Fragmenta in epistulam ad Romanos · §u08-rem-mid

Unit 8 rem mid

Rem mid: Unit 8; lemma continues; reading with the letter.

Greek

ἐξουσίας, ἠτίμαζον, ὡς εἰκός, τὰ παρόντα καὶ τῆς τοῦ ἐνεστῶτος αἰῶνος ματαιότητος κατεγέλων, φαυλίζοντες μὲν πλοῦτον, φαυλίζοντες δὲ δόξαν, φαυλίζοντες δὲ δυναστείαν, ὑπερορῶντες δὲ καὶ αὐτῆς βασιλείας ὡς ὀνείρατος ἢ σκιᾶς διηλλαχότων οὐδέν. ἐκ δὲ τούτων προβαίνειν ἔμελλεν εἰς στάσεις καὶ πολέμους αὐτοῖς τὸ πρᾶγμα, κατὰ μικρὸν περιττὸν ἡγουμένους μετὰ τὴν Χριστοῦ παρουσίαν ἔτι τοῖς πρόσθεν ἐμμένειν καταστάσεως σχήμασιν, καὶ τῆς θείας χάριτος ἐν ἴσῳ προσιεμένης τοὺς ἅπαντας αὐτοὺς τοῦ παρόντος ἔτι βίου τῆς ἀνωμαλίας ἀνέχεσθαι, μάλιστα τῆς τοιαύτης γνώμης αὐτοῖς καὶ ἐξ αὐτῆς πλέον τῆς ἐπιστολῆς κυρουμένης· διὰ πάσης γὰρ τοῦτο αὐτοῖς συνεβούλευσεν τὸ μὴ κατὰ σάρκα δεῖν ἔτι ζῆν αὐτοὺς ὡς Χριστῷ μεταστάντας ἀλλὰ κατὰ πνεῦμα· ὑμεῖς γάρ, φησίν, οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ' ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. τοῦτο οὖν προϋπιδόμενος ὁ μακάριος Παῦλος τὴν ἁρμόττουσαν εἰκότως πρὸς αὐτοὺς καὶ περὶ τούτου ποιεῖται διδασκαλίαν καί φησιν· πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποταττέσθω. καὶ πρῶτον μὲν περιληπτικὸν καὶ κοινὸν κατὰ πάντων ἐποιήσατο τὸ παράγγελμα, εἶτα οὐκ εἶπεν ἐξου σιάζουσιν ἀλλ' ἐξουσίαις, ἵνα ἐκ τοῦ πράγματος τοὺς ἐν τῷ πράγματι τιμᾶσθαι διδάξῃ καὶ μὴ διὰ τήν τινων ἂν οὕτω τύχῃ φαυλότητα πονηρῶς τῷ καλῷ κεχρημένων αὐτὸ τὸ πρᾶγμα προπηλακίζοιτο. 408 {Rom 13,1b } Εἰ γὰρ οὐκ ἔστιν ἐξουσία, φησί, παρὰ γνώμην θεοῦ, δεῖ πεπεῖσθαι σαφῶς αὐτῷ δοκοῦν εἶναι τὰς οὔσας. {Rom 13,23} Τί δὲ ὅλως, φησί, καὶ διαστασιάζεις, εἰπέ μοι, πρὸς τὴν ἀρχήν; χρηστὸς εἶ καὶ μισεῖς πονηρίαν, οὐκοῦν ἔπαινον ἐξ αὐτῆς ἀλλ' οὐ φόβον δεῖ περιμένειν· συνεργὸν γάρ σοι τοῦ καλοῦ τὴν ἐξουσίαν ἔδωκεν ὁ θεός. {Rom 13,45} Εἰ δὲ πρὸς κακίαν ῥέπεις, φησί, καὶ τοῦ χείρονος εἶ φιλητής, εἰκότως ταράττῃ καὶ δέδοικας· ὑπεύθυνον γὰρ εἰς τιμωρίαν σαυτὸν αὐτῷ παραδίδως ἔχοντι τοῦ κολάζειν τοὺς κακοὺς θεόθεν τὴν ἐξουσίαν. ἐν αὐτῷ μέντοι καὶ τοὺς ἐν ταῖς ἐξουσίαις αὐτοὺς ὁποίους εἶναι χρή, συνεβούλευσεν. Πανταχόθεν ἄρα τὸ εἴκειν αὐτοῖς καὶ ὑποτάσσεσθαι φαίνεται, φησίν, ἀναγκαῖον, καὶ χωρὶς γὰρ τοῦ ἐκ τῆς τῶν ἀρχόντων, οἶμαι, τιμωρίας δέους ὑπ' αὐτοῦ τοῦ οἰκείου συνειδότος ἐν τῷ ποιεῖν τὰ ἄτοπα κολα ζόμεθα. {Rom 