 266 24, 6 μετὰ κυβερνήσεως γίνεται πόλεμος, βοήθεια δὲ μετὰ καρδίας βουλευτικῆς Οἱ περὶ τὴν πίστιν ναυαγοῦντες οὐ μετὰ κυβερνήσεως πολεμοῦσιν τοῖς πνεύμασι τοῖς ἀντικειμένοις τῇ θεολογίᾳ. ∆υνατὸν δὲ καὶ ἐπὶ πάσης ἀρετῆς τὸ αὐτὸ τοῦτο εἰπεῖν· ἔστι γὰρ καὶ περὶ σωφροσύνην ναυάγιον καὶ περὶ ἀγάπην καὶ περὶ ἀφιλαργυρίαν· καὶ περὶ ἕκαστον δὲ δόγμα ὁμοίως τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας συμβαίνει ναυάγιον. Εἰ δὲ μετὰ κυβερνήσεως πολεμεῖν δεῖ τοῖς ἀντικειμένοις, ναυμαχίᾳ παραπλήσιος ἡμῶν ἐστιν ὁ βίος ἐπὶ τῆς γῆς. 267 24, 7.1 σοφία καὶ ἔννοια ἀγαθὴ ἐν πύλαις σοφῶν Αἱ πύλαι τῶν σοφῶν αἱ πρακτικαί εἰσιν ἀρεταὶ δι' ὧν εἰσέρχεται σοφία θεοῦ. 268 24, 9.2 ἀκαθαρσία ἀνδρὶ λοιμῷ ἐμμολυνθήσεται 24, 10 ἐν ἡμέρᾳ κακῇ καὶ ἐν ἡμέρᾳ θλίψεως, ἕως ἂν ἐκλίπῃ Εἰ ἀρετὴν ἡ κακία μειοῖ, καὶ τὴν κακίαν δηλονότι ἡ ἀρετὴ διαφθείρει· τοῦτο δὲ γενήσεται ἐν τῷ αἰῶνι τῷ μέλλοντι, ἕως ἂν ἐκλίπῃ ἡ κακία. Τὸ γὰρ ἐμμολυνθήσεται ἀντὶ τοῦ διαφθαρήσεται τέθεικεν· διαφθείρεται δὲ ἀκαθαρσία ἤτοι ὑπὸ πρακτικῆς ἢ ὑπὸ δριμείας κολάσεως. 269 24, 11 ῥῦσαι ἀγομένους εἰς θάνατον καὶ ἐκπρίω κτεινομένους, μὴ φείσῃ Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς καταξιωθέντας γνώσεως καὶ ἀμελοῦντας τῆς διδασκαλίας, πολλῶν ἀπαγομένων ὑπὸ τῆς κακίας εἰς θάνατον. 270 24, 13 φάγε μέλι, υἱέ, ἀγαθὸν γὰρ κηρίον, ἵνα γλυκανθῇ σου ὁ φάρυγξ Ἐσθίει μέλι ὁ ἀπὸ τῶν θείων γραφῶν ὠφελούμενος· ὁ δ' ἀπ' αὐτῶν τῶν πραγμάτων ἐκβάλλων τοὺς λόγους, ἀφ' ὧν εἰλήφασι καὶ οἱ ἅγιοι προφῆται καὶ ἀπόστολοι, τρώγει κηρίον. Καὶ τὸ μὲν φαγεῖν μέλι παντὸς τοῦ βουλομένου ἐστίν, τὸ δὲ κηρίον μόνου τοῦ καθαροῦ. 271 24, 15 μὴ προσαγάγῃς ἀσεβῆ νομῇ δικαίων μηδὲ ἀπατηθῇς χορτασίᾳ κοιλίας Μὴ ἕνεκεν ἡδονῆς προδῷς τὸν θεόν· οὗτος γὰρ νομὴ δικαίου καὶ οὐ μὴ ἐγκαταλίπῃ σε. 272 24, 17 ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ· ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου, 24, 18 ὅτι ὄψεται κύριος καὶ οὐκ ἀρέσει αὐτῷ καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπ' αὐτοῦ Ἀποστρέφει μὲν ὁ θεὸς τὸν θυμὸν αὐτοῦ ἀπὸ τοῦ πεσόντος, ἐλεήσας αὐτόν· ὀργίζεται δὲ τῷ ἐπαρθέντι ἐπὶ τῷ πτώματι τοῦ ἐχθροῦ αὐτοῦ. Πᾶς γὰρ ὁ ἐπιχαίρων ἀπολλυμένῃ ψυχῇ ὅμοιός ἐστι τῷ διαβόλῳ τῷ μὴ θέλοντι πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Σημειωτέον δὲ ὅτι ἄνθρωπον ἐνταῦθα εἴρηκε τὸν ἐχθρόν, ὑπὲρ οὗ καὶ 22 προσεύχεσθαι ἡμᾶς νενομοθέτηκεν ἐν τοῖς εὐαγγελίοις ὁ κύριος. 273 24, 20 οὐ γὰρ μὴ γένηται ἔκγονα πονηρῶν· λαμπτὴρ δὲ ἀσεβῶν σβεσθήσεται Οὐ γεννήσουσι πονηροὶ ἀρετὰς καὶ δόγματα ὀρθά –ταῦτα γάρ ἐστι γεννήματα τῆς ψυχῆς–διὰ τὸ μὴ φοβεῖσθαι αὐτοὺς τὸν κύριον· οἱ δὲ ὄντες ἐν φόβῳ κυρίου ὅλην τὴν ἡμέραν ἕξουσιν ἔγγονα καὶ ἡ ἐλπὶς αὐτῶν οὐκ ἀποστήσεται. 274 24, 21 φοβοῦ τὸν θεόν, υἱέ, καὶ βασιλέα καὶ μηδετέρῳ αὐτῶν ἀπειθήσῃς «Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» 275 24, 22 ἐξαίφνης γὰρ τείσονται τοὺς ἀσεβεῖς· τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται; Πῶς οὖν ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις φησίν· «ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκεν τῷ υἱῷ»; Ἢ ἄλλο μέν ἐστι τιμωρία, ἄλλο δὲ κρίσις. Καὶ τιμωρία μέν ἐστιν στέρησις ἀπαθείας καὶ γνώσεως θεοῦ μετ' ὀδύνης σωματικῆς· κρίσις δέ ἐστιν γένεσις αἰῶνος κατ' ἀναλογίαν ἑκάστῳ τῶν λογικῶν σώματα διανέμοντος. 276 24, 22ξ μάχαιρα γλῶσσα βασιλέως καὶ οὐ σαρκίνη· ὃς δ' ἂν παραδοθῇ συντριβήσεται «Καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα θεοῦ.» Τὸ δὲ οὐ σαρκίνη ἀντὶ τοῦ οὐκ αἰσθητή. 277 24, 22δ ἐὰν γὰρ ὀξυνθῇ ὁ θυμὸς αὐτοῦ, σὺν νεύροις ἀνθρώπους ἀναλίσκει Τοὺς παλαιοὺς ἀνθρώπους τοὺς φθειρομένους κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης ἀναλίσκει ἡ μάχαιρα τοῦ θεοῦ, ἵν' ἀποθέμενοι τὸν παλαιὸν ἄνθρωπον ἐνδύσωνται τὸν νέον τὸν κατὰ θεὸν κτισθέντα. 278 24, 22ε.1–2 καὶ ὀστᾶ ἀνθρώπων κατατρώγει καὶ συγκαίει ὥσπερ φλόξ «Πῦρ γὰρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν.» 279 24, 22ε.3 ὥστε ἄβρωτα εἶναι νεοσσοῖς ἀετῶν Οὗτος ἄβρωτός ἐστι τοῖς δαίμοσιν ὁ ὑπὸ τοῦ κυρίου καθαρθεὶς καὶ ἀπεχόμενος ἀπὸ πάσης κακίας.
About this text
Evagrius Ponticus, Scholia in Proverbia (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s Scholia in Proverbia — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.