Fragmenta in epistulam ad Romanos · §u06-open

Fragmenta in epistulam ad Romanos Unit 6 opening

Unit 6.

Lemma-led open — τῷ θεῷ παρ ἐκείνων ἐπαγό μενον κατηγόρημα. εἰ γὰρ οὐκ ἀποδίδωσι λόγον τοῦ πράγματος, ἀλλὰ

Greek

τῷ θεῷ παρ' ἐκείνων ἐπαγό μενον κατηγόρημα. εἰ γὰρ οὐκ ἀποδίδωσι λόγον τοῦ πράγματος, ἀλλὰ τὰ τῆς ἐξουσίας τοῦ θεοῦ προτεινόμενος ἐπιστομίζει τὸν ἀντιλέγοντα, τῷ ἐκείνου λόγῳ συντρέχων σαφῶς ἐλέγχεται συνομολογῶν, οὐ δικαίως μέν, ἀλλ' αὐθεντίᾳ τὸν θεὸν τὰ ἀνθρώπινα διατάττειν, τοῖς δὲ προσήκειν ἡσυχῆ στέργειν, ὅπως ἂν ἔχοι τὰ κατ' αὐτούς, ἐοικότας τοῖς ὑπὸ τῶν κεραμέων σκεύεσι πλαττομένοις, οὐ διαδικάζεσθαι πρὸς τὸν δημιουρ γήσαντα φαύλους, εἶτα διότι φαῦλοι μεμφόμενον. οὓς εἰ μηδὲν ἄλλο τῶν ὅλων, τοῦτο γοῦν ἐχρῆν συνιδεῖν, ὡς εἴπερ ὁ ἀπόστολος ἠπίστατο μὴ δυνάμενος κατὰ τὸν ἐκείνων λόγον ἀπαντῆσαι ταῖς προστάσεσι ταύταις, οὐκ ἂν αὐτὰς προὐβάλλετο τὴν ἀρχήνοὐ γὰρ καὶ τοῦτο δήπουθεν ἠδυνάτειοὐδ' ἂν αὐτὸς λαβὰς εἰς κατάλυσιν τοῦ ἰδίου κηρύγματος τοῖς ἀντιπάλοις παρείχετο καθάπερ τὰ ἐκείνων, οὐ τὰ οἰκεῖα συνιστάνειν προῃρημένος· τοῦτο γὰρ οὐδ' ἂν ὁ πάντων ἔπαθεν εὐηθέστατος. ἀλλ' οὐχ οὕτως ἔχει. τεθαρρηκὼς δέ, οἶμαι, Χριστῷ καὶ τῇ ἀληθείᾳ συν ηγορῶν οὐδεμίαν τοῖς ἐναντίοις εἰς διαβολὴν τοῦ εὐσεβοῦς δόγματος ὑπολείπεται πρόφασιν, ἀλλ' ὥσπερ τῶν ἄλλων πασῶν ἀντιθέσεων οὕτω καὶ ταύτης ἰσχυροτάτην ἐποιήσατο τὴν ἀναίρεσιν, καὶ τῶν βλασφήμων ἀπορράψας εὖ μάλα τὰ στόματα, προσεπάγει τούτοις καὶ ἕτερον ἐκ παραδείγματος τῷ πράγματι προσφυοῦς, τὸ μὲν ἐκείνων ἐπὶ πλέον ἀνατρέπων φρόνημα, τὸ δὲ εὐσεβὲς συνιστάς. μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας οὕτως; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ποιῆσαι ἐκ τοῦ αὐτοῦ φυράματος ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτι μίαν; οὕτω μὲν οὖν, φησίν, αὐτὸς ὑφ' ἑαυτοῦ διηλέγχθης σαφῶς μοχθηρὸς ἐξ οἰκείας ὢν προαιρέσεως· ἀνθιστάμενος γὰρ ἐγκαλεῖς θεῷ καὶ λέγεις· τί ἔτι μέμφεται; εἰ δὲ ὅλως ἐθέλεις μαθεῖν, πῶς ἄν, εἴπερ φύσει πονηρός, ὡς φῄς, διεπέπλασο, πρὸς τὸν πλάστην οὐ διαφέρου; σκόπησον ἐπὶ τῶν ὡς ἀληθῶς φυσικὴν τὴν κατασκευὴν ἢ πρὸς τὸ φαῦ λον ἢ πρὸς τὸ καλὸν δεχομένων καὶ γνώμης καὶ προαιρέσεως λογικῆς ἀπεστερημένων, ὅπως ἕκαστον αὐτῶν ὃ γεγένηται στέργει καὶ τῆς δημιουργίας εὐθύνας οὐκ ἀπαιτεῖ καθὼς σὺ τὸν δημιουργόν. ὁ κεραμεὺς τὰ σκεύη τὰ πήλινα πλάττων ἕκαστον τῶν ἔργων αὐτοῦ πρὸς ἐξουσίαν, ὅπως ἂν βουληθείη, δημιουργεῖ, καὶ διάφορα κατασκευάζεται τοῦ αὐτοῦ φυράματος σκεύη, γίνεται δὲ πρὸς αὐτὸν ὑπὸ τῶν αὐτοῦ γινομένων ἀντίρρησις οὐδεμία. ἐνταῦθα μὲν οὖν οὐκ ἂν εἰκότως ὁ κεραμεὺς 393 μέμφοιτο σκεύει πρὸς ἀτιμίαν γεγενημένῳ, ἀλλ' οὐδ' ἂν τὸ πρὸς τιμὴν ἐπιτήδειον ἐπαινοῖ, ἐπεὶ μηδὲ παρ' αὐτῶν τίς ἐστι πρὸς αὐτὸν ἢ φαῦλος ἢ χρηστὸς ἀντιρρήσεως τρόπος, ἑκάστου φυσικὴν τὴν κατασκευὴν πρὸς ὃ γέγονεν εἰληφότος. ἐπὶ δὲ τῶν ἀνθρώπων ὁ αὐτὸς λόγος ἔχει χώραν οὐκέτι, αὐτεξουσίων τε καὶ κυρίων προαιρέσεως γενομένων, δυναμένων τε ἑαυτοὺς ἐκκαθαίρειν, εἰ βούλοιντο, πρὸς τὸ εὔχρηστα σκεύη τῷ ἑαυ τῶν ἀποτελεῖσθαι δεσπότῃ καὶ ἅγια, καὶ διὰ τοῦτο δικαίως ἐπὶ τοῖς κατὰ γνώμην ἔργοις ἢ τιμωρουμένων ἢ τιμωμένων· ταῦτα πρὸς τὸ τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστη κεν; ἀντειπών, ἑρμηνεύει λοιπὸν καὶ τῶν προτεθεισῶν τῆς γραφῆς ῥήσεων τὸν σκοπόν, ὧν ἐν μὲν τῇ πρὸς τὸν Μωϋσέα δηλοῦται φιλάν θρωπος ὁ θεός, ἐν δὲ τῇ δευτέρᾳ τῇ πρὸς τὸν Φαραὼ τιμωρητικός τε καὶ αὐστηρός. τούτων οὖν τῶν ῥήσεων συνάξας τὸν νοῦν ἐπὶ τῶν περὶ τοὺς Αἰγυπτίους τε καὶ τοὺς Ἰσραηλίτας συμβεβηκότων αὐτὸν ἐξετάζει καί φησι· εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ τὰ ἑξῆς. {Rom 9,22-28} Εἰ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ ἤνεγκεν ἐν πολλῇ μακρο θυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν, καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν. ἔστι δὲ ἀσαφὴς διὰ συντομίαν ὁ λόγος·

About this text

Gennadius of Constantinople, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Gennadius of Constantinople’s Fragmenta in epistulam ad Romanos — new OET from PG 85 Greek.

Witnesses

  • Copy-text PG 85 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.