Unit 2 rem close
Rem CLOSEOUT: Unit 2 CLOSEOUT.
Greek
δεξάμενοι πρόδηλον ὡς ἐπὶ ταῖς ἐλπίσιν αὐτὸ ταύταις εἰλήφαμεν, ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν εἰς υἱοθεσίαν ἐπίδοξοντοῦτο γὰρ λέγει διὰ τῆς δόξης τοῦ πατρόςοὕτω καὶ ἡμεῖς τοῦ θανάτου κεκοινωνηκότες αὐτῷ διὰ τοῦ βαπτίσματος, κοινωνοὶ ἦμεν τῆς ἀθανάτου καὶ ἀπαλαιώτου καὶ παμμακαρίας ἐκείνης ζωῆς. 366 {Rom 6,5} Ὁμοίωμα θανάτου αὐτοῦ. αὐτὸν αὐτοῦ λέγει τὸν θάνατον ὡς καὶ τὸ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ ἐν ὁμοιώ ματι ἀνθρώπου γενόμενος, ἢ καὶ τὸ ἐν Ἰορδάνῃ βάπτισμα τὸ προτυπῶσαν αὐτοῦ τῆς ἀναστάσεως τὸ μυστήριον. καλῶς δὲ τὸ σύμφυτοι τῇ τῶν φυτῶν μνήμῃ παριστῶν τὸ τοῦ πράγματος ἀναμφίβολον· τὸ γὰρ συμφυτευόμενον δηλονότι συνανίσχει τε καὶ συνάνεισιν. οὐκοῦν ὅτι καὶ ἡμεῖς συναποθανόντες Χριστῷ, συναναστησό μεθα πρόδηλον. {Rom 6,6-7} Παλαιὸν ἄνθρωπον τὸν φθαρτὸν λέγει καὶ παθητόν, ὡς τῆς παλαιώσεως φθειρούσης τὸν ᾧπερ ἂν ἐπιγίνοιτο· ἁμαρτίας δὲ σῶμά φησι τὸ μηκέτι μένον τὸ ἀναμάρτητον ἀλλ' ἐπιδεχόμενον ἁμαρτίαν. τοῦτο τοίνυν καταργεῖται, φησί, τοῦτ' ἔστιν ἀνενέργητον πρὸς τὴν ἁμαρτίαν καθίσταται. διὸ καὶ οὐχ ἁπλῶς ἔφη καταργεῖσθαι τὸ σῶμα ἀλλὰ τὸ σῶμα τῆς ἁμαρτίας· τοῦτο γὰρ φθαρτὸν ὂν νῦν ἐνδύσεται ἀφθαρσίαν, καὶ θνητὸν ὂν νῦν ἐνδύσε ται ἀθανασίαν, μετασχηματίζοντος ἡμῶν τὸ σῶμα τῆς ταπεινώσεως τοῦ δεσπότου Χριστοῦ πρὸς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. ὁ γὰρ ἀποθανών, φησί, δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. τί τοῦτό ἐστιν ὃ λέγει; τῶν ζώντων ταυτηνὶ τὴν ζωὴν τὸ πταίειν ἐστίν, ἐπειδὴ καὶ τὸ νόμου ἔχειν τούτων ἐστίν, τοῖς τετελευτηκόσι δὲ προσήκει τούτων οὐδέτερον· οὔτε γὰρ νόμος τῷ τεθνηκότι προσδιαλέγεταιπῶς γὰρ τῷ γε μηδὲ ἀκούοντι; καὶ ἁμαρτία τὸν τοιοῦτον οὐ διοχλεῖ. τῷ τοίνυν ἀποθανόντι, φησίν, οὐδὲν πρὸς τὴν ἁμαρτίαν κοινόν, οὐδὲ αὐτὴ πρὸς ἐκεῖνον ἔχει τι δίκαιον· οὐδὲ γὰρ τῷ πλημμελεῖν ὑπόκειται τοῦ λοιποῦ. {Rom 6,8-11} Οὐκοῦν, φησί, καθάπερ ὁ Χριστὸς καὶ ἡμεῖς ἀποθνήσκομεν, καθάπερ ὁ Χριστὸς ζησόμεθα καὶ ἡμεῖς. προσήκει οὖν εἰς ἐκεῖνον ὑμῖν ἀφορᾶν. καὶ ὥσπερ ἐκεῖνον ἅπαξ ἀποθανόντα τῇ ἁμαρτίᾳ, εἶτα ἀναστάντα τῷ θεῷ τῶν ἀδυνάτων ἐστὶν αὖθις ἀποθανεῖν, οὕτω δέοι ἂν καὶ ὑμᾶς λογισμῷ χρωμένους δικαιοτάτῳ τὸν ἑαυτῶν τοῦ λοιποῦ βίον ἐν τῇ κατὰ Χριστὸν ῥυθμίζειν ζωῇ, ὡς ἐλπίδι πρὸς ταύτην μετα βεβηκότας ἐκ τῆς προτέρας. 367 {Rom 6,12-14} Ἀνατρέψας ἐκ τῶν κατὰ Χριστὸν τὴν ἀντίθεσιν καὶ δείξας οὐκέτι τοῦ ἁμαρτάνειν αὐτοῖς οὐδαμῶς ὡς οὐκ οὖσιν ἔτι μετὰ τὸ βάπτισμα σαρκικοῖςταῦτα δὲ μόνῃ πίστει τέως οὐ πείρᾳ κεκτήμεθα· οὔτε γὰρ ἀπαθεῖς οὔτε ἀθάνατοί πως γεγόναμεν, τοῦ πράγματος αὐτοῦ κατά τινα λόγον ἀπόρρητον τῷ τῆς κοινῆς ἀναστάσεως φυλαττομένου καιρῷ συμβουλὴν μετρίαν τε αὐτοῖς καὶ τὴν ἐνδεχομένην προσάγει. οὐ γὰρ ἔφη· μὴ οὖν ἁμαρτάνετετοῦτο γὰρ φύσεως ἀπαθοῦς τε καὶ ἀθανά τουἀλλὰ μὴ βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, τοῦτ' ἔστι μὴ τῷ πρόσθεν χρόνῳ παραπλησίως ἀστασίαστον καὶ νῦν ἡ ἁμαρτία τὸ καθ' ὑμῶν κράτος ἐχέτω, μηδὲ δίκην οἰκετῶν τὸ προσταττόμενον ὑπ' αὐτῆς ἐν ταῖς τοῦ σώματος ἡμῶν ἐπιθυμίαις ἔτι ποιεῖν καταδέχεσθε, δορυφόρους ὥσπερ αὐτῇ πρὸς συνεργίαν τῆς ἀδικίας τὰ ἑαυτῶν παρεχόμενοι μέλη, ἀλλ' ἀποφυγόντες ἐκείνην καὶ πολεμίαν ὑμῖν εἶναι καὶ ἐχθρὰν ἡγησάμενοι, καταφύγετε πρὸς θεόν, καὶ ὡς ἀθανάτους αὐτῷ πρὸς δικαιοσύνης κατόρθωσιν ἑαυτοὺς εὐτρε πίσατε. ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον ἀλλ' ὑπὸ χάριν. ἂν γὰρ σπουδάζητε, φησίν, οὕτω βιοῦν πεπεισμένοι τε καὶ πεπληροφορημένοι βεβαίως περὶ τῆς χάριτος, οὐχ ἁλώσεσθε τῇ ἁμαρτίᾳ ποτέ. διὰ τί; ὅτι τὴν μὲν ἁμαρτίαν ὁ νόμος κυροῖ, ὑμεῖς δὲ οὐκέτι τῆς ὑπὸ νόμον ζωῆς ἀλλὰ τῆς ὑπὸ χάριν ἐστέ. οὐ τοίνυν ὑπὸ τῆς ἁμαρτίας κυριευθήσεσθε τῷ θανάτῳ ὡς τῆς ὑπὸ τοῦ νόμου ζωπυρουμένης ἁμαρτίας κατακυριευούσης τοῦ γένους ἡμῶν. πληρώσας δὲ ἄχρι τούτου τὴν συμβουλήν, ἑτέραν ἀνθυφορμῶσαν αὐτῷ διαδέχεται πάλιν ἀντίθεσιν· εἰπὼν γὰρ ὅτι ἁμαρτία ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον ἀλλ' ὑπὸ χάριν, ἔγνω τούτου τὸν σαρκικὸν ἑτοίμως ἑξόμενον καὶ τῇ χάριτι πρὸς ἁμαρτημά των ἀποχρησάμενον ἄδειαν. τοῦτο τοίνυν προϋπιδόμενος ἑαυτῷ τὸν παρ' ἐκείνου λόγον ἀνθυποφέρει καί φησιν. {Rom 6,15-16} Οὐ γὰρ ὑμᾶς τοῦτο, φησί, λέληθεν, ὅτι προσῆκον ὑμῖν ταῖς ὑμῶν αὐτῶν ὁμολογίαις ἐμμένειν, καὶ τοῦτο, ὅτι δεσπότην ἑαυτοῦ τοῖς ἔργοις τις ἐπιδέδεικται, τὸν οὗ τοῖς κελεύσμασιν ἔγνωκεν
About this text
Gennadius of Constantinople, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Gennadius of Constantinople’s Fragmenta in epistulam ad Romanos — new OET from PG 85 Greek.
Witnesses
- Copy-text PG 85 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.