13,6} Ἀλλὰ μήν, φησίν, ἱκανὸν καὶ ἡ τῶν χρημάτων εἰσφορὰ πρὸς τὴν ὑποταγὴν αὐτῶν ἐνάγειν ὑμᾶς· μεγίστη γὰρ ἀπόδειξις, οἶμαι, καὶ τοῦτο τῷ θείῳ δόγματι λειτουργοῦντας αὐτοὺς τῇ τοιαύτῃ προσκαρτερεῖν λειτουργίᾳ. ἐν μέντοι τούτοις ἅπασι τὸ τῷ σωτῆρι λεχθὲν πρὸς Ἰουδαίους ἐν Εὐαγγελίοις φησὶν ὅτι ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. ὅθεν συνάγων πρὸς τὸν σκοπὸν τοῦτον αὐτῷ τὰ προειρημένα συνετῶς ἐπιφέρει· ἀπόδοτε οὖν πᾶσι τὰς ὀφειλὰς καὶ τὰ ἑξῆς. {Rom 13,7-8} Ἔστι μὲν ὁ φόρος καὶ τὸ τέλος ταὐτόν. ἀμέλει φόρους ἐν τῷ πρὸ τούτου ῥητῷ τελεῖν αὐτοὺς ἔφησενδιὰ τοῦτο γάρ, φησί, καὶ φόρους τελεῖτε, νῦν δὲ αὐτὸ διεῖλεν, ἢ τοῦτο βουλόμενος εἰπεῖν ὅτι εἴτε φόρον εἴτε τέλος τὸ τοιοῦτό τις ἐθέλοι καλεῖν, ὑμῖν γε αὐτὸ παντὶ 409 τρόπῳ προσῆκεν ἐκτιννύναι· ἢ τὸ μέν, ἔφησε, δηλῶν τὴν εἰς τὸ δημόσιον τῶν χρημάτων συντέλειαν, τὸ δὲ τὰς ἰδικὰς τοῖς κεκτημένοις προσόδους. τῷ τὸν φόβον τὸν φόβον οἷον τοῖς ἐν ἀρχαῖς, τῷ τὴν τιμὴν τὴν τιμὴν οἷον τοῖς φίλοις καὶ ὅλοις τοῖς πλησίον. Μηδενὶ μηδὲν ὀφείλετε εἰ μὴ τὸ ἀγαπᾶν ἀλλή λους· οὐχὶ μὴ ἀποδιδόναι τὴν ἀγάπην ἐν τούτοις φησίν, ἀλλ' ἀντὶ τοῦ μόνον τὸ τῆς ἀγάπης χρῆμα διὰ παντὸς ἀλλήλοις ἀπαραιτήτως ἀναγκαῖον ὄφλημα κατατίθεσθε· τῶν μὲν γὰρ ἄλλων ἕκαστον χρεῶν ἀποδεδωκότες ἔχετε μετὰ τὴν ἔκτισιν τὸ ἀνεύθυνον, ἐπὶ δὲ τῆς ἀγάπης τοῦτο οὐκ ἔστιν, ἀλλ' ἀεὶ δεῖ ταύτην ἐκτιννύναι καὶ ἀεὶ χρεωστεῖν. {Rom 13,11} Μάλιστα δέ, φησίν, ὑμᾶς καὶ τὸ βραχὺ τοῦ παρόντος αἰῶνος παρακαλείτω πρὸς τὸ ἀγαθὸν καὶ ἐπιεικές· ἐπὶ θύραις γὰρ καὶ ὅσον οὔπω τῆς ἀναστάσεως ἐφέστηκεν ὁ καιρὸς καὶ καθ' ἑκάστην ἡμέραν τῆς συντελείας γινόμεθα πλησιέστερον. {Rom 13,12} Νύκτα τὴν θνητὴν λέγει κατάστασιν ὡς τῶν ἐν αὐτῇ κατακρα τούσης ἀγνοίας θεοῦ, ἡμέραν δέ γε τὴν ἐν Χριστῷ φησι διαγωγὴν τὴν ἀκήρατον ὡς τῶν καταξιουμένων ἐκείνης ὑπὸ τῆς ἁγίας καὶ μακαρίας καταυγαζομένων τριάδος. {Rom 14,14} Πρὸς ἄλλο πάλιν κεφάλαιον μέτεισιν ἀφ' οὗ καὶ πρὸς τὸ γράψαι Ῥωμαίοις τὴν ἐπιστολὴν ἔσχε πρόφασιν. ᾔδει τοῖς ἐξ Ἰουδαίων τῇ πίστει προσιοῦσι φιλονεικίαν πρὸς τοὺς ἐξ ἐθνῶν πιστεύοντας γινομένην περί τινων

About this text

Gennadius of Constantinople, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Gennadius of Constantinople’s Fragmenta in epistulam ad Romanos — new OET from PG 85 Greek.

Witnesses

  • Copy-text PG 85 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.