Fragmenta in epistulam ad Romanos · §u05-rem-mid

Unit 5 rem mid

Rem mid: Unit 5; lemma continues; reading with the letter.

Greek

ἀδιάφορον παρὰ τῇ γραφῇ, ἐκεῖνο δὲ λέγω ὅτι οὐκ ἦν εἰκὸς Παῦλον τὸν ὑπὲρ τῆς εἰς Χριστὸν ἀγάπης παθεῖν πάντα προθύμως καταδεχόμενον, ὡς εὐτελοῦς πράγματος διὰ τοὺς Ἰουδαίους καταφρονεῖν τοῦ Χριστοῦ καὶ τῆς ἰδίας πρὸς τὸν Χριστὸν οἰκειώσεως οὕτως ἔμπροσθεν τὴν Ἰουδαίων σωτηρίαν ποιεῖσθαι ὡς καὶ εὔχεσθαι τὸ ἀπεσχίσθαι Χριστοῦ. ἀλλ' αὐτὸ τοῦτό φημι, τὴν τῶν Ἰουδαίων σωτηρίαν ᾔδει καταθυμίαν οὖσαν Χριστῷ, καὶ διὰ τοῦτο τοῦ οἰκείου καλοῦ τὸ φίλον Χριστῷ προετίμα. καλῶς οὐκοῦν καὶ τὴν ἰδίαν σωτηρίαν οὖσαν Χριστῷ φίλην ἠπίστατο δήπουθεν· οὐ γάρ ἐστιν ἄλλως εἰπεῖν. ᾗ τοίνυν ἐθεράπευεν, ταύτῃ παρώξυνεν, καὶ χαριζόμενος μᾶλλον ἐλύπει· τὸ σώζεσθαι γὰρ ἄλλους ἄλλων ἀπολλυμένων ἥκιστα Χριστῷ προσφιλές. ἀλλ' ἐπέπειστο, φησί, Χριστὸν αὐτὸν ἀποδεχόμενον τῆς τοιαύτης προ θέσεως μὴ ἂν ἀπολεῖν, καὶ διὰ τοῦτο ηὔχετο ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ. ἀλλὰ τοῦτο τοῦ προτέρου βαρύτερον, εἴπερ ἀσμενίζειν διὰ τὴν εἰς Χριστὸν εὔνοιαν ὑπεκρίνετο τιμωρίαν ἣν οὐδαμῶς συμβησομένην προῄδει· θαρρῶν γὰρ τὸ μὴ παθεῖν εἰρωνείᾳ τὴν εὔνοιαν διὰ τοῦ τοιούτου πάθους ἐπλάττετο. 389 {Rom 9,69} Πιστωσάμενος διὰ τῆς προτέρας ἑαυτοῦ γνώμης τὸ μὴ κατ' ἔριν Ἰουδαίων νῦν ἀνατρέπων τὰ νόμιμα καταγγέλλειν τὴν χάριν τὴν ἐν Χριστῷ, ἀλλὰ τῷ πεισθῆναι βεβαίως ἀληθὲς εἶναι τὸ κηρυττόμενον, λοιπὸν ὀμόσαι χωρεῖ πρὸς τὴν ἔνστασιν κατ' ἀναίρεσιν εὐθὺς αὐτῆς συνήθως ποιούμενος τὴν ἀρχήν· φησὶ γάρ· οὐχ οἷον δὲ ὅτι ἐκ πέπτωκεν ὁ λόγος τοῦ θεοῦ. εἰς τοσοῦτον μὲν οὖν πρότερον ἠναντιώθην Χριστῷ ὑπὲρ τῶν ὡς ᾠόμην τοῦ θεοῦ περὶ τοὺς κατὰ σάρκα μου συγγενεῖς ὑποσχέσεων, ἐφ' ὃ δὴ καὶ ἀνιῶμαι διηνεκῶς· οὐ μήν ἐστιν εἰπεῖν διὰ τὸ μὴ προσίεσθαι τούτους τὸ εὐαγγέλιον, ὅτι ὁ λόγος τοῦ θεοῦ, ἵνα εἴπῃ ἡ ὑπόσχεσις τοῦ θεοῦ ψευδὴς ἐξελήλεγκ ται. διὰ τί; οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ. οὐ γὰρ ἐπειδή, φησίν, ἐκ τοῦ Ἰσραὴλ πάντες κατάγουσιν, ἤδη καὶ αὐτοὶ Ἰσραὴλ πάντες εἰσίν, τοῦτ' ἔστιν οὐ συμμετέχοντες αὐτῷ τῆς εἰς θεὸν εὐγνωμοσύνης, οὐδὲ τοῦ πράγματος τοῦ ἐν τῷ ὀνόματι δηλουμένου μετέχουσιν, κἂν εἰ τὴν κατὰ σάρκα διαδοχὴν ἔχοιεν ἐκεῖθεν αὐχεῖν. καὶ σαφέστερον ἔτι τὸν λόγον τοῦτον ποιῶν τοῖς ἑξῆς· οὐδ' ὅτι εἰσὶ σπέρμα Ἀβραάμ, πάντες τέκνα. ἐπεί, φησίν, εἰ μὴ τοῦτο τοιοῦτόν ἐστιν, ἀνάγκη καὶ σύμπαν τὸ σπέρμα