Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT.
Greek
Τὸ δὲ εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους φησὶν ἀντὶ τοῦ παραιτεῖται αὐτῶν τὴν ἀπολογίαν· τοῦτο ἀποστρέφει τὴν γλῶτταν, ἐμφράττει τὸ στόμα εὔχει, σιωπὰν ποιεῖ. ἔφη δὲ αὐτῷ τῷ αἰτιατικῷ τρόπῳ κατὰ τὸ οἰκεῖον ἰδίωμα· σύνηθες γὰρ τῷ ἀποστόλῳ τὰς τῶν πραγμάτων ἐκβάσεις ὡς τῶν πραγμάτων αἴτια τιθέναι. οὐ γὰρ διὰ τοῦτο τὴν πρώτην ὁ θεὸς τῆς ἑαυτοῦ γνώσεως τοὺς ἀνθρώπους ἠξίωσεν, ἵνα αὐτοῖς μηδ' ἧστινος ἀπολογίας μετείη, ἀλλὰ ταύτην ἐν αὐτοῖς ἐφανέρωσε πρὸς τὸ συμφέρον αὐτοῖς ἵνα ἔχειν τό τε αὐτοῦ καὶ τῆς κηδεμονίας ἀπολαμβάνειν τῆς αὐτοῦ. ἐπειδὴ τὴν δωρεὰν ἐκεῖνοι τὴν θείαν διὰ τῆς αὐτῶν ἐνύβρισαν ῥᾳθυμίας, ἠκολούθησαν ὡς εἰκῶς τὸ ἐκπεσόντας αὐτοὺς τοῦ προσήκοντος πάσης παραιτήσεως ἀποστηρηθῆναι. 358 Rom 1,21-23} Ὅτι μὲν οὖν ἔγνωσαν εἶναι θεόν, δῆλον οὐκοῦν οὐχ ὑπὲρ τούτου δίκην ὑφέξουσιν, ὅτι δὲ οὐκ εἰς δέον τῇ γνώσει κατεχρήσαντο, ὑπὲρ δὲ τούτου τιμωρηθήσονται· θεὸν μὲν γὰρ αὐτὸν ἐδόξαζεν ἕκαστος, καὶ ὅτιπερ ᾤετο θεόν, τοῦτο καὶ ὡς ὑπερέχον ἡγούμενος ἐθεράπευσεν. ἐσφαλμένως δὲ καὶ ἀσυνέτως τὸ πρᾶγμα μετῆλθον· τὴν τοῦ θεοῦ γὰρ ἐπὶ τὴν αὐτοῦ γνῶσιν ὁδὸν καταλιπόντες καὶ οἰκείαν ἀνατεμόμενοι πρὸς ἐσχάτην μανίαν ἐξώκειλαν, τὸν πλεονασμὸν τῆς ὡς ᾤετο σοφίας αὐτῶν προσθήκην μωρίας κτησάμενοι, μέχρις ἑρπετῶν καὶ ἀψύχων τὸ θεῖον σέβας καταβιβάσαντες, ὥστε ἡ περὶ τοῦ θεοῦ πλάνησις αὐτῶν ἐλέγχεται αὐτοὺς τῷ τὴν περὶ θεοῦ γνῶσιν ἐνυπάρχειν αὐτοῖς, καὶ ἅμα πάσης αὐτοὺς ἀφαιρεῖται συγγνώμης. τοῦ μέντοι γε οὐχ ὡς θεὸν ἐδό ξασαν ἢ ηὐχαρίστησαν ὁ νοῦς οὕτως ἐστίν· τοῦ μὲν ηὐχαρί στησαν, ὅτι μὴ πάντων τῶν ἀγαθῶν αὐτὸν αὐτοῖς εἶναι αἴτιον καὶ χορηγὸν ὡμολόγησαν, τοῦ δὲ ἐδόξασαν, ὅτι ἣν ἐχρῆν αὐτοὺς περὶ θεοῦ ἔχειν ὑπόληψιν, ταύτην οὐκ ἔσχον. γνόντες γοῦν αὐτὸν ἐκ τῆς διὰ τοῦ κόσμου τούτου διδασκαλίας ἀόρατον, ἀΐδιον, ἄφθαρτον, παντοδύναμον, οὐκ ἐνέμειναν τούτοις, οὐδὲ τὴν τοιαύτην περὶ αὐτοῦ δόξαν ἐφύλαξαν, ἀλλ' ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου. ὁμοίωμά γε μὴν εἰκόνος αὐτὴν τὴν εἰκόνα φησίν, ὥσπερ οὖν καὶ ὁμοίωμα σαρκὸς αὐτὴν λέγει τὴν σάρκα, διὸ καὶ σφόδρα βαρύνων τῷ λόγῳ τὸ ἔγκλημα, αὐτό τε τοῦτο προστέθηκε τὸ φθαρτοῦ ἀν θρώπου τοῦτ' ἔστι τῆς φθειρομένης σαρκός. ἐπειδὴ καὶ ταύτης τοῦ ἀνθρώπου μόνης, οὐ μὴν καὶ τῆς ψυχῆς εἰκόνες εἰσὶ τὰ ἐκτυπώματα. διῆλθεν ἑξῆς γενικῶς μέν, ὀνομαστὶ δὲ ὅμως ἐκπομπεύων τὴν πλάνην αὐτήν, πετεινῶν καὶ τετραπόδων φήσας καὶ ἑρπετῶν, τοιοῦτόν ἐστι καὶ τὸ τοῦ ψαλμοῦ· ἤλλαξαν τὴν δόξαν αὐτοῦ ἐν ὁμοιώματι μόσχου ἐσθίοντος χόρτον· κἀνταῦθα γὰρ ὁμοίωμα μόσχου τὸν μόσχον φησίν. ποῖον μέντοι μόσχον λέγει, δεδήλωκεν εἰπών· ἐποίησαν μόσχον ἐν Χωρὴβ καὶ προσ εκύνησαν τῷ γλυπτῷ. {Rom 1,24-27} Ἀποδείξας τοίνυν αὐτάρκως ὁ ἀπόστολος δεδόσθαι μὲν τοῖς ἀνθρώ ποις τοῦ θεοῦ γνῶσιν παρὰ θεοῦ τῇ ἐντέχνῳ τοῦ κόσμου τούτου δημιουργίᾳ καὶ τῇ τῆς αὐτῶν φύσεως πρὸς τὴν μάθησιν τούτων ἐπιτη δείᾳ κατασκευῇ, τοὺς δεδεγμένους δὲ ταύτην σαρκικοῖς λογισμοῖς αὐτὴν ἐν ἑαυτῇ διαφθεῖραι καὶ οὐκ εἰς δέον τι χρήσασθαι, λέγει λοιπὸν 359 ἀκολούθως, ὅσων τε καὶ οἵων ἀτοπημάτων αὐτῶν αἰτία γέγονεν ἡ τοῦ θεοῦ τῆς ἀληθινῆς ἀπόπτωσις γνώσεως. Τὸν μὲν οὖν δεσπότην θεόν, φησίν, οὐδὲν τὰ τῆς ἀγνοίας τούτων παρέβλαψεν, ἀλλ' ἀνενδεὴς ὢν καὶ φύσιν ἔχων, πῶς ἂν εἴποι τις· αὐτὸς φύσει μακαριώτατος μένει διηνεκῶς ἐπὶ ταύτῃ; αὐτοὶ δὲ πρὸς ἅπαν εἶδος κακίας ἐξεκολλήθησαν, ἐπὶ τοσούτων κατακρατηθέντες τῇ πλάνῃ καὶ τῇ ἀγνοίᾳ τοῦ θεοῦ σκοτωθέντες, ὡς καὶ πρὸς τὰ παρὰ φύσιν ἐξενεχθῆναι, τυφλῶν δίκην οἷς ἔτυχον περιπίπτοντες, καὶ εἰκότως· εἰ γὰρ οὐχ οἷόν τε τοὺς τοῦ αἰσθητοῦ φωτὸς ἀπεστερημένους μὴ προσπταίειν τοῖς ἐν ποσίν, πολλῷ μᾶλλον ἀδύνατον ὀρθῶς βιῶναι καὶ ἀναμαρτήτως τοὺς ἐκείνου τοῦ μακαρίου φωτὸς ἑαυτοὺς ἀπεστερηκότας. Αὐτὸ τοῦτο δίκην αὐτῶν τῆς εἰς τὸν θεὸν πλημμελείας ἀπῆχθαι δεικνύς, ὡς πρὸ τῆς ἐπὶ τοῖς ἁμαρτήμασι τιμωρίας αὐτὸ τὸ ἁμαρτάνειν οὐ χαλεπωτάτη τοῖς σωφρονοῦσι κόλασις. {Rom 1,28} Οὐ τοῦτο τοίνυν φησίν, ὅτιπερ αὐτοὺς ὁ θεὸς ἐγκατέστρεψε τοῖς βδελυροῖς τούτοις τολμήμασιν· οὐδενὸς γὰρ αἴτιος τούτου θεὸς ἀνθρώ ποις. μὴ γένοιτο. πῶς γὰρ ὅς τε ἀγανακτῶν καὶ γεένναν ἐπὶ τούτοις ἠπείλησεν; ἀλλ' εἴωθεν ἡ γραφὴ τὴν συγχώρησιν τοῦ θεοῦ καὶ τὴν ἐγκατάληψιν οὕτω καλεῖν ὡς τὸ ἐξέκλινας
About this text
Gennadius of Constantinople, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Gennadius of Constantinople’s Fragmenta in epistulam ad Romanos — new OET from PG 85 Greek.
Witnesses
- Copy-text PG 85 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.