Unit 5 rem close
Rem CLOSEOUT: Unit 5 CLOSEOUT.
Greek
αὐτοῦ προγνώσει κἀκείνων ὁ βίος ὕστερον ἀκόλουθος ὤφθη. καὶ μὴν εἰ τῇ κατὰ σάρκα διαδοχῇ τὰ τῶν εὐλογιῶν ἕπεσθαι χρή, καὶ σπέρμα τῷ Ἀβραὰμ ἡ γραφὴ τὸ φυσικὸν ὑπισχνεῖτο, μάλιστα μὲν καὶ τὸν Ἰσμαὴλ τῶν ἴσων καὶ τῶν αὐτῶν ἐχρῆν ἀπολαύειν τῷ Ἰσαάκ. εἰ δ' ἄρα τοῦτο οὐχ οἷόν τε τῷ τὸν μὲν εἶναι παιδίσκης τὸν δὲ ἐλευθέρας, καίτοι τοὺς ἐκ τοῦ Ἰακὼβ οὐδὲν τοῦτο διέκρινεν, ἀλλ' οἱ τῶν παιδισκῶν ἐν ἴσῃ τάξει τοῖς τῶν ἐλευθέρων γεγένηνται. οὐ μὴν ἀλλ' εἰ μὴ δυνατὸν ἦν ἐπὶ τοῦ Ἰσμαὴλ τὸ τοιοῦτον, τοῖς γοῦν ἐκ τῆς Χεττούρας ἔδει τῶν ὁμοίων μετεῖναι· εἰ δὲ μηδὲ τοῦτο ἦν ἐνδεχόμενοντὸν γὰρ ἐκ μόνης τῆς Σάρρας καὶ τοὺς καθ' ἑξῆς ἐκ τούτου λοιπὸν τὰς ἐπαγγελίας προσῆκεν διαδέξασθαι πῶς ὁ ἐκ τοῦ Ἰσαὰκ Ἠσαῦ παρεώραται; ἔτι οὖν ἀμφιβάλλει τις τὸ μὴ φύσεως ἀνάγκη δουλεύειν θεόν, μηδὲ ἐξ ἔργων ἀλλ' ἐκ τοῦ καλοῦντος εἶναι τὸ πᾶν. {Rom 9,14-21} Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ γένοιτο. περὶ τοῦ μὴ τὸν θεὸν τὰς οἰκείας ὑποσχέσεις ἠθετηκέναι ποιούμενος τὴν ἀπολογίαν, ἐκ τῆς ἀπολογίας αὐτῆς ᾔσθετο ταύτην ὑπανακύπτουσαν αὐτῷ τὴν ἀντίθεσιν καὶ χωρεῖ μεταξὺ πρὸς τὴν ταύτης λύσιν. ἐκείνην ἐν μετεώρῳ τέως καταλιπών, ποιεῖ δὲ τοῦτο σοφῶς τε ἄγαν καὶ συνετῶς· παρεμπεσούσης γὰρ ἐκ τῶν λόγων αὐτοῦ τῇ τοῦ ἀκροατοῦ διανοίᾳ τῆς περὶ τούτου ζητήσεως, ἤδει μάτην τὰ λοιπὰ τῆς προκειμένης ἀπολογίας ἐρῶν· οὐ γὰρ ἔμελλεν ἔτι δυνήσεσθαι τοῖς ὑπ' αὐτοῦ λεγομένοις ὁ ἀκροατὴς προσέξειν τὸν νοῦν, ἐπιπροσθούσης αὐτῷ τῆς ἀμφιβολίας τῷ λογισμῷ, καὶ ὧν ἀκούει συνιέναι μὴ συγχωρούσης. ἵνα οὖν μὴ γένοιτο τοῦτο, πρότερον τὸ ὑποφυὲν ἀπόρημα διαλύει, καὶ οὕτως ἀνατρέχει πρὸς τὸ προκείμενον καὶ τὴν ἀπολογίαν ἀναλαμβάνει. 391 Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ γένοιτο. οὕτω μὲν οὖν, φησίν, ἐκ τῆς γραφῆς παιδευόμεθα τὸν θεὸν κατ' οἰκείαν πρόθεσιν, ἀλλ' οὐκ ἐξ ἔργων ἢ σαρκικῆς συγγενείας ποιεῖσθαι τῶν ἀνθρώπων τὰς ἐκλογάς. πεφηνότος μέντοι τούτου τοιούτου τί φήσομεν; ἀδικεῖν τὸν θεόν; μὴ γένοιτο. καὶ τέως ἀποφήσας τὸ βλάσφημον, συλλέγει καὶ ἄλλας ῥήσεις τῆς θεοπνεύστου γραφῆς ἰσο δυναμούσας ταῖς προεκτεθείσαις αὐτῷ, καὶ προβαλλόμενος ὡς ἀπὸ τοῦ ἐναντίου τὰς πάσας ὁμοῦ καὶ τὸν ἐπισυλλογισμὸν αὐταῖς προστιθεὶς μίαν ἰσχυροτάτην λύσιν τῶν πασῶν ἐποιήσατο. λέγει