Fragmenta in epistulam ad Romanos · §u02-open

Fragmenta in epistulam ad Romanos Unit 2 opening

Unit 2.

Lemma-led open — τοὺς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου, καὶ τὸ ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραώ, καὶ τὸ τί ἐ

Greek

τοὺς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου, καὶ τὸ ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραώ, καὶ τὸ τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ἐσκλήρυνας τὴν καρδίαν ἡμῶν τοῦ μὴ φοβεῖσθαί σε; καὶ τὸ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν· λέγει τοίνυν ὅτι ἀποστάντων ἀπέστη καὶ ἀφέντας αὐτὸν ἀφῆκεν αὐτούς, ὥστε αὐτοῦ τοῦ κιβδήλου βίου παραίτιον ἡ αὐτῶν περὶ θεοῦ ἀδόκιμος γνῶσις. {Rom 1,29-32} Καὶ ἑνὶ τούτῳ τῷ τῆς ἀδικίας προσρήματι κοινῇ τὰ εἰς ἀλλήλους αὐτῶν πάντα περιλαβὼν ἁμαρτήματα, ἐν τοῖς ἑξῆς ἀπαριθμεῖται καθ' ἕκαστον. καὶ πονηρίαν μὲν λέγει τὸν ἐκ κατασκευῆς εἴς τινα παρὰ τούτου πόνον γινόμενον, πλεονεξίαν δὲ τὴν ὑπὲρ τῆς ἐπιθυμίας 360 τοῦ πλείονος βλάβην, κακίαν δὲ τὴν τοῦ κακῶσαι τὸν πέλας σπουδήν, φθόνον δὲ τὴν ἐπὶ τοῖς τοῦ πλησίον καλοῖς βασκανίαν, φόνον δὲ τὴν μέχρις ἀναιρέσεως κίνησιν, ἔριν δὲ τὴν ἐπίψογον φιλονεικίαν, δόλον δὲ τὰς ἐπὶ λύμῃ τῶν ἀδελφῶν ἐπιβουλάς τε καὶ μηχανάς, κακοήθειαν δὲ τὴν κακοτροπίαν, ψιθυρισμὸν δὲ τὴν ὑπ' ὀδόντα τῶν παρόντων κακολογίαν, καταλαλιὰν δὲ τὴν εἰς ἀπόντας ὑπό τινων βλασφημίαν, θεοστυγεῖς δὲ οὐ τοὺς ὑπὸ θεοῦ στυγουμένους οὐ γὰρ αὐτῷ τοῦτο δεῖξαι πρόκειται νῦνἀλλὰ τοὺς μισοῦντας θεόν, ὑβριστὰς δὲ τοὺς θρασεῖς καὶ λοιδόρους, ὑπερηφάνους δὲ τοὺς κατὰ τῶν οὐκ ἐχόντων ἐφ' οἷς ἔχουσιν φυσωμένους, ἀλαζόνας δὲ τοὺς ἐφ' οἷς οὐκ ἔχουσιν αὐχοῦντας ὡς ἔχοντας, ἐφευρετὰς δὲ κακῶν τοὺς ἐπὶ τοῖς παλαιοῖς κακοῖς ἕτερα καινοτομοῦντας κακά, γονεῦσι δὲ ἀπειθεῖς τοὺς καὶ μέχρι γονέων ἀγνώμονας, ἀσυνέ τους δὲ τοὺς ἀσυνειδήτουςτῶν γὰρ τοιούτων οὐδὲν ἀφρονέστερον, ἀσυνθέτους δὲ τοὺς ταῖς συνθήκαις μὴ ἐμμένοντας ἃς ἂν πρός τινας συνθῶνται, ἀστόργους δὲ τοὺς ἀπηνεῖς καὶ ἀφίλους, ἀσπόν δους δὲ τοὺς ἀδιαλλάκτους καὶ μνησικάκους, ἀνελεήμονας δὲ τοὺς ἀκαμπεῖς καὶ ἀνενδότους πρὸς ἔλεον. {Rom 2, 1} Ἢ ὁ κρίνων φησὶν ἀντὶ τοῦ ὁ διακριτικὸς τῶν πρακτέων φύσεως καταξιωθείς. διὰ τί δὲ ὁ τοιοῦτος ἀναπολόγητος; ἐν ᾧ γὰρ κρίνεις, φησί, τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων. {Rom 2, 2-5} Ἄνω δέ μοι τὰ εἰρημένα διδάσκεται· φήσας γὰρ αὐτῷ κατακρίτους ἡμᾶς ἐφ' οἷς πταίομεν εἶναι, πάλιν κἀνταῦθα τοῖς ἀνωτέροις ὁμοίως ὁμολογουμένην παρὰ πᾶσι καὶ ἀνενδοίαστον οὖσαν τὴν κρίσιν τοῦ θεοῦ, ἐπάγει· οἴδαμεν ὅτι τὸ κρίμα τοῦ θεοῦ ἐστι κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας. καὶ τοῦτο ὡς ἀναμφισβήτητον τεθεικὼς ἐπιτιμητικώτερον λοιπὸν τοῖς ἑξῆς πρὸς αὐτοὺς κέχρηται λόγοις. ὄντος ἡμῖν ἅπασιν, φησί, τούτου σαφῶς ὅτι κρίσις ἀδέκαστος διαδέχεται, σὺ προσδοκᾷς, ἄνθρωπε, ἐν γνώσει πταίειν 361 ἐξελεγχόμενος ὑφ' ἑαυτοῦ, μὴ δώσειν δίκην, ἀλλ' ἐφ' οἷς ἑτέρων καταψηφίζῃ τινῶν ἐπὶ τούτοις ἀθῷος αὐτοῖς ἀφαιρεθήσεσθαι. καὶ θεὸν τὸν ἀληθινὸν κριτὴν οἴει μηδ' ὅσην σὺ τοῦ δικαίου ποιεῖσθαι τὴν πρόνοιαν, ἀλλ' ὅτι μὴ παρὰ πόδας τὴν κόλασιν ἐπιφέροι σοι διδοὺς καιρὸν εἰς μετάνοιαν, τούτῳ καταχρήσει πρὸς ἐπίδοσιν τοῦ κακοῦ. καὶ τὸ μακρόθυμον τοῦ θεοῦ περὶ σὲ ἀφορμὴν ποιήσει πάσης ἀνοσιό τητος. οὐκοῦν ἴσθι σαφῶς ὅτι κατὰ τὴν σκληρότητά σου θησαυρίζεις σεαυτῷ ὀργήν. προσέοικεν ὅλον τοῦτο τῷ τοῦ ψαλμωδοῦ· ταῦτα ἐποίησας καὶ ἐσίγησα, ὑπέλαβες ἀνο μίαν ὅτι ἔσομαί σοι ὅμοιος· ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου. τὸ μὲν οὖν θησαυρίζεις ἀπὸ μεταφορᾶς ἔφη τῶν ἐν ἀποκρύφοις μὲν ἐχόντων τοὺς θησαυρούς, αὐξόντων δὲ αὐτοὺς ταῖς κατ' ὀλίγον προσθήκαις. ἡ μέραν δὲ ὀργῆς τὸν τῆς τιμωρίας λέγει καιρόν. καὶ σὺ τοίνυν, φησί, τῷ πλήθει τῶν ἁμαρτημάτων οἷον ἐν ἀφανεῖ τὰ μείω τινί, τῇ μελλούσῃ κρίσει τὴν καθ' ἑαυτοῦ τιμωρίαν ἐπάξεις. ἀποκαλύψεως δὲ ἡμέραν αὐτὴν ὠνόμασε διὰ τὸ πάντα τὰ τελέως λανθάνοντα τότε μέλλειν εἰς τὸ ἐμφανὲς ἐπὶ πάντων προάγεσθαι, δικαιοκρισίας δὲ ὡς ἐνταῦθα μέν, τῆς δικαίας κρίσεως κατὰ

About this text

Gennadius of Constantinople, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Gennadius of Constantinople’s Fragmenta in epistulam ad Romanos — new OET from PG 85 Greek.

Witnesses

  • Copy-text PG 85 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.