Unit 4 rem close
Rem CLOSEOUT: Unit 4 CLOSEOUT.
Greek
383 {Rom 8,28} Ἀλλὰ μὴν καὶ τοῦτο ἡμῖν, φησί που, πάντως ἀνωμολόγηται, ὅτι ὁ θεὸς οὐκ ἐγκαταλείπει τοὺς ἀγαπῶντας αὐτόν, ἀλλὰ πάντα αὐτοῖς τὰ περὶ αὐτοὺς συμβαίνοντα γίνεσθαι παρασκευάζει πρὸς ἀγαθόν, ἅτε καὶ κατὰ τὴν ἀγαθῶν αὐτῶν πρόθεσιν προσκεκλημένος αὐτούς. ἐντεῦθεν μέντοι καὶ τὴν ἀπολογίαν τὴν ὑπὲρ τῆς τῶν Ἰουδαίων ἀποβολῆς ἤρξατο προκατασκευάζειν. {Rom 8,29} Ἢ συμμόρφους, φησί, τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, ἀντὶ τοῦ τῆς υἱότητος τοῦ σώματος αὐτοῦ. διὸ καὶ ἐπήγαγεν· εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον, εἰ γὰρ καὶ μετέδωκε τῆς υἱοθεσίας καὶ ἄλλοις, οὐδὲν ἐντεῦθεν τὸν υἱὸν ἐζημίωσεν, ἔχει γὰρ καὶ οὕτως ἐκεῖνος τὴν κατὰ πάντων ὑπεροχὴν καὶ πλεονεκτεῖ τοῖς πρωτοτόκοις τῶν ἀδελφῶν. {Rom 8,31-32} Θεοῦ τοίνυν, φησίν, ὄντος ὑπὲρ ἡμῶν, ἡμεῖς ἄλλον τινὰ τῶν πάντων φοβηθησόμεθα; καὶ τὸν ἴδιον υἱὸν οὕτως ὑπὲρ ἡμῶν ὁ δοὺς ἀφειδῶς, οὗτος εἰς ἡμᾶς περὶ τῶν ὑπολοίπων σμικρολογήσεται; οὐκ ἔστι πάντα δεύτερα θεῷ τῆς ἀγάπης αὐτοῦ τῆς περὶ ἡμᾶς; εὔκαιρον τοῦτο νῦν ἐπισχεῖν ὅτι ἐνταῦθα τὸν υἱὸν παρὰ τοῦ πατρὸς ὑπὲρ ἡμῶν παραδεδόσθαι λέγων, ὁ Παῦλος ἐν τῇ πρὸς Ἐφεσίους αὐτὸν παρ' ἑαυτοῦ λέγει τὸν υἱὸν τοῦτο πεποιηκέναι· ὁ Χριστὸς γάρ, φησίν, ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, τί διδάσκων ἡμᾶς ἕτερον ἢ ἓν εἶναι πατρὶ καὶ υἱῷ τῆς ἀνθρώπου σωτηρίας τὸ βούλημα; 384 {Rom 8,33-34a } Ἐγκαλούντων τοιγαροῦν οἱ βουλόμενοι καὶ κατηγορούντων ἡμᾶς οὐ γὰρ ἰσχύουσιν ἡμῖν μήνασθαι τὸ παράπαν τῆς θεοῦ ψήφου μεθ' ἡμῶν τε καὶ ὑπὲρ ἡμῶν τεταγμένης ... βούλεται εἰπεῖν ὅτι μηδενὶ δυνατὸν ταῦτα ἡμῶν ἀφελέσθαι, ἃ προλαβὼν ὁ θεὸς ἡμῖν ἐχαρίσατο. οὔτε οὖν ἐκλεξαμένου ἡμᾶς τοῦ θεοῦ ἐπὶ τῇ τῶν μελλόντων ἀπολαύσει ἀνατραπῆναι ὑπό τινος τὴν ἐκλογὴν ἡμῶν δυνατόν, οὔτε παρέχοντος ἡμῖν τὰ προσδοκώμενα, καὶ πρό γε πάντων τὴν ἀληθινὴν ἐκείνην δικαίωσιν ἐν ᾗ καταστησόμεθα, ἁμαρτεῖν οὐκ ἐπιδεχόμενοι τότε, ἔσται τις ὁ μεταβολὴν τῶν καθ' ἡμῶν ποιῆσαι δυνάμενος. ὥστε οὐ προσῆκε δεδιέναι τοὺς διώκοντας· ἀφελέσθαι γὰρ τὰ ἀγαθὰ παρ' ἡμῶν δύνανται οὐδαμῶς, ἅπερ ἐπὶ τοῦ μέλλοντος ἡμῖν αἰῶνος προσέσεσθαι ἐλπίζομεν. διὸ εἶπε τὴν ἐκλογὴν καὶ τὴν δικαίωσιν· διὰ μὲν τῆς ἐκλογῆς τὸ πρὸς τοῦτο ἐντεῦθεν ἤδη ἀφωρίσθαι, σημαίνων δὲ διὰ τῆς δικαιώσεως