τοίνυν· τῷ γὰρ Μωϋσεῖ λέγει· ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. εἶτα ἐπισυλλογισμός· ἄρα οὖν οὐ τοῦ τρέχοντος οὐδὲ τοῦ θέλοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ. καὶ αὖθις λέγει ἡ γραφὴ τῷ Φαραὼ ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. εἶτα πάλιν ὁ ἐπισυλ λογισμός· ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. θεὶς οὕτω τὰς φωνὰς ταύτας ὡς ἂν ἀπὸ τοῦ δι' ἐναντίας προβληθείσας αὐτῷ, δέχεται τὴν ἀντίθεσιν· ἐρεῖς οὖν μοι· τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; πάντως οὖν, φησί, τοῦτο πρὸς ἡμᾶς ἰσχυρόν, ὡς νομίζεις, ἐρεῖς ἐπὶ ταῖς ῥήσεσι ταύταις τὸ τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; εἶτα σφόδρα καιρίαν τε καὶ ἀγχίστροφον ποιεῖται τὴν πρὸς τοῦτο ἀπόκρισιν, τὴν αὐτοῦ φωνὴν ἁρπάσας ἐκείνου καὶ δι' αὐτῆς ἀνατρέπων αὐτόν· μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; ἐρωτᾷς με, φησί, τὸ τίς ἀνθ έστηκεν αὐτοῦ τῷ βουλήματι; ἐγὼ δή σοι λέγω ὅτι σὺ πρὸ πάντων ὁ ἀνταποκρινόμενος τῷ θεῷ· τίς μὲν γὰρ εἶ που πάντως; καὶ οὐκ ἂν οὐδεὶς εἶναί ποτε καταδέξαιο. ἀντιλέγων δὲ καὶ δικαζόμενος τῷ θεῷ πῶς οὐκ ἀνθέστηκας; οὐκοῦν τοῖς σαυτοῦ λόγοις ἑάλως, καὶ οἷς ἀρνῇ τούτοις ὁμολογεῖς τὴν ἀντίστασιν, καὶ σὺ σαυτοῦ πρὸ ἐμοῦ κατή γορος γέγονας· ζητεῖς μὲν γὰρ τίς ἀνθέστηκεν, τίς δὲ ὑπάρχεις αὐτός; εἰ μὲν οὖν ὁμολογεῖς εἶναι μηδείς, συγχωρῶ σοι τὸ μέμφεσθαι τοῖς ἀνθρώποις εἰκῇ τὸν θεόν, εἰ δὲ εἶ τις, κἂν μυριάκις ἀρνοῖοοὐδή που γὰρ ἕψεται τοῖς σοῖς λόγοις ἡ φύσις, δίκαιος ὁ θεὸς ἀποδέδεικται, καὶ παρὰ σοῦ πρώτου φέρεται τὴν νικῶσαν. Ἀλλὰ γὰρ ὃ τινῶν ἐπὶ τοῦ παρόντος τεθαύμακα, τοῦτο βούλομαι διελθεῖν. ἐπιχειρήσαντες τουτὶ τῆς ἐπιστολῆς τὸ μέρος ἑρμηνεῦσαί τινες, εἶτα οὐκ ἐξαρκέσαντες, τοῦ ἁγίου Παύλου τὴν οἰκείαν ἀπορίαν οὐκ ὤκνησαν καταψεύσασθαι· οὐ γὰρ ἐπιλυόμενον αὐτὸν τὰ παρὰ τῶν 392 ἐναντίων προβλήματα τὸ μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος; ἔφασαν εἰρηκέναι, ἀλλ' ἐπιτιμῶντα καὶ ἐπιπλήττοντα καὶ μόνον οὐ βεβαιοῦντα τὸ
About this text
Gennadius of Constantinople, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Gennadius of Constantinople’s Fragmenta in epistulam ad Romanos — new OET from PG 85 Greek.
Witnesses
- Copy-text PG 85 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.