Fragmenta in epistulam ad Romanos · §u09-open

Fragmenta in epistulam ad Romanos Unit 9 opening

Unit 9.

Lemma-led open — ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ. οὕτως εἰπόντος αὐτὴν τοῦ προφήτου Παῦλος ὡς ἐφαρμόττουσαν ἐξεδέξ

Greek

ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ. οὕτως εἰπόντος αὐτὴν τοῦ προφήτου Παῦλος ὡς ἐφαρμόττουσαν ἐξεδέξατο τῷ δεσπότῃ Χριστῷ, οὔποτ' ἂν τοῦτο ποιήσας, εἰ μὴ θεὸν ἀληθινὸν εἶναι καὶ τὸν Χριστὸν ὡς τὸν πατέρα ἠπίστατο. ὑπομνήσας δὲ τῆς κρίσεως αὐτοὺς καὶ συστείλας αὐτῶν ταύτῃ τὰ φρονήματα καὶ μετριώτερα καταστήσας ἐπιφέρει· ἄρα οὖν ἕκαστος περὶ ἑαυτοῦ λόγον δώσει τῷ θεῷ. {Rom 14,1213} Ἀφέμενοι τοίνυν τῆς πρὸς ἀλλήλους ἔριδος καὶ φιλονεικίας τοῦτο στήσομεν μᾶλλον παρ' ἑαυτοῖς, τὸ μετ' ἀγάπης ἀλλήλοις συζῆν, ὡς ἀδελφοῖς πρὸς ἀδελφοὺς πρέπον ἐστίν. φυλαττόμενοι τὸ καὶ κατὰ μικρὸν 412 λύπης ἢ βλάβης ὅλως τινὸς τοῖς ὁμοπίστοις παραίτιοι γίνεσθε. καὶ ἐπειδὴ πρὸς τοὺς ἐθνικοὺς ἦν ὁ λόγος οὗτος ἀποτεινόμενος, ἵνα μὴ νομίσωσι ταῦτα λέγειν αὐτὸν πρὸς αὐτοὺς διὰ τὸ μηδὲ αὐτόν ποτε ὅσην ἔδει περὶ τῶν τοιούτων ἔχειν τὴν γνῶσιν, ἐπήγαγεν· οἶδα καὶ πέπεισμαι ἐν κυρίῳ Ἰησοῦ καὶ τὰ ἑξῆς. {Rom 14,14} Οἶδα καὶ πέπεισμαι, φησίν, ἐν κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν δι' αὑτοῦ. ἐμοὶ μὲν οὖν, φησί, πεπιστευκότι βεβαίως Χριστῷ, πρόδηλον ὡς ἀτελῶν ἐστιν ἡ περὶ τῶν τοιούτων διάκρισις· πάντα γὰρ ὑπάρχει καθαρὰ τῆς ἐκεῖθεν εὐλογίας μετέχοντα. {Rom 14,15-17} Θαυμασιώτατα τὸ πρᾶγμα διέλαβεν· πρῶτον μὲν τῷ εὐτελεῖ καὶ ταπεινῷ τῆς προφάσεως διὰ βρῶμα εἰπών, εἶτα τῷ προσώπῳ περὶ ὃ τὸ ἁμάρτημα, ὁ ἀδελφός σου φήσας, εἶτα αὐτῷ τοῦ πλημμελήματος τῷ ἀποτελέσματι ἀπώλειαν ἄντικρυς αὐτὸ προσειπών, τέταρτον τῷ εἰς ὃν ἡ ἀναγωγὴ τοῦ τολμήματος, ὑπὲρ οὗ γάρ, