Sententiae ad virginem · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

ἐχθροί σου. 35 Ψάλλε ἀπὸ καρδίας σου, καὶ μὴ κίνει μόνον τὴν γλῶσσαν σου ἐν τῷ στόματί σου. 36 Ἄφρων παρθένος ἀγαπήσει ἀργύριον, ἡ δὲ φρονίμη προσθήσει καὶ τὸν ψωμὸν αὐτῆς. 37 Ὥσπερ ὁρμὴ πυρὸς δυσκάθεκτος, οὕτως ψυχὴ παρθένου τρωθεῖσα δυσίατος. 38 Μὴ δώῃς τὴν ψυχήν σου διαλογισμοῖς πονηροῖς, ἵνα μὴ μιάνωσι σὴν καρδίαν καὶ καθαρὰν προσευχὴν μακρὰν ποιήσωσι ἀπό σου. 39 Βαρεῖα λύπη καὶ ἀνυπόστατος ἀκηδία, δάκρυα δὲ πρὸς θεὸν ἰσχυρότερα ἀμφοτέρων. 40 Λιμὸς καὶ δίψα μαραίνει ἐπιθυμίας κακάς, ἀγρυπνία δὲ ἀγαθὴ καθαίρει διάνοιαν. 41 Ὀργὴν καὶ θυμὸν ἀποστρέφει ἀγάπη, μνησικακίαν δὲ ἀνατρέπει δῶρα. 42 Ἡ καταλαλοῦσα λάθρα τῆς ἀδελφῆς αὐτῆς ἐξωσθήσεται τοῦ νυμφῶνος, καὶ βοήσεται πρὸς ταῖς θύραις αὐτοῦ καὶ οὐκ ἔσται ὁ ὑπακούων. 43 Παρθένου ἀνελεήμονος σβεσθήσεται λαμπάς, καὶ οὐ μὴ ἴδῃ προελθόντα τὸν νυμφίον αὐτῆς. 44 Ὕαλος προσπίπτων λίθῳ συντριβήσεται, καὶ παρθένος ἁπτομένη ἀνδρὸς οὐκ ἀθωωθήσεται. 45 Κρείσσων γυνὴ πραεῖα παρθένου ὀργίλου καὶ θυμώδους. 46 Ἡ ἐξέλκουσα ἐν γέλωτι λόγους ἀνδρός, ὁμοία ἐστὶν τῇ περιβαλλούσῃ βρόχον τῷ ἑαυτῆς τραχήλῳ. 47 Ὥσπερ μαργαρίτης ἐν σφενδόνῃ χρυσῇ, οὕτως παρθένος καλυπτομένη ὑπὸ αἰδοῦς. 48 Ὠιδαὶ δαιμόνων καὶ αὐλοὶ ἐκλύουσιν ψυχὴν καὶ ἀπολλύουσιν εὐτονίαν αὐτῆς, ἣν φύλαξον διὰ παντός, ἵνα μὴ ἐπονείδιστος γένῃ. 49 Μὴ τέρπου ἐπὶ γελοίοις, καὶ ἐπισκωπτούσαις μὴ εὐφραίνου, ὅτι κύριος ἐγκατέλιπεν αὐτάς.

About this text

Evagrius Ponticus, Sententiae ad virginem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Evagrius Ponticus’s Sententiae ad virginem — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.