Unit 1 rem early
Rem early: Unit 1; lemma and argument toward the thesis.
Greek
σήμερον ἑορτὴ καὶ πίομαι οἶνον, καὶ αὔριον πεντηκοστὴ καὶ φάγομαι κρέα, διότι οὐκ ἔστιν ἑορτὴ παρὰ μοναχοῖς οὐδὲ τὸ πλῆσαι ἄνθρωπον κοιλίαν αὐτοῦ. 40 Πάσχα κυρίου διάβασις ἀπὸ κακίας, πεντηκοστὴ δὲ αὐτοῦ ἀνάστασις ψυχῆς. 41 Ἑορτὴ θεοῦ ἀμνηστία κακῶν, τὸν δὲ μνησικακοῦντα λήψονται πένθη. 42 Πεντηκοστὴ κυρίου ἀνάστασις ἀγάπης, ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ πεσεῖται πτῶμα ἐξαίσιον. 43 Ἑορτὴ θεοῦ γνῶσις ἀληθής, ὁ δὲ προσέχων γνώσει ψευδεῖ τελευτήσει αἰσχρῶς. 44 Κρείσσων νηστεία μετὰ καθαρᾶς καρδίας ὑπὲρ ἑορτὴν ἐν ἀκαθαρσίᾳ ψυχῆς. 45 Ὁ διαφθείρων λογισμοὺς κακοὺς ἀπὸ καρδίας αὐτοῦ ὅμοιός ἐστι τῷ ἐδαφίζοντι τὰ νήπια αὐτοῦ πρὸς τὴν πέτραν. 46 Μοναχὸς ὑπνώδης ἐμπεσεῖται εἰς κακά, ὁ δὲ ἀγρυπνῶν ὡς στρουθίον ἔσται. 47 Μὴ δῷς σεαυτὸν ἐν ἀγρυπνίᾳ διηγήμασι κενοῖς καὶ μὴ ἀπώσῃ λόγους πνευματικούς, ὅτι κύριος σκοπεύει σὴν ψυχὴν καὶ οὐ μὴ ἀθωώσῃ σε ἀπὸ παντὸς κακοῦ. 48 Ὕπνος πολὺς παχύνει διάνοιαν, ἀγρυπνία δὲ ἀγαθὴ λεπτύνει αὐτήν. 49 Ὕπνος πολὺς ἐπάγει πειρασμούς, ὁ δὲ ἀγρυπνῶν ἐκφεύξεται αὐτούς. 50 Ὥσπερ πῦρ τήκει κηρόν, οὕτως ἀγρυπνία ἀγαθὴ λογισμοὺς πονηρούς. 51 Κρείσσων ἀνὴρ καθεύδων ἢ μοναχὸς ἀγρυπνῶν περὶ λογισμοὺς ματαίους. 52 Ἐνύπνιον ἀγγελικὸν εὐφραίνει καρδίαν, ἐνύπνιον δὲ δαιμονιῶδες ἐκταράσσει αὐτήν. 53 Μετάνοια καὶ ταπείνωσις ἀνώρθωσαν ψυχήν, ἐλεημοσύνη δὲ καὶ πραΰτης ἐστήριξαν αὐτήν. 54 Μέμνησο διὰ παντὸς σῆς ἐξόδου καὶ μὴ ἐπιλάθῃ κρίσεως αἰωνίας, καὶ οὐκ ἔσται πλημμέλεια ἐν ψυχῇ σου. 55 Ἐὰν πνεῦμα ἀκηδίας ἀναβῇ ἐπί σε, οἶκόν σου μὴ 2 ἀφῇς καὶ μὴ ἐκκλίνῃς ἐν καιρῷ πάλιν ἐπωφελεῖ. ὃν τρόπον γὰρ εἴ τις λευκάνοι ἄργυρον, οὕτως λαμπρυνθήσεται ἡ καρδία σου. 56 Πνεῦμα ἀκηδίας ἀπελαύνει δάκρυα, πνεῦμα δὲ λύπης συντρίβει προσευχήν. 57 Ἐπιθυμῶν χρημάτων μεριμνήσεις πολλά, καὶ ἀντεχόμενος αὐτῶν πενθήσεις πικρῶς. 