Fragmenta in epistulam ad Romanos Unit 5 opening
Unit 5.
Lemma-led open — διεξέρχεται λέγων ὡς οὐδὲν τῶν ἐν ἀνθρώποις ὄντων δεινῶν τῆς εἰς Χριστὸν ἀγάπης προσῆκεν ἡ
Greek
διεξέρχεται λέγων ὡς οὐδὲν τῶν ἐν ἀνθρώποις ὄντων δεινῶν τῆς εἰς Χριστὸν ἀγάπης προσῆκεν ἡμᾶς ἐξιστᾶν. {Rom 8,36-37} Ἐπειδή, φησί, τὰ τῷ προφήτῃ ∆αυὶδ περὶ τῆς ὑπὲρ τοῦ νόμου τῶν Μακκαβαίων ἐνστάσεως εἰρημένα προήνεγκεν, ἐπήγαγεν· ἀλλ' ἐν τούτοις ἅπασιν ὑπερνικῶμεν. τί γὰρ θαυμαστὸν ἐργασόμεθα, τὴν ἴσην τοῖς πρεσβυτέροις εὔνοιαν ἐπιδεικνύμενοι περὶ τὸν θεόν; οἷς οὐκ ἴσην, ἀλλὰ καὶ μείζονα κεκομίσμεθα χάριν; καὶ ἐπειδὴ τῆς οἰκείας γνώμης ἐξεῖπε τὴν πρόθεσιν, ἵνα μὴ δόξῃ κατ' ἀλαζονείαν ἐφθέγχθαι, ἐπήγαγε· διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς, ἔχομεν λέγων τὸ τούτων κατὰ περιουσίαν κρατεῖν, οὐκ ἀφ' ἑαυτῶν, ἀλλὰ διὰ τοῦ ἀγαπή σαντος ἡμᾶς. {Rom 8,38-39} Θάνατον μὲν οὖν πάντα λέγει τὰ χαλεπά, ἐπειδὴ τῶν τοιούτων πάντων τέλος ὁ θάνατος· ζωὴν δὲ πάντα τὰ τρυφηλά τε καὶ ἀγαθά, ἐπειδὴ τῶν τοιούτων πάντων τέλος πάλιν ἐστὶν ἡ ζωή· ἀγγέλους δὲ καὶ ἀρχὰς καὶ δυνάμεις τὰς ἀοράτους οὐσίας αἳ τοῖς διαφόροις τούτοις ὀνόμασι καταλλήλως αἷς ὑπηρετοῦνται χρείαις προσαγορεύονται, ἄγγελοι μὲν παρὰ τὸ ἐξαγγέλλειν τοῖς ἀνθρώποις τὰ ἐκ θεοῦ, ἀρχαὶ δὲ παρὰ τὸ ἄρχειν ἢ πόλεων ἢ ἐθνῶν ὅλως οἷς ἐφεστᾶσιν, δυνάμεις δὲ παρὰ τὸ δυνατὰς δεδημιουργῆσθαι πρὸς ὑπουργίαν θεοῦ· εὐλο γεῖτε γάρ, φησί, τὸν κύριον πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ· ἐνεστῶτα δὲ σύμπαντα περιληπτικῶς τὰ παρόντα· μέλλοντα δὲ ὁμοίως πάντα 386 τὰ προσδοκώμενα· ὕψωμά τε καὶ βάθος ὑπερουράνιά τε καὶ ὑποχθόνια. προσέθηκε δὲ καὶ τοῦτο, οὔτε τις κτίσις ἑτέρα, δεικνὺς τῆς περὶ θεὸν ἀγάπης αὐτοῦ τὴν ὑπερβολήν, καὶ ὅτι ταύτης χάριν ἕτοιμός ἐστι τοῖς τε οὖσι καὶ τοῖς οὐκ οὖσι διαμάχεσθαι. διὰ μέντοι τοῦ οὔτε μέλλοντα δῆλον πεποίηκεν ἀκριβῶς, ὅτι οὐ διά τι φιλεῖ τὸν θεὸν οὐδὲ ἀμοιβῶν ἐλπίδι τινῶν, ἀλλ' αὐτὸ τοῦτο στέργων τὸ φιλεῖν τὸν θεὸν καὶ κατ' αὐτὸ κρίνων αὐτὸ περισπούδαστον. οὐδὲν οὖν τῶν προαπηριθμημένων, φησίν, ἀποστήσει