Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT. SERIES CLOSEOUT.
Greek
50 Οὐκ ἐξουδενώσεις τὴν ἀδελφήν σου ἐσθίουσαν καὶ ἐπὶ ἐγκρατείᾳ σου μὴ ἐπαρθῇς. οὐ γὰρ οἶδας, τί βεβούλευται ὁ κύριος ἢ τίς στήσεται ἐνώπιον αὐτοῦ. 51 Ἡ οἰκτείρουσα πελιδνουμένους τοὺς ὀφθαλμοὺς καὶ τηκομένας τὰς σάρκας αὐτῆς, οὐκ εὐφρανθήσεται ἐπὶ ἀπαθείᾳ ψυχῆς. 52 Βαρεῖα ἐγκράτεια καὶ δυσκατόρθωτος ἁγνεία, ἀλλ' οὐδὲν γλυκύτερον τοῦ ἐπουρανίου νυμφίου. 53 Ψυχαὶ παρθένων φωτισθήσονται, ψυχαὶ δὲ ἀκαθάρτων ὄψονται σκότος. 2 54 Εἶδον ἄνδρας φθείροντας παρθένους ἐν δόγμασι καὶ ματαίαν ποιοῦντας τὴν παρθενείαν αὐτῶν. σὺ δὲ ἄκουε, τέκνον, δογμάτων ἐκκλησίας κυρίου, καὶ μηδεὶς ἀλλότριος μεταπείσῃ σε. δίκαιοι γὰρ κληρονομήσουσι φῶς, ἀσεβεῖς δὲ οἰκήσουσι σκότος. 55 Παρθένοι ὀφθαλμοὶ ὄψονται κύριον. ἀκοαὶ δὲ παρθένων ἀκούσονται λόγων αὐτοῦ. παρθένων στόμα φιλήσει νυμφίον αὐτοῦ. ὄσφρησις δὲ παρθένων ἐπ' ὀσμὴν μύρων αὐτοῦ δραμεῖται. χεῖρες παρθένοι ψηλαφήσουσι κύριον, καὶ ἁγνεία σαρκὸς εὐπρόσδεκτος ἔσται. παρθένος ψυχὴ στεφανωθήσεται, καὶ μετὰ τοῦ νυμφίου αὐτῆς βιώσεται διὰ παντός. ἔνδυμα πνευματικὸν δοθήσεται αὐτῇ, καὶ μετὰ ἀγγέλων ἐν οὐρανοῖς ἑορτάσει. ἄσβεστον ἀνάψει λαμπάδα, καὶ ἔλαιον οὐ λείψει ἐν τοῖς ἀγγείοις αὐτῆς. λήψεται πλοῦτον αἰώνιον, καὶ κληρονομήσει βασιλείαν τὴν τοῦ θεοῦ. 56 Οἱ ἐμοὶ λόγοι, τέκνον, εἴρηνται πρός σε, τὰ δὲ ἐμὰ ῥήματα τηρείτω σὴ καρδία. μέμνησο Χριστοῦ τοῦ φυλάσσοντός σε, καὶ μὴ ἐπιλάθῃ τῆς προσκυνητῆς τριάδος. 3
About this text
Evagrius Ponticus, Sententiae ad virginem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s Sententiae ad virginem — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.