Fragmenta in epistulam ad Romanos · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

νόμος οὔτε ὁ γραπτὸς τῷ φυσικῷ προστεθείς, σώζει διὰ τῆς ἐπὶ τὸν Χριστὸν πίστεως· πληροφορηθεὶς γάρ τις περὶ τῆς ἀπὸ τῶν νεκρῶν ἀναστάσεως, ὅτι γε ταύτης αὐτῷ συμμεθέξει καὶ αὐτὸς ὑπακούων αὐτοῦ κατὰ τὴν αὐτοῦ τοῦ σωτῆρος ὑπόσχεσιν εἴσω τῆς σωτηρίας ἐστίν. καὶ τοῦτο, φησί, δι' Ἀββακοὺμ τοῦ προφήτου πάλαι καὶ πρόπαλαι θεὸς κατεμήνυεν, ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται. προσπαρέγραψε δὲ τὴν μαρτυρίαν ταύτην εἴς τε ἀξιοπιστίαν τοῦ οἰκείου λόγου καὶ εἰς ἔλεγχον μάλιστα τῆς Ἰουδαίων ὑπὲρ τοῦ νόμου δῆθεν φιλονεικίας. τοιοῦτον οὖν τὴν δύναμίν ἐστι, φησί, τὸ ἡμέτερον 356 εὐαγγέλιον, κάλλιστα δὲ ἀπὸ τῆς δυνάμεως αὐτοῦ διὰ τὸ τέως ἀφανὲς ἐπὶ τὴν σύστασιν ὥρμησεν, ὡς ἂν εἰ καὶ περὶ κόκκου σίτου τις λέγει, ὅτι τοῦτο τὸ μὲν ὁρώμενον νῦν ἐστι κόκκου πλέον οὐδέν, εἰ δὲ αὐτοῦ κατίδες τὴν δύναμιν καὶ ῥίζαν ὄντα τοῦτον καὶ καλάμην εὑρήσεις καὶ ἄσταχυν καὶ σῖτον, ὡσαύτως δὲ πολυπλασιαζόμενον ἑαυτοῦ, καὶ τὸ θαυμαστό τερον· πρὶν μὲν εἰς τὴν γῆν πεσὼν ἀποθάνοι, γίνεται τούτων οὐδέν, χωσθεὶς δὲ καὶ τελευτήσας εἰς γῆν, καθάπερ ἔφην, ποιεῖ. Μέχρι τούτων οἱονεὶ προακροβολισάμενος τοῦ εὐαγγελίου τὴν σύστασιν καὶ ἀποφαντικῶς αὐτὴν μᾶλλον ἤπερ ἀποδεικτικῶς ποιησάμενος καὶ φήσας αὐτὸ σωτήριον ὁμοίως ἅπασι Ἰουδαίοις τε καὶ Ἕλλησιν εἶναι, χωρεῖ λοιπὸν ἐπὶ τὸν ἐξετασμόν, Ἑλληνισμοῦ τε πρότερον καὶ Ἰουδαϊσμοῦ μετὰ τοῦτον, τοῦτ' ἔστι τοῦ τε φυσικοῦ νόμου καὶ τοῦ γραπτοῦ. φυσικὸν δὲ νόμον οὐχ οἷον τὴν τῶν ἀλόγων φημὶ ἀλλὰ τὴν φυσικὴν τῷ λόγῳ τὰ πρακτέα διακρίνειν δύναμιν τῆς ψυχῆς. ἐξετάζει μέντοι τὸν φυσικὸν πρότερον τοῦ γραπτοῦ, ὅτι ὁ μὲν φυσικὸς νόμος ἐπὶ πλέονκοινὸς γὰρ τῶν ὅλων ἐστίνὁ δὲ γραπτὸς ἐπ' ἔλαττον· μόνων γὰρ Ἰουδαίων. ἐκεῖνον οὖν εἰκότως πρότερον ἔχοντα πάντας ὑφ' ἑαυτὸν διελέγχει, καὶ δείξας ἀμφοτέρους Ἕλληνάς τε καὶ Ἰουδαίους ὑπευθύνους κολάσεως· εἰδότας γὰρ αὐτοὺς παραβαίνειν τὸ δέον ἀναγκαίαν αὐτοῖς οὖσαν ἀναμφισβητήτως τὴν μόνην ὑπολειπομένην διὰ τῆς εἰς Χριστὸν πίστεως κατεσκεύασε σωτηρίαν. {Rom 1,18a } Ὡμολόγηται, φησί, τοῦτο παρὰ πᾶσι, τὸ δίκας τε καὶ ἀμοιβὰς ἑκάστοις κατὰ καιρὸν ἀναλόγως τῶν ἐντεῦθεν βεβιωμένων γενήσεσθαι. καλῶς δὲ τὸ ἀποκαλύπτεται ὡς ἐντεῦθεν μὲν ἐπὶ τούτοις ἀγανα κτοῦντος ἤδη τοῦ θεοῦ ἀλλ' ἀνεχομένου διὰ μακροθυμίαν, τότε δὲ φανεροῦντος