Unit 2 rem mid
Rem mid: Unit 2; lemma continues; reading with the letter.
Greek
κατορθώσαντι καὶ κομισαμένῳ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τὴν ἀμείνονα λῆξιν; διὰ τοῦτο γάρ, φησίν, αὐτὸν ὁ θεὸς ὑπερύψωσεν, τοὺς ἑνουμένους αὐτῷ διὰ πίστεως καὶ καταξιουμένους τῆς τοῦ πνεύματος ἐνοι κήσεως, τοῦ πρῶτον αὐτὸν ἐκεῖνον ἐγείραντος ἐκ νεκρῶν, κοινωνεῖν αὐτῷ τῆς ἀκηράτου ζωῆς ἀντὶ σαρκικῶν γενομένους πνευματικούς. ἀλλ' ἐβασίλευσε, φησίν, ὁ θάνατος ἀπὸ̀ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ, ἀντὶ τοῦ καθ' ὃν τρόπον παραβεβηκότος Ἀδὰμ ὁ θάνατος ἐβασίλευσεν, οὕτω καὶ τῶν ἐξ αὐτοῦ μετ' αὐτὸν γενομένων ἡμαρτηκότων τε καὶ οὐχ ἡμαρτηκότων ὁμοίως. τὸ δὲ μέχρι Μωϋσέως ταὐτόν ἐστι τῷ ἄχρι γὰρ νόμου· Μωϋσέα γὰρ νῦν οὐκ ἰδικῶς τὸ πρόσωπον τοῦ ἀνδρὸς ἀλλὰ τὸ πρᾶγμα φησίν, τὸν νόμον ἐκ τοῦ νομοθέτου καλῶν. οὕτω καὶ ἐν 364 τῇ πρὸς Κορινθίους· ἕως ἀναγινώσκηται Μωϋσῆς, τοῦτ' ἔστιν ὁ νόμος ὁ διὰ Μωϋσέως δοθείς. ὅς ἐστι τύπος τοῦ μέλλοντος. ἐτυποῦτο δὲ ἄρα, φησίν, ἐν τοῖς περὶ τὸν Ἀδὰμ καὶ προδιεγράφετο τὰ μετέπειτα γενησόμενα, ταῦτα δὴ τὰ κατὰ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν· ἔδει γὰρ ἴσως γενέσθαι τὸν μὲν πρῶτον ἄνθρωπον Ἀδὰμ εἰς ψυχὴν ζῶσαν, τὸν δὲ ἔσχατον Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν. ἐπειδὴ γοῦν ὁ μὲν πρῶτος ἄνθρωπος ἀδὰμ ἐκ γῆς χοϊκός, ὁ δὲ δεύτερος ἄνθρωπος ὁ κύριος ἐξ οὐρανοῦ, ἀνάγκη κατὰ μὲν τὸν χοϊκὸν εἶναι τοὺς χοϊκούς, κατὰ δὲ τὸν ἐπουράνιον τοὺς ἐπουρανίους· καὶ ὥσπερ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, οὕτω δήπου καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου φορέσομεν, ἀκολούθως ἐκ τῶν ὑποδεεστέρων ἀναβιβαζόμενοι πρὸς τὰ ὑπερέχοντα.{Rom 5,16} Μία μὲν γάρ, φησίν, ἁμαρτία τῆς κατακρίσεως πάντων αἰτία, καὶ τὴν ἐκείνης δίκην οἱ καθεξῆς πάντες ἐξέτισαν, ἡ δὲ χάρις οὐκ ἐκείνην μόνην ἀλλὰ καὶ πολλὰς ἄλλας ἐκείνης βαρυτέρας ἐπιτηδευθείσας ὑπὸ τῶν μεταγενεστέρων ἀνεῖλεν, ἄπταιστον παντελῶς τοῦ λοιποῦ καὶ δικαίαν ἐργασαμένη τὴν φύσιν ἡμῶν.{Rom 5,17} Ἀποδείξας αὐτάρκως τὸ περιττὸν τῆς χάριτος κατὰ σύγκρισιν, ἐπισυλλογίζεται λοιπὸν καὶ κατασκευάζει τὸ σπουδαζόμενον καί φησιν· εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνὸς καὶ τὰ ἑξῆς. τῷ γὰρ συνδέσμῳ νῦν ἀντὶ τοῦ τοίνυν ἐχρήσατο· εἰ τοίνυν, φησί, καὶ ἑνὸς ἀνθρώπου παραπτώματι καὶ δι' ἑνὸς παραπτώματος ὁ θάνατος ἐβασίλευσεν, ἄρα οὖν πολλῷ μᾶλλον οἱ τὸ πλέον τῆς εἰς δικαιοσύνην χάριτος ἐν τῷ ἑνὶ Χριστῷ κομιζόμενοι, καθὼς ἀποδέδεικται, βασιλεύσουσιν ἐν ἀθανάτῳ ζωῇ. {Rom 5,} Νόμος δὲ παρεισῆλθεν, φησίν, ἵνα πλεονάσῃ τὸ παράπτωμα. ἔοικε τοῦτο τῷ ἐν τῇ πρὸς Γαλάτας· ὁ νόμος τῶν παραβάσεων χάριν προσετέθη. τὸ γὰρ ἵνα κἀνταῦθα κατὰ τὸ ἰδίωμα τέθεικεν, σημαίνει γὰρ τὸ ἀκόλουθον. τοῖς γὰρ μετὰ τὸν Ἀδάμ, φησίν, ἅπασιν, μᾶλλον δὲ καὶ αὐτῷ τῷ Ἀδὰμ νόμου δοθέντος 365 ἐπλεόνασε τὸ παράπτωμα· ὅσῳ γὰρ τὰ παραγγέλματα πλείω, τοσούτῳ παραβαινομένων αὐτῶν καὶ τὰ παραπτώματα. ταῖς δὲ παρανομίαις τῆς ἁμαρτίας αὐξηθείσης εἰς πλῆθος ἡ ταύτην ἀναιροῦσα χάρις ὑπερμεγέθης εἰκότως πέφηνεν οὖσα. {Rom 5,21} Ὥστε, φησίν, ἀναντίρρητον ὅτι καθάπερ ἡ ἁμαρτία τὴν ἑαυτῆς ἐν τῷ θανάτῳ καὶ διὰ τοῦ θανάτου δυναστείαν ἐκράτυνεν, οὕτω καὶ ἡ χάρις τὴν ἐν Χριστῷ τοῖς πᾶσι παρεχομένη δικαίωσιν ἐν ἀτελευτήτῳ ζωῇ τὴν βασιλείαν ἀδιάδοχον ἕξει. {Rom 6,12} Τὰ προλαβόντα εἰρηκὼς ἐπὶ συστάσει τοῦ περὶ τῆς κατὰ Χριστὸν χάριτος λόγου συνεῖδεν ἐκ τούτων αὐτῷ τικτομένην ἀντίθεσιν, καὶ ταύτην ἀντιθεὶς ὡς ἀπὸ τοῦ ἐναντίου, τὴν λύσιν αὐτῆς ἰσχυροτάτην ἐργάζεται καί φησιν· τί οὖν ἐροῦμεν; ἐπιμενοῦμεν τῇ ἁμαρ τίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ; μὴ γένοιτο. ἆρα οὖν, φησίν, ἔκ γε ὧν ἔφην ἐρεῖς ὡς ἐπεξαμαρτητέον ἡμῖν καὶ ταύτῃ τὴν χάριν ποιητέον πλείονά τε καὶ μείζονα, εἴπερ οὖν πρὸς τὸ τῶν ἡμετέρων πλῆθος ἁμαρ τημάτων καὶ ἡ ταύτης αὔξεται φύσις; ἔοικε δὲ μάλιστα τοῦτο τῷ φασί τινες ἡμᾶς λέγειν· ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά. μὴ γένοιτο, φησίν. τέως ὡς ἀνόσιον παντὸς λογισμοῦ τὸν λόγον ἀπηύξατο, μετὰ τοῦτο δὲ ἤδη καὶ λογισμοῖς ἀναμφιλέκτοις τὴν ἀτοπίαν αὐτοῦ διελέγχει καί φησιν· οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ; τοῦτο λέγειν ἂν, φησίν, ἔχοιεν οἱ σαρκικοί τε καὶ ἄπιστοι, ἡμᾶς μέντοι τῶν παντάπασιν ἀδυνάτων ἐστὶν αὖθις ἀναβιῶναι τῇ ἁμαρτίᾳ τοὺς ἅπαξ ἀποθανόν τας αὐτῇ. {Rom 6,3-4} Ἴστε τοῦτο πάντως, φησίν, ὡς τὸ Χριστοῦ βάπτισμα τύπον ἔχειν αὐτοῦ τοῦ τε θανάτου φαμὲν καὶ τῆς ἀναστάσεως. οἱ τοίνυν τοῦτο πίστει
About this text
Gennadius of Constantinople, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Gennadius of Constantinople’s Fragmenta in epistulam ad Romanos — new OET from PG 85 Greek.
Witnesses
- Copy-text PG 85 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.