τὸ εἶναι αὐτῶν ἐν ἀπολαύσει τότε, δικαίωσιν τὸ ἁμαρτίαν μὴ ἐπιδέχεσθαι καλῶναὕτη γὰρ ἀληθὴς δικαίωσιςἀπὸ δὲ τούτου τὸ βέβαιον τῶν διδομένων ἡμῖν σημαίνων· οἱ γὰρ μὴ ἁμαρτάνοντες ἐν τοῖς διδο μένοις μενοῦμεν ἀεί, ὅθεν οὐδὲ ἀνατραπῆναι ὑπό τινος αὐτὸ δυνατὸν εἶναι ἔφη. {Rom 8,34b } Πρὸς τὴν ἀπόδειξιν αὖθις τῶν προειρημένων χωρεῖ καί φησιν· Χριστὸς ὁ ἀποθανών, μᾶλλον δὲ καὶ ἐγερθεὶς καὶ τὰ ἑξῆς. οὐ γάρ, ὥς τινες ᾠήθησαν, μέλλουσαν ἀντίρρησιν αὐτῷ παρά τινων ταύτην ἀνθυποφέρεσθαι διαλύων τοῦτο ἐπήγαγεν, ἐπεὶ μηδὲ ἐπεφύετο μηδαμόθεν ἐκ τῶν προειρημένων αὐτῷ τοιαύτη τις ἔνστασις, ὅπερ ἐπὶ τῶν ἄλλων εὕρομεν ἀντιθέσεων· τίς γὰρ ἂν τοῦτο ὑπέλαβε πρὸς τὸν Παῦλον, τὸ ὅτι τοῦ θεοῦ καὶ πατρὸς δικαιοῦντος ἡμᾶς, ὁ Χριστὸς ὁ υἱὸς οὐκ ἐάσει; οὐδὲ εἷς δήπου. οὐ τοίνυν οὐδὲ ὁ ἀπόστολος πρὸς οὐκ ἀνθιστάμενον αὐτῷ λόγον ἔμελλεν εἰκῇ διαγωνίζεσθαι καὶ σκιομαχεῖν. πιστοῦσθαι μέντοι καὶ βεβαιοῦν πλέον τοῦ θεοῦ τὴν φιλαν θρωπίαν, ὡς προέφαμεν, ἦν αὐτῷ καὶ σφόδρα γε ἀναγκαῖον. διὰ τοῦτο τοῖς προειρημένοις ἐπήγαγε τὸ Χριστὸς ὁ ἀποθανών, μᾶλλον δὲ καὶ ἐγερθείς, ὃς καί ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. μὴ γὰρ ἔνι; τί δεῖ σε, φησί, τοῦ λοιποῦ; μὴ γὰρ ὑπείδεσθαι μεταβολήν, ἔχει τέλος τὸ πρᾶγμα, πρὸς πέρας ἐκβέβηκεν, οὐδὲν ἐνδεῖ πρὸς τὴν σωτηρίαν ἡμῶν. τέθνηκε Χριστός, μᾶλλον δὲ καὶ ἐγήγερται καὶ τετίμηται τὰ πρῶτα παρὰ θεῷ, καὶ τὴν χάριν αὐτὸς ἐκβιβάζει τὴν εἰς ἡμᾶς, τοῦτ' ἔστιν αὐτῷ τῷ πράγματι δῆλός ἐστιν ὡς ἑαυτὸν ἡμᾶς προσκαλούμενος, καὶ ἡ ἀπαρχὴ τὸ πᾶν ἀπολήψεται, καὶ τῇ κεφαλῇ τὸ λοιπὸν ἀποδοθήσεται σῶμα· τὴν γὰρ ὑπὲρ ἡμῶν 385 πληρώσας οἰκονομίαν καὶ ὑψωθεὶς ἕλξει καὶ ἡμᾶς ὡς ἑαυτὸν κατὰ τὴν οἰκείαν ὑπόσχεσιν· ὅταν γάρ, φησίν, ὑψωθῶ, τότε πάντας ἑλκύσω πρὸς ἐμαυτόν. ἐσχημάτισε δὲ κἀνταῦθα τὸ πρᾶγμα διὰ τῆς ἐντυγχάνει λέξεως πρὸς πληροφορίαν ἡμῶν, καθὰ καὶ πρὸ βραχέως ἐν τοῖς περὶ τοῦ πνεύματος ἔφαμεν. {Rom 8,35} Αὐξήσας τὸ περὶ ἡμᾶς φίλτρον τοῦ θεοῦ καὶ τὴν ἡμετέραν λοιπὸν εὐγνωμοσύνην ἣν περὶ τὸν τοσοῦτον ἡμᾶς εὐεργέτην ἔχειν χρεών,
About this text
Gennadius of Constantinople, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Gennadius of Constantinople’s Fragmenta in epistulam ad Romanos — new OET from PG 85 Greek.
Witnesses
- Copy-text PG 85 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.