τῇ τιμωρίᾳ τὴν ἀγανάκτησιν. καὶ ἡ προσθήκη δὲ τοῦ ἀπ' οὐρανοῦ μειζόνως τῷ ἀκροατῇ τὸν φόβον ἐπηύξησεν· τὸ γὰρ ἀδιάφυκτον ἐνέφηνε τοῦ κριτοῦ, Ἕλληνα δ' ὁμολογούμενον εἰκότως αὐτό, διότι καὶ παρ' Ἕλλησιν ἀνενδοιάστως τὸ κρίσιν ἔσεσθαι πάντων δοξάζεται. {Rom 1,18b-19} Ἐπειδὴ γὰρ δύο ταῦτά εἰσι τῶν ἁμαρτημάτων τὰ γενικώτατα, ἡ περὶ θεὸν πλημμέλεια καὶ ἡ περὶ τὸν πλησίον, τίθησιν ἀμφοτέρας, καὶ προτέραν μὲν ὡς μείζονα τὴν εἰς τὸν θεὸν ἀσέβειαν καλέσας αὐτήν, 357 δευτέραν δὲ τὴν εἰς τὸν πλησίον ἀδικίαν ταύτην προσειπών. εἶτα καὶ συνίστησι τὸ δικαίως ἅπαν τὸ γένος ἡμῶν ὑπὸ κρίσιν ἐλεύσεσθαι, τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων εἰπών· οὐδὲ γὰρ εἰς ἄγνοιαν καταφεύγειν αὐτοῖς ἔνεστιν. εἰδότες γοῦν λυμαίνονται τὸ κατ' αὐτοὺς τὴν ἀλήθειαν. καὶ διελὼν τὰς ἁμαρτίας, προτέραν αὐτῶν τὴν εἰς θεὸν ἐξετάζει καὶ λέγει σαφῆ τε καὶ φανερὰν τὴν περὶ θεοῦ γνῶσιν ὑπάρχειν αὐτοῖς ἑαυτὸν αὐτοῖς τοῦ θεοῦ ἐπιπεφανερωκότος. {Rom 1,a } Καὶ γὰρ καὶ τὸ θεὸν εἶναι δυνατὸν καὶ ἀΐδιον, καὶ μὴν καὶ δημιουργὸν καὶ προνοητὴν καὶ τἄλλα πάντα ὅσα καὶ πρόσεστι μὲν αὐτῷ, τοῖς δὲ γεννητοῖς ἐστι πᾶσιν ἀόρατον. ταῦτα διὰ τῆς πανσόφου δημιουργίας ἐν τῇ κτίσει τοῦ κόσμου τούτου διανοίᾳ καθορᾶν ἡμῖν ἐδωρήσατο· κτίσας γὰρ τὸν κόσμον οὕτως αὐτὸν κατεσκεύασε συνετῶς ὥστε μεταποιούμενον μὲν καὶ μεταβαλλόμενον ὅτιπερ ὑπὸ θεοῦ γέγονεν, ἀϊδίου τε ὄντως αὐτοῦ καὶ ἀναλλοιώτου, διδάσκει συνεστῶτα δὲ κἂν ταῖς συνεχέσι κινήσεσι καὶ μὴ καταφθειρόμενον ὑπ' αὐτῶν ὅτιπερ ὁ ποιήσας αὐτόν ἐστι δυνατὸς ἐκβοᾶν. ἡμᾶς τε φύσεως τοιαύτης ἐδημιούργησε νοῦν τε καὶ λογισμὸν ἐπιβαλὼν τούτων ἡμῖν δωρησάμενος, ὥστε παρεπομένους ἡμᾶς τῇ διὰ τοῦ κόσμου τούτου διδασκαλίᾳ δύνασθαι νοοῦντας καθορᾶν αὐτοῦ τὰ ἀόρατα. εἰ γὰρ ὅτι γενητός ἐστιν ἐκ τῶν τροπῶν τε καὶ ἀλλοιώσεων αὐτοῦ κατεμάθομεν, δῆλον ὅτι γε γενόμενος ὑπὸ τοῦ πάντως ἀγενήτου καὶ ἀτρέπτου γεγένηται, ὃς ὑπερβολὴν δυνάμενος οὐδὲ ἐν τοσαύτῃ ὄντα μεταβολῇ τῶν στοιχείων διὰ τὸ ἡμῖν χρειῶδες συμφερομένων εἰς ἄλληλα, ἀφίησιν ἀπολέσθαι ἀλλ' ὑφεστῶτα καὶ ἀκατάλυτα ἔτι διακρατεῖ. {ROM 1,β}

About this text

Gennadius of Constantinople, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Gennadius of Constantinople’s Fragmenta in epistulam ad Romanos — new OET from PG 85 Greek.

Witnesses

  • Copy-text PG 85 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.