Fragmenta in epistulam ad Romanos Unit 3 opening
Unit 3.
Lemma-led open — ὑπακούειν, κἂν ἁμαρτία τοῦτο, κἂν δικαιοσύνη· τὸ γὰρ ἤ τοι ἁμαρτίας ἢ ὑπακοῆς εἰς δικαιοσύ
Greek
ὑπακούειν, κἂν ἁμαρτία τοῦτο, κἂν δικαιοσύνη· τὸ γὰρ ἤ τοι ἁμαρτίας ἢ ὑπακοῆς εἰς δικαιοσύνην ἀσαφῶς εἰρημένον τοιοῦτόν ἐστιν ἤτοι ἁμαρτίας εἰς ὑπακοὴν ἢ δικαιοσύνης. 368 {Rom 6,17-18} Χάρις, φησί, τῷ θεῷ, διότι τὴν δουλείαν νῦν μετηλλάχατε τῆς ἁμαρτίας ἀνθελόμενοι τὴν δικαιοσύνην καὶ ταύτην ἀντ' ἐκείνης δεσπότην ἔχειν καταδεξάμενοι, ἧς καὶ τὸν τύπον τῆς διδαχῆς ἐκ ψυχῆς παρειληφότες προσήκασθε πρὸς ὃν τοῦ λοιποῦ βιωτέον ὑμῖν ἀκριβῶς. Εἰς τοιούτους ἀντικατενήνεγμαι λόγους καὶ παραδείγμασιν ἀν θρωπίνων ἐχρησάμην ἐθῶν τοῦ πρὸς ἀρετὴν ἀτόνου τῆς σαρκὸς ὑμῶν με καταναγκάσαντος. {Rom 6,19} Ὥσπερ γὰρ παρεστήσατε, φησί, τὰ μέλη ὑμῶν καὶ τὰ ἑξῆς. τὸ γὰρ κἀνταῦθα σύνδεσμον ἀντὶ τοῦ τοίνυν παρείληφεν. δεῖ τοίνυν ὑμᾶς, φησίν, ὥσπερ ἐν τῷ πρόσθεν ὅλους ἑαυτοὺς τῇ ἀνομίᾳ πρὸς ἐργασίαν ἀκαθαρσίας ἐκδεδώκειτε πάσης, οὕτω νῦν ἢ καὶ μᾶλλον ἀποσχομένους ἐκείνων παντάπασιν τὴν δικαιοσύνης σπουδαίως ἁγιότητα μετελθεῖν. Ἴστε γάρ που τὸν χρόνον ἐκεῖνον, φησίν, ἐν ᾧ τοῖς ἁμαρτίας ἐπιτάγμασιν ὑπετάττεσθε, πῶς ἦν ὑμῖν πρᾶγμα κοινὸν πρὸς τὴν δι καιοσύνην οὐδέν. {Rom 6,2123} Καίτοι ἡδέως ἂν ἔγωγε νῦν πυθοίμην ὑμῶν, ὑπὲρ ὅτου κατεσπευ σμένως οὕτως τῇ ἁμαρτίᾳ τὴν καλὴν ἐκείνην δουλείαν ἐξεπληροῦτε, καὶ τίς τῆς πολλῆς ταύτης εὐνοίας ὑμῖν ὁ καρπός· οὐ φθορὰ καὶ ἀκαθαρσία καὶ θάνατος καὶ τὰ πάσης αἰσχύνης ἀνάμεστα; Ἆρα οὖν, φησί, τοιαῦτα καὶ τὰ νῦν; ἢ μικρῷ τῷ καὶ τῷ τυχόντι διεστηκότα, ἀλλ' οὐχὶ τῷ ὅλῳ καὶ τῷ παντί; ἀλλαξάμενοι γὰρ τῆς ἁμαρτίας θεὸν καὶ τὰ δοκοῦντα τούτῳ διαπράττεσθαι γνόντες, καρποῦσθε μὲν τὸν ἁγιασμόν, τὸ ἀναμάρτητον τοῦτ' ἔστιν, ἐκ δὲ τούτου τὸ ἀθανά τοις ὑμῖν διαμένειν περιέσται. {Rom 7,14} Φέρε δή, φησί, συστήσωμεν καὶ ἀπὸ τοῦ νόμου τοῦτο αὐτό. οὔκουν ἴστε νομομαθεῖς ὄντες τοῦτό γε ἀκριβῶς, ὅτι τοῦ ἀνθρώ που κύριος ὁ νόμος μέχρις οὗ ζῇ καθέστηκεν; ἡ γοῦν ὕπανδρος γυνὴ ζῶντι μὲν τῷ ἀνδρὶ προσδέδεται νόμῳ. οὐκοῦν αὐτοῦ περιόντος ἴδοι πρὸς ἕτερον ἢ κεκρίσεται μοιχαλίς, τελευτήσαντος δὲ ἀφεῖται τοῦ νόμου καὶ συνοικήσει μὲν ᾧ βουλήσεται, τὸ δὲ τῆς μοιχείας ἔγκλημα διαφεύξεται. ἄρα οὖν, ἀδελφοί, τοιοῦτόν τι καὶ τὸ καθ' ὑμᾶς· γεγόνατε μὲν γὰρ πιστεύσαντες τοῦ σώματος τοῦ 369 Χριστοῦ, τετελευτηκὼς δὲ ἐκεῖνος τῷ νόμῳ πρὸς ἑτέραν ἐκ τῶν νεκρῶν ἀνεβίω ζωήν. οὐκοῦν ἓν ὄντες καὶ ὑμεῖς ἐν αὐτῷ τῷ μὲν νόμῳ τεθνή κατε, καρπώσετε δὲ διὰ τῆς ἀναστάσεως αὐτῷ παραπλησίως καὶ ὑμεῖς. {Rom 7,5} Τῷ τῆς σαρκὸς ὀνόματι διχῶς ἡ θεία χρῆται γραφή· νῦν μὲν τὴν φύσιν οὕτως αὐτὴν ὀνομάζουσα, ὡς τὸ πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα τῷ σωτῆρι πρὸς τοὺς μαθητὰς περὶ ἑαυτοῦ μετὰ τὴν ἀνάστασιν εἰρημένον, νῦν δὲ οὐκ αὐτὴν ἀλλὰ τὸ αὐτῆς ἐμπαθές, ὡς τοῦτο αὐτὸ τὸ προκείμενον. οὐ γὰρ ὡς ἀσάρκων νῦν ὄντων ἔφησε τὸ ὅτε ἦμεν ἐν τῇ σαρκί, ἀλλ' ὡς πρὸς ἀθανασίαν καὶ ἀπάθειαν ἐν Χριστῷ μετεληλυθότων· πολλάκις γάρ, καθὼς ἤδη προέφην, ἀπὸ τῶν κατὰ Χριστὸν πιστευομένων ἡμῖν ὡς ἐνεστώτων προσδιαλέγεται. λέγει τοίνυν ὅτι τῆς προτέρας ἡμῶν ἔτι τῆς σαρκικῆς ὄντων ζωῆς, τὰ ἐν τοῖς ἡμετέροις παθήματα μέλεσι πρὸς ἁμαρτίαν ἐνηργεῖτο διὰ τοῦ νόμου, τοῦτ' ἔστιν ὑφ' ἡμῶν ἐνεργούμενα διὰ τὸν νόμον ἡμῖν εἰς ἁμαρτίαν κατελογίζετο, τιτρωσκόμενοι δὲ ὑπὸ ταύτης ἀναγκαίως τῷ θανάτῳ παρεπεμπόμεθα· τρισὶ γὰρ τούτοις δι' ἀλλήλων κρατυνομένοις ἡ φύσις ἡμῶν ἐδαμάζετο, τῆς μὲν ἁμαρτίας ἰσχυούσης διὰ τοῦ νόμου, τοῦ θανάτου δὲ διὰ τὴν ἁμαρτίαν κρατοῦντος, τοῦ νόμου δὲ τοῖς θνητοῖς τε καὶ διὰ τοῦτο πρὸς ἁμαρτίαν ἐπιρρεπέσιν ἀναγκαίως ἐπικειμένου. οὐκοῦν τὴν μὲν ἁμαρτίαν ὁ νόμος συνίστη, ἡ δὲ ἁμαρτία τὸν θάνατον ἀπεγέννα, ὁ δὲ θάνατος τὴν φύσιν εἰς ἁμαρτίαν εὐόλισθον διὰ τοῦ ἐμπαθοῦς ἐργασάμενος ἐν χρείᾳ
About this text
Gennadius of Constantinople, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Gennadius of Constantinople’s Fragmenta in epistulam ad Romanos — new OET from PG 85 Greek.
Witnesses
- Copy-text PG 85 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.