τῆς εἰς θεὸν ἀγάπης ἡμᾶς ἕνεκεν τῆς ἀφάτου περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο. {Rom 9,15} Τονώσας οὕτω διὰ πάντων αὐτοὺς εἰς τὸ πιστεύοντας τῷ εὐαγγελίῳ βεβαίως πάντας ἀόκνως τοὺς ὑπὲρ τούτου πειρασμοὺς καταδέχεσθαι, βούλεται πρὸς ἔνστασιν ἀνθυποφερομένην αὐτῷ καὶ μάλα νεανικὴν ἀποκρίνασθαι. ἐπειδὴ γὰρ ἐν τοῖς προλαβοῦσι τὸν νόμον ἐκβαλὼν τὴν χάριν πολυτρόπως καὶ μάλιστά γε ἀπ' αὐτοῦ τοῦ νόμου συνέστησεν, καὶ ἀληθῶς υἱοὺς θεοῦ τοὺς ταύτης ἔφησεν εἶναι οὓς καὶ πάλαι προειδότα κεκληκέναι νῦν τὸν θεόν, ἔγνω τὸν Ἰουδαῖον εὐθὺς τοῦτον ἀντιστησό μενον καὶ τὴν πολυθρύλλητον αὐτοῖς ἐκείνην ἀντίθεσιν αὐτῷ προβαλού μενον· ἔφασκον γὰρ Ἰουδαίων οἱ τοῖς ἀποστόλοις καὶ τῷ κηρύγματι πολεμοῦντες δυοῖν ἐξ ἀνάγκης ὑπάρχειν τὸ ἕτερον· ἢ ψευδὲς τὸ εὐαγγέ λιον, ἢ τὸν θεὸν ψεύστην. εἰ μὲν γὰρ ἃ κηρύττετε, φασίν, ἐστὶν ἀληθῆ, ψευδὴς ὁ θεός, τὰς οἰκείας πρὸς τοὺς πατέρας ἡμῶν περὶ ἡμῶν ὑποσχέσεις τοῖς ἔργοις ἐξαρνησάμενος· ἐπηγγείλατο μὲν γὰρ τῷ Ἀβραὰμ εἰς τὸ σπέρμα τὸ αὐτοῦ παραπέμψειν τὰς εὐλογίας, νυνὶ δὲ ἀνθ' ἡμῶν ἀκαθάρτους καὶ ἀλλοφύλους ἀνθρώπους τὰ ἔθνη προσδέδεκ ται. εἰ τοίνυν ἡ τῶν ἐπαγγελιῶν ἐκείνων ἔκβασίς ἐστιν, ὥς φατε, τὸ ὑμέτερον κήρυγμα, πρόδηλον ὡς ἔψευσται τοὺς πατέρας ἡμῶν ὁ θεός. εἰ δὲ οὐχ ὅσιον περὶ θεοῦ τοῦτο εἰπεῖν, ὑμεῖς ἄρα καὶ ὁ παρ' ὑμῶν λόγος ψευδής. τοῦτον πρὸς τοὺς ἀποστόλους τὸν λόγον συνεχῶς προβαλλόμενοι πραγμάτων οὐ μικρῶν αὐτοῖς αἴτιοι καὶ θορύβων καθίσταντο· διὰ γὰρ τῆς τοιαύτης πιθανολογίας αὐτῶν ἐξαπατῶντες τὰς καρδίας τῶν ἀκάκων, τούτους τε ἀφῃροῦντο τῆς σωτηρίας, καὶ διωγμοὺς τοῖς ἀποστόλοις ἀφορήτους ἐπήγειρον. Ταύτην τοίνυν αὐτῶν καὶ νῦν ὁ ἅγιος Παῦλος τὴν ἀντίρρησιν βούλεται διαλύσαι καὶ δεῖξαι τόν τε τοῦ εὐαγγελίου λόγον ἀληθῆ καὶ τὸν θεὸν οὐ
About this text
Gennadius of Constantinople, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Gennadius of Constantinople’s Fragmenta in epistulam ad Romanos — new OET from PG 85 Greek.
Witnesses
- Copy-text PG 85 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.