58 Μὴ χρονιζέτω σκορπίος ἐν κόλπῳ σου καὶ λογισμὸς πονηρὸς ἐν καρδίᾳ σου. 59 Κτείνειν γεννήματα ὀφέων μὴ φείσῃ, 59 καὶ μὴ ὠδίνῃς λογισμοὺς καρδίας αὐτῶν. 60 Ὥσπερ ἀργύριον καὶ χρυσίον δοκιμάζει πῦρ, οὕτως καρδίαν μοναχοῦ πειρασμοί. 61 Περίελε σεαυτοῦ ὑπερηφανίαν καὶ κενοδοξίαν μακρὰν ποίησον ἀπό σου. ὁ γὰρ ἀποτυχὼν δόξης λυπηθήσεται, ὁ δὲ ἐπιτυχὼν ὑπερήφανος ἔσται. 62 Μὴ δῷς ὑπερηφανίᾳ σὴν καρδίαν καὶ μὴ εἴπῃς πρὸ προσώπου τοῦ θεοῦ· δυνατός εἰμι, ἵνα μὴ κύριος ἐγκαταλίπῃ σὴν ψυχήν, καὶ πονηροὶ δαίμονες ταπεινώσουσιν αὐτήν. τότε γάρ σε δι' ἀέρος πτοήσουσιν οἱ ἐχθροί, νύκτες δὲ φοβεραὶ διαδέξονταί σε. 63 Πολιτείαν μοναχοῦ διαφυλάττει γνῶσις, ὁ δὲ καταβαίνων ἀπὸ γνώσεως περιπεσεῖται λῃσταῖς. 64 Ἐκ πέτρας πνευματικῆς ἀπορρεῖ ποταμός, ψυχὴ δὲ πρακτικὴ πίεται ἀπ' αὐτοῦ. 65 Σκεῦος ἐκλογῆς ψυχὴ καθαρά, ἡ δὲ ἀκάθαρτος πλησθήσεται πικρίας. 66 Ἄνευ γάλακτος οὐ τραφήσεται παιδίον, καὶ χωρὶς ἀπαθείας οὐχ ὑψωθήσεται καρδία. 67 Πρὸ ἀγάπης ἡγεῖται ἀπάθεια πρὸ δὲ γνώσεως ἀγάπη. 68 Γνώσει προστίθεται σοφία, ἀπάθειαν δὲ τίκτει φρόνησις. 69 Φόβος κυρίου γεννᾷ φρόνησιν, πίστις δὲ Χριστοῦ δωρεῖται φόβον θεοῦ. 70 Βέλος πεπυρωμένον ἀνάπτει ψυχήν, ἀνὴρ δὲ πρακτικὸς κατασβέσει αὐτό. 71 Κραυγὴν καὶ βλασφημίαν ἀποστρέφεται γνῶσις, λόγους δὲ δολίους φεύγει σοφία. 72 Ἡδὺ μέλι καὶ γλυκὺ κηρίον, γνῶσις δὲ θεοῦ γλυκυτέρα ἀμφοτέρων. 73 Ἄκουε, μοναχέ, λόγους πατρός σου καὶ μὴ ἀκύρους ποίει νουθεσίας αὐτοῦ. Ἡνίκα ἂν ἀποστείλῃ σε, ἐπάγου αὐτὸν καὶ κατὰ διάνοιαν συνόδευε αὐτῷ. τούτῳ γὰρ τῷ τρόπῳ διαφεύξῃ λογισμοὺς κακούς, καὶ πονηροὶ δαίμονες οὐκ ἰσχύσουσι κατά σου. ἐὰν πιστεύσῃ σοι ἀργύριον, οὐ διασκορπιεῖς αὐτό, καὶ κἂν ἐπεργάσῃ, ἀποδώσεις
About this text
Evagrius Ponticus, Sententiae ad monachos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s Sententiae ad monachos — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.