τοῦ Ἀβραὰμ ἐν τάξει τέκνων αὐτῷ καταλελογίσθαι. ἀλλὰ μὴν οὐχ οὕτως ἔχει, φησὶ γοῦν ὁ θεῖος χρησμὸς πρὸς αὐτόν· ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. τοῦτο δὲ τί ἄλλο δηλοῖ ἢ ὅτι πάντως τὰ τῆς ἐπαγγελίας ἕπεται τῇ σαρκικῇ συγγενείᾳ; καὶ γοῦν ὁ ἐκτὸς Ἄγαρ Ἰσμαὴλ καὶ οἱ ἐκ τῆς Χεττούρας μετὰ ταῦτα γεγεννημένοι σπέρμα καὶ αὐτοὶ τοῦ Ἀβραὰμ οὐδὲν ἧττον ὑπῆρχεν. οὐ μὴν διὰ τοῦτο ὁ θεὸς ὁμοίως αὐτοὺς τῷ Ἰσαὰκ πάντας προσήκατο, ἀλλ' ἐκείνους μὲν ἀπεώσατο, τοῦτον δὲ διὰ τὸ κατ' ἐπαγγελίαν αὐτῷ τετέχθαι θεοῦ προετίμησεν· ὅτι γὰρ δι' ἐπαγγε λίας τὸν Ἰσαὰκ ἐτεκνώσατο μαρτυρεῖ, φησίν, ἡ γραφὴ σαφῶς λέγουσα· κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῇ Σάρρᾳ υἱός. ἄρα οὖν ἀποδείκνυται τοῦτο ἐντεῦθεν ἀναντιρρήτως, ὅτι μὴ δουλεύει μηδὲ κατακολουθεῖ συγγενείᾳ σαρκικῇ τὰ τῆς χάριτος. {Rom 9,10-13} Ἐπειδὴ ἦν εἰκὸς ἀντιλέγοντα τὸν Ἰουδαῖον ἢ τὰ τῶν γυναικῶν πρόσωπα προβαλέσθαι καὶ φῆσαι μὴ εἶναι δυνατὸν τοὺς ἐκ τῆς παιδίσκης τοῖς ἐκ τῆς ἐλευθέρας κληρονομεῖν, ἢ πράξεις τῶν τετεγμένων τινάς, εἶτα οἰηθῆναί τι λέγειν, ἀναιρεῖ καὶ τοῦτο καί φησιν· οὐ μόνον δέ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα, Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν. συνῳδὰ τοῖς περὶ τὸν Ἀβραάμ, φησί, καὶ τὰ περὶ τὸν Ἰσαάκ τε καὶ τὴν τούτου γαμετὴν Ῥεβέκκαν ἐστίν, καὶ ὁ αὐτὸς κἀκ 390 τούτων λόγος πάλιν συνίσταται· ἐνταῦθα γὰρ ὑμῖν οὐδὲ προσώπων οὐδὲ χρόνων οὐδὲ πράξεων διαφορά, οὐδ' ἔτι τῶν τοιούτων ἔνεστιν αἰτιάσασθαι· πατήρ τε γὰρ εἷς τῷ Ἠσαῦ καὶ τῷ Ἰακὼβ καὶ μήτηρ μία καὶ ἐκ μιᾶς οἱ ἀμφότεροι κοίτης. ἀλλ' ὅμως οὕτως ἐχόντων τῶν κατ' αὐτούς, μήπω γεννηθέντων μηδὲ πραξάντων αὐτῶν τι ἀγαθῶν ἢ κακῶν, ἵνα ἡ κατ' ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ, οὐκ ἐξ ἔργων ἀλλ' ἐκ τοῦ καλοῦντος, ἐρρέθη αὐτῇ· ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. καὶ τοῦτο οὕτως καὶ ἐπὶ τῶν πραγμάτων ἐκβὰν ἡ γραφὴ διὰ τοῦ προφήτου Ἀγγαίου. μαρτυρεῖ πολλοῖς ὕστερον χρόνοις, ὅτι τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα. ταύτην δὲ τὴν ῥῆσιν παρέθηκεν δεῖξαι βουληθεὶς τὴν τοῦ θεοῦ κρίσιν δικαίαν, εἴπερ οὖν τῇ περὶ αὐτῶν

About this text

Gennadius of Constantinople, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Gennadius of Constantinople’s Fragmenta in epistulam ad Romanos — new OET from PG 85 Greek.

Witnesses

  • Copy-text PG 85 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.