Sententiae ad monachos · §u01-open

Sententiae ad monachos Unit 1 opening

Unit 1.

Lemma-led open — Πρὸς τοὺς ἐν κοινοβίοις ἢ συνοδίαις μοναχούς. Κληρονόμοι θεοῦ ἀκούσατε λόγων θεοῦ, συγκληρ

Greek

Sententiae ad monachos Πρὸς τοὺς ἐν κοινοβίοις ἢ συνοδίαις μοναχούς. 1 Κληρονόμοι θεοῦ ἀκούσατε λόγων θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ δέξασθε ῥήσεις Χριστοῦ, ἵνα δῶτε αὐτὰς καρδίαις τέκνων ὑμῶν, λόγους δὲ σοφῶν διδάξητε αὐτούς. 2 Πατὴρ ἀγαθὸς παιδεύει υἱοὺς αὐτοῦ, πατὴρ δὲ πονηρὸς ἀπολέσει αὐτούς. 3 Πίστις ἀρχὴ ἀγάπης, τέλος δὲ ἀγάπης γνῶσις θεοῦ. 4 Φόβος κυρίου διατηρήσει ψυχήν, ἐγκράτεια δὲ ἀγαθὴ ἐνισχύσει αὐτήν. 5 Ὑπομονὴ ἀνδρὸς τίκτει ἐλπίδα, ἐλπὶς δὲ ἀγαθὴ δοξάσει αὐτόν. 6 Ὁ δουλαγωγῶν σάρκας αὐτοῦ ἀπαθὴς ἔσται, ὁ δὲ ἐκτρέφων αὐτὰς ὀδυνηθήσεται ἐπ' αὐταῖς. 7 Πνεῦμα πορνείας ἐν σώμασιν ἀκρατῶν, πνεῦμα δὲ σωφροσύνης ἐν ψυχαῖς ἐγκρατῶν. 8 Ἀναχώρησις ἐν ἀγάπῃ καθαίρει καρδίαν, ἀναχώρησις δὲ μετὰ μίσους ἐκταράσσει αὐτήν. 9 Κρείσσων χιλιοστὸς ἐν ἀγάπῃ ἢ μόνος μετὰ μίσους ἐν ἀδύτοις σπηλαίοις. 10 Ὁ ἐναποδεσμεύων μνησικακίαν ἐν ψυχῇ αὐτοῦ ὅμοιός ἐστι τῷ κρύπτοντι πῦρ ἐν ἀχύροις. 11 Μὴ δῷς βρώματα πολλὰ τῷ σώματί σου, καὶ οὐ μὴ ἴδῃς καθ' ὕπνους φαντασίας κακάς. ὃν τρόπον γὰρ φλὸξ καταναλίσκει δρυμόν, οὕτω φαντασίας αἰσχρὰς σβέννυσι πεῖνα. 12 Ἀνὴρ θυμώδης πτοηθήσεται, ὁ δὲ πραῢς ἄφοβος ἔσται. 3 Ἄνεμος σφοδρὸς ἀποδιώκει νέφη, μνησικακία δὲ τὸν νοῦν ἀπὸ γνώσεως. 14 Ὁ προσευχόμενος ὑπὲρ ἐχθρῶν ἀμνησίκακος ἔσται, φειδόμενος δὲ γλώσσης οὐ λυπήσει τὸν πλησίον αὐτοῦ. 15 Ἐὰν παροξύνῃ σε ὁ ἀδελφός σου, εἰσάγαγε αὐτὸν εἰς τὸν οἶκόν σου, καὶ πρὸς αὐτὸν μὴ ὀκνήσῃς εἰσελθεῖν, ἀλλὰ φάγε τὸν ψωμόν σου μετ' αὐτοῦ. τοῦτο γὰρ ποιῶν ῥύσῃ σὴν ψυχὴν καὶ οὐκ ἔσται σοι πρόσκομμα ἐν καιρῷ προσευχῆς. 16 Ὥσπερ ἡ ἀγάπη χαίρει πενίᾳ, οὕτω τὸ μῖσος τέρπεται πλούτῳ. 17 Οὐκ ἐπιτεύξεται πλούσιος γνώσεως καὶ κάμηλος οὐκ εἰσελεύσεται εἰς ὀπὴν ῥαφίδος, ἀλλ' οὐδὲν τούτων ἀδυνατήσει παρὰ κυρίῳ 18 Ὁ φιλῶν ἀργύριον οὐκ ὄψεται γνῶσιν, καὶ ὁ συνάγων αὐτὸ σκοτισθήσεται. 19 Ἐν σκηναῖς ταπεινῶν αὐλισθήσεται κύριος, ἐν οἴκοις δὲ ὑπερηφάνων πληθυνθήσονται ἀραί. 20 Ἀτιμάζει θεὸν ὁ παραβαίνων νόμον αὐτοῦ, ὁ δὲ φυλάσσων αὐτὸν δοξάζει τὸν ποιήσαντα αὐτόν. 21 Ἐὰν ζηλώσῃς Χριστόν, γενήσῃ μακαριστός, τὸν δὲ θάνατον αὐτοῦ ἀποθανεῖται ἡ ψυχή σου, καὶ οὐ μὴ ἐπισπάσηται ἀπὸ σαρκὸς αὐτῆς κακίαν, ἀλλ' ἔσται ἡ ἔξοδός σου ὡς ἔξοδος ἀστέρος, καὶ ἡ ἀνάστασίς σου ὥσπερ ὁ ἥλιος ἐκλάμψει. 22 Οὐαὶ ἀνόμῳ ἐν ἡμέρᾳ θανάτου, καὶ ἄδικος ὀλεῖται ἐν καιρῷ πονηρῷ. ὃν τρόπον γὰρ ἀφίπταται κόραξ ἐκ τῆς αὐτοῦ νοσσιᾶς, οὕτως ἀκάθαρτος ψυχὴ ἐκ τοῦ ἰδίου σώματος. 23 Ψυχὰς δικαίων ὁδηγοῦσιν ἄγγελοι, ψυχὰς δὲ πονηρῶν παραλήψονται δαίμονες. 1 24 Οὗ ἐὰν εἰσέλθῃ κακία, ἐκεῖ καὶ ἀγνωσία, καρδίαι δὲ ὁσίων πληρωθήσονται γνώσεως. 25 Ἀνελεήμων μοναχὸς ἐνδεὴς ἔσται, διατρέφων δὲ πτωχοὺς κληρονομήσει θησαυρούς. 26 Κρείσσων πενία μετὰ γνώσεως ἢ πλοῦτος μετὰ ἀγνωσίας. 27 Κόσμος κεφαλῆς στέφανος, κόσμος δὲ καρδίας γνῶσις θεοῦ. 28 Κτῆσαι γνῶσιν καὶ μὴ ἀργύριον καὶ σοφίαν ὑπὲρ πλοῦτον πολύν. 29 ∆ίκαιοι κληρονομήσουσι κύριον, ὅσιοι δὲ τραφήσονται ὑπ' αὐτοῦ. 30 Ὁ ἐλεῶν πένητας διαφθείρει θυμόν, καὶ ὁ διατρέφων αὐτοὺς πλησθήσεται ἀγαθῶν. 31 Ἐν καρδίᾳ πραείᾳ ἀναπαύσεται σοφία, θρόνος δὲ ἀπαθείας ψυχὴ πρακτική. 32 Τέκτονες πονηρῶν λήψονται μισθὸν κακόν, τέκτοσι δὲ ἀγαθῶν δοθήσεται μισθὸς ἀγαθός. 33 Ὁ τιθεὶς παγίδα συλληφθήσεται ἐν αὐτῇ καὶ ὁ κρύπτων αὐτὴν ἁλώσεται ὑπ' αὐτῆς. 34 Κρείσσων κοσμικὸς πραῢς μοναχοῦ θυμώδους καὶ ὀργίλου. 35 Γνῶσιν διασκορπίζει θυμός, μακροθυμία δὲ συνάγει αὐτήν. 36 Ὥσπερ νότος ἰσχυρὸς ἐν πελάγει οὕτως θυμὸς ἐν καρδίᾳ ἀνδρός. 37 Ὁ προσευχόμενος συνεχῶς ἐκφεύγει πειρασμούς, ἀμελοῦντος δὲ καρδίαν ἐκταράσσουσι λογισμοί. 38 Μὴ εὐφραινέτω σε οἶνος καὶ μὴ τερπέτω σε κρέας, ἵνα μὴ διαθρέψῃς σάρκας σώματός σου, καὶ λογισμοὶ αἰσχροὶ οὐκ ἐκλείψουσιν ἀπό σου. 39 Μὴ εἴπῃς·

About this text

Evagrius Ponticus, Sententiae ad monachos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Evagrius Ponticus’s Sententiae ad monachos — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.