Fragmenta in epistulam ad Romanos · §u04-rem-mid

Unit 4 rem mid

Rem mid: Unit 4; lemma continues; reading with the letter.

Greek

προσωποποιήσας ἔφη. πολὺ δὲ τοῦτο παρὰ τῇ θεοπνεύστῳ γραφῇ τὸ ἰδίωμα, λέγω τὸ καὶ φωνὰς καὶ ἤθη τοῖς ἀψύχοις περιτιθέναι, ὥσπερ ἀμέλει καὶ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· ἀπέστειλεν γάρ, φησίν, Ἰωὰς βασιλεὺς Ἰσραὴλ πρὸς Ἀμεσσίαν βασιλέα Ἰούδα λέγων· Ὁ ἄκαὁ ἐν τῷ Λιβάνῳ ἀπέστειλε πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων· δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα. ἀλλὰ καὶ ἐν τοῖς Κριταῖς Ἰωθὰμ ὁ Γεδεῶνος τοῦ καὶ Ἰεροβοὰμ υἱὸς εἶπεν, φησί, πρὸς ἄνδρας Σικίμων· ἐπορεύθη τὰ ξύλα τοῦ χρίσαι ἐφ' ἑαυτὰ βασιλέα, καὶ εἶπον τῇ ἐλαίᾳ· βασίλευσον ἐφ' ἡμᾶς. καὶ ὅλως ἀνάπλεως, ὡς ἔφην, τῶν τοιούτων ἡ θεία γραφή. τὸ οὖν οὐχ ἑκοῦσα κατὰ τοῦτο καὶ ὁ 381 ἀπόστολος ἔφησε τὸ ἰδίωμα. ἢ καὶ διὰ τοὺς ἀγγέλους τυχόν, ἵνα ἀπὸ τοῦ κρείττονος μέρους ὡς περὶ τῆς πάσης αὐτῆς ᾖ τὸ λεγόμενον. {Rom 8,21} Ἀνέχεται μέντοι γε νῦν, φησίν, ὡς καὶ αὐτὴ τῆς ἡμετέρας ἐλευθερίας συναπολαύουσα· παύσεται γὰρ τηνικαῦτα λοιπὸν δουλεύουσα τῇ φθορᾷ, τοῦτ' ἔστιν οὔτε ἡμῖν ἔτι φθαρτοῖς οὖσιν ἐξυπηρετήσεται, καὶ τῆς οἰκείας ἀπαλλαγήσεται· ἴσμεν γὰρ ὅσην νῦν ἡ τῶν στοιχείων κτίσις ἀλλοίωσιν ὑφίσταται καὶ φθοράν, καὶ μὴν καὶ τοὺς ἀγγέλους ὅτι μήπω φύσει τὸ ἄτρεπτον ἔχουσιν, ἐπιστάμεθα· οὐκ ἀπὸ τῶν ἐκπεπτωκότων μόνον καὶ διὰ τοῦτο πεσόντων ἐξ οὐρανοῦ, ἀλλὰ καὶ ἀφ' ὧν Παῦλος ἔφη περὶ αὐτῶν ὡς ἐνδεχομένων τὸ ἁμαρτεῖν· κἂν γὰρ ἡμεῖς, φησί, κἂν ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ' ὃ εὐηγγε λισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. {Rom 8,22} Γνώριμος, φησίν, ἅπασίν ἐστιν ἡ φύσις τῆς κτίσεως συνταλαιπωρου μένη τέως ἡμῖν, καὶ οἱονεὶ κατεπείγουσα καὶ προευτρεπιζομένη πρὸς τὴν κοινὴν ἀναγέννησιν. {Rom 8,23-24} Τί περὶ τῆς κτίσεως ταῦτα λέγω; φησίν. ἀλλ' ἡμεῖς αὐτοί, τὸ κεφάλαιον τῆς δημιουργίας καὶ δι' οὓς καὶ μεθ' ὧν τὰ πάντα ἀνακαινί ζεται, δεδεγμένοι τὴν τοῦ πνεύματος ἀπαρχήν, τοσοῦτον τῶν μελλόντων εἰλήφαμεν πόθον ὥστε ἀσχάλλομεν πρὸς τὴν μέλλησιν καὶ ῥᾳδίως οὐχ ὑποφέρομεν τὴν ἀναβολήν, ἀλλὰ κομίσασθαι τὸ πᾶν ἤδη γλιχόμεθα. καὶ τὴν υἱοθεσίαν δηλῶν, τὴν ἀπολύτρωσιν, φησί, τοῦ σώματος ἡμῶν ἐπιθυμοῦμεν, τοῦτ' ἔστιν ἀπολυθῆναι τὸ ἡμέτερον σῶμα φθορᾶς καὶ ἁμαρτίας καὶ θανάτου ποτέ. καὶ ἐπειδήπερ ἐν τοῖς ἀνωτέροις μὲν ὡς ἤδη τῆς θνητότητος ἀπολυθεὶς τὴν εὐχαριστίαν ἀνέκραγεν, ἐνταῦθα πάλιν ὡς οὔπω τούτου τετυχηκὼς ἀλλ' ἔτι τυχεῖν ἐφιέμενος προστίθησι· τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐν ἐλπίσιν ἔτι, φησί, τὰ τῆς σωτηρίας ἡμῶν. {Rom 8,26} Ἡ μὲν φύσις ἡμῶν ἐστι, φησίν, ἀσθενής, καὶ τὸ καθ' αὑτὴν ἀρνουμένη τὸ αὖθις ἀναβιώσεσθαι, τὰ δὲ ἐπηγγελμένα μεγάλα τε καὶ 382 θεῖα, καὶ οἷα μηδὲ τῷ νῷ χωρηθῆναι δυνάμενα, μηδὲ ὅλως ἐπ' ἀνθρώπου καρδίαν ἀνέβη ποτέ, ἀλλ' ὅμως πρὸς πίστιν τούτων τῶν τηλικούτων ἀπὸ τοῦ πνεύματος οὐ μικρὰν ἐπικουρίαν ἔχομεν· ταῦτα γὰρ καὶ αἰτήσεως κρείττονα καὶ περὶ ὧν οὐκ ἴσμεν οὐδὲ ὅπως εὔξασθαι χρή, ἵνα εἴπῃ τὰ καὶ ὑπὲρ νοῦν ἀνθρώπινον καὶ εὐχήν, ταῦτα ἡμῖν ἡ δεδομένη τοῦ πνεύματος χάρις ἀπορρήτως εἰσπράττεται, καὶ δίδωσιν ἡ ἀπαρχὴ θαρρεῖν περὶ τοῦ παντός. ὥσπερ γὰρ οἱ ἐπὶ τῶν γάμων ἀρραβῶνες οὓς ἀλλήλοις οἱ γαμοῦντες διδόασιν, ἐγγυῶνται τὰ μετὰ ταῦτα, καὶ προφερόμενοι τὰς ἐφ' οἷς δέδονται συνθήκας ἐπὶ πέρας ἀχθῆναι καταναγκάζουσιν, οὕτως οἶμαι καὶ ἡ ἀπαρχὴ τοῦ πνεύματος, τοῦτ' ἔστι τὸ μερικὸν τοῦ πνεύματος χάρισμα, ὅ ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, τὴν ἐπὶ καιροῦ δοθησο μένην καθόλου χάριν ἡμῖν βεβαιοῖ. δεὸν οὖν ἄρα τοὺς ὑπὲρ αὐτῆς πόνους μὴ ἀποφεύγειν. τὸ δὲ ἐντυγχάνει μεταφορικῶς εἶπεν ἀπὸ τοῦ καὶ ἡμῶν τὰς χρείας ταῖς πρὸς ἀλλήλους ἐντυχίαις ἀνύεσθαι. {Rom 8,27} Οὐκ ἄγνοιαν ἀλλὰ τὴν ἀκριβῆ τοῦ θεοῦ γνῶσιν τῶν καθ' ἡμᾶς διὰ τῆς ἐρευνῶν ἐσήμανε λέξεως, ἐπειδὴ καὶ ἡμεῖς ἐρευνῆς ταῦτα καὶ πλείονος ἀξιοῦμεν ζητήσεως, ἅπερ ἂν ἀκριβῶς μαθεῖν βουληθείημεν. τούτῳ προσέοικε κἀκεῖνο· τὸ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ, καὶ τὸ παρὰ τῷ προφήτῃ Σοφονίᾳ· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει τις, ἐξερευνήσω τὴν Ἰερουσαλὴμ μετὰ λύχνου. θεὸς οὖν, φησίν, ὁ σαφῶς πάντα τὰ τῶν ἀνθρώπων εἰδώς, οὐδὲ τὸν σκοπὸν τοῦ πνεύματος ἡμῶν ἀγνοεῖ, ἀλλ' οἶδεν ὅτι κατὰ τὸ αὐτοῦ βούλημα ἐφ' ᾧ δέδωκεν αὐτότοῦτο γάρ ἐστι τὸ κατὰ θεόν πρὸς αὐτὸν ποιεῖται τὴν ἔντευξιν, ὥστε τυχεῖν οὓς ἀγαπᾷ ὁλοκλήρου τῆς ἁγιότητος, τοῦτ' ἔστιν ὥστε αὐτοὺς διὰ τῆς ἀναστάσεως εἰς ἀθάνατον καὶ ἀπαθῆ καὶ παντελῶς ἀνόλεθρον μεταστῆναι ζωήν. εἰδὼς δὲ τοῦτο καὶ πληρώσει τὴν δωρεάν.

About this text

Gennadius of Constantinople, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Gennadius of Constantinople’s Fragmenta in epistulam ad Romanos — new OET from PG 85 Greek.

Witnesses

  • Copy-text PG 85 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.