Fragmenta in epistulam ad Romanos · §u08-rem-close

Unit 8 rem close

Rem CLOSEOUT: Unit 8 CLOSEOUT.

Greek

ἰδικῶν τοῦ νόμου παρατηρήσεων οἷον περὶ φυλακῆς ἡμερῶν καὶ βρωμάτων διαφορᾶς, καὶ τοιούτων ἄλλων τινῶν τῶν μὲν Ἰουδαίων φυλαττόντων, τῶν δὲ ἐξ ἐθνῶν αὐτῶν τε ἀπεχομένων, οὐ κρατούντων αὐτά, ἀλλὰ καὶ τοῖς Ἰουδαίοις ἐπιμεμφομένων τῆς περὶ τὰ τοιαῦτα σπουδῆς, καὶ πρὸς παροξυσμὸν αὐτῶν ἐπ' αὐτῶν ἐσθιόντων ὡς ἔχθραν αὐτοῖς ἐνεῖναι συμβαίνειν ἐκ τούτου πράγματος ἀδιάλλακτον καὶ πρὸς ἀλλήλους ὑπόπτως διακειμένους τῆς ἐν Χριστῷ κλήσεως ὑβρίζειν τὸ ἔκκριτον, τὴν ἀγάπην φημί. διορθούμενος οὖν καὶ περὶ τούτων αὐτούς, ἐπειδὴ τὸ ἀπ' ἐθνῶν μέρος ἐν τῇ Ῥώμῃ τοῦ ἀπὸ Ἰουδαίων προσεληλυθότος πλεῖόν τε ὑπῆρχε καὶ δυνατώτερον, ἀπὸ τοῦ πρὸς αὐτοὺς εἰκότως ἄρχεται λόγου· τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμ 410 βάνεσθε. ἐντρεπτικώτατα σφόδρα τῷ προκειμένῳ μετὰ τῆς ἀληθείας ἐνέβαλεν· ἀσθενοῦντα μὲν γὰρ τὸν Ἰουδαῖον εὖ μάλα προσεῖπεν ὡς ἀσθενείᾳ λογισμῶν τοῖς νομικοῖς ἔτι κατακρατούμενον ἔθεσιν, ἐνέτρεψε δέ γε διὰ τούτου τὸν ἐθνικὸν ἱκανῶς εἰς τὸ πεισθῆναι τῇ συμβουλῇ· τίς γὰρ οὕτως ἀπάνθρωπος ὅστις ἀσθενοῦντι τὸ συγγινώσκειν ἀφεὶς ἐπεμβή σεται, καὶ δέον ἐπικουρεῖν ὅδε καὶ προσεπιθήσει τῇ συμφορᾷ; ἐποίει δὲ ταύτην ἀναγκαίαν αὐτῷ τὴν παραίνεσιν καὶ ἡ προλαβοῦσα διδασκαλία· τὸν γὰρ νόμον καὶ τὴν κατ' αὐτὸν ἅπασαν πολιτείαν ὑπὸ τῆς ἐν Χριστῷ χάριτος κατηργῆσθαι παντοίως ἀπέδειξεν. συνεῖδεν οὖν, ὡς εἰκός, βαρύτερον τῷ Ἰουδαίῳ τὸν ἐθνικὸν ἐσόμενον καὶ τὴν πρὸς ἀλλήλους αὐτοῖς φιλονεικίαν ἐπιτεθησομένην, εἰ μὴ τὰ εἰκότα πρὸς αὐτοὺς καὶ περὶ τούτου διαλεχθῇ. μὴ εἰς διακρίσεις διαλογισμῶν. ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει καὶ τὰ ἑξῆς. τέλειοι, φησί, τὴν ἐν Χριστῷ πίστιν ὄντες μὴ ἐκβιάζεσθε τοὺς οὐκ ἐξικνουμένους ἔτι πιστῶς καὶ ἄνευ δια λογισμῶν ποιεῖσθαι τὴν πάντων ἀδιακρίτως μετάληψιν, ἀλλ' αὐτοὶ μὲν τοῦ κρείττονος ἔχεσθε, τοὺς δὲ ἢ βλάπτεσθαι διὰ βρώσεως ἢ καὶ ὠφελεῖσθαι διὰ παρατηρήσεως οἰομένους προσλαμβάνεσθε, τοῦτ' ἔστιν· οἰκειοῦσθε καὶ θάλπετε καὶ μὴ ἀποστρέφεσθε. συντόμως δὲ εἰπεῖν· μηδὲ ὁ ἐσθίων ὡς τελεώτερος ὢν αὐτὸς ἐκφαυλιζέτω τὸν οὐκ ἐσθίοντα, μήτ' αὖ ὁ μὴ ἐσθίων ὡς παρανομοῦντος τοῦ ἐσθίοντος καταψηφιζέσθω. καὶ τὸ εὔλογόν τε ὁμοῦ καὶ δίκαιον ἐμφαίνων τῆς παραινέσεως· ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο. σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; εἰ γὰρ ὁ θεὸς αὐτὸν προσήκατο, πῶς οὐ τολ μηρόν σοι, πῶς δὲ ἀκίνδυνον οἰκέτην ἄλλῳ διαφέροντα κατακρίνειν; καὶ ἐπειδήπερ τὸ κήδεσθαι ἑκατέρων ἑκάτεροι προβάλλεσθαι ἔμελλον, τῷ ἰδίῳ, φησί, κυρίῳ στήκει ἢ πίπτει. περιττή σοι παντελῶς ἡ περὶ τὴν μάχην, φησίν, ἐστὶν ἀφορμή· εἴτε γὰρ ἕστηκεν εἴτε καὶ μή, σοὶ κινδυνεύεται πρὸς οὐδέτερον, οὔτε πρὸς ζημίαν οὔτε πρὸς κέρδος. τοῦτο εἰπὼν εἰς τὸ περιελεῖν αὐτῶν τῆς φιλονεικίας τὴν πρόφασιν, ἵνα μὴ τῆς ἀλλήλων ἀπογινώσκειν σωτηρίας ἐντεῦθεν προάγοιντο, σταθήσεται δέ, φησίν, δυνατὸς γὰρ ὁ θεὸς στῆσαι αὐτόν. {Rom 14,6} Ἀμφότεροι γάρ, φησίν, οὗτος κἀκεῖνος ἑνὶ χρῶνται σκοπῷ, τιμῇ τῇ περὶ τὸν θεόν· ὅ τε γὰρ παραφυλαττόμενος τὴν ἡμέραν οἴεται θεοῦ 411 νόμον πληροῦν, ὅ τε ἀδιαφορῶν περὶ τούτων πᾶσαν ὡς ὑπὸ θεοῦ γενομένην ἡμέραν δι' ὁμοίας ἔχει τιμῆς. {Rom 14,9} Καὶ περὶ τῶν διὰ κακουχίας τοῦ σώματος νεκρῶν τοῖς πάθεσιν καὶ ζώντων ἐν Χριστῷ. {Rom 14,10-11} Σὺ δέ, φησί, τί κρίνεις τὸν ἀδελφόν σου; ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; πάλιν ἀνέλαβε τὸν ἐξ ἀρχῆς λόγον καὶ τῇ προσθήκῃ τοῦ ἀδελφοῦ τὴν ἀτοπίαν τοῦ γινομένου μᾶλλον παρέστησεν. συναγαγὼν δὲ τὸ προκείμενον οὕτω παρεισφέρει καὶ τῆς κρίσεως μνήμην, τῷ φόβῳ ταύτης νηφαλιωτέρους αὐτοὺς ἐργα ζόμενος· πάντες γὰρ παραστησόμεθα, φησί, τῷ βήματι τοῦ Χριστοῦ. μονονουχὶ τοῦτο λέγων· ἔστι κριτὴς ὁ Χριστός, καὶ καιρὸς ἕτερος ὥρισται κρίσεως. τί βιάζῃ; τί παρεξωθεῖς τὸν κριτήν; τί τὸ μὴ σὸν προαρπάζεις; οὐκ ἄλλους σὺ κρίνειν ἐτάχθης, ἀλλ' αὐτὸς ὅπως ἀπολογήσῃ κρινόμενος μεριμνᾶν προσετάχθης. καὶ ἐπάγει γραφι κὴν τοῦ Ἡσαΐου μαρτυρίαν πάλιν τὸν περὶ τῆς κρίσεως λόγον πιστού μενος· ζῶ ἐγώ, λέγει κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ τὰ ἑξῆς. συνίσταται σαφῶς καὶ διὰ τῆς ῥήσεως ταύτης τοῦ υἱοῦ τὸ πρὸς τὸν πατέρα τελέως ἰσότιμον, Ἡσαΐου γὰρ αὐτὴν ἐκ προσώπου λελέχθαι τοῦ θεοῦ φήσαντος οὑτωσί· ἐγώ εἰμι ὁ θεὸς καὶ οὐκ ἔστιν ἔτι ἄλλος. κατ' ἐμαυτοῦ ὀμνύω, ἢ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, οἱ λόγοι μου οὐκ ἀποστραφήσονται,

About this text

Gennadius of Constantinople, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Gennadius of Constantinople’s Fragmenta in epistulam ad Romanos — new OET from PG 85 Greek.

Witnesses

  • Copy-text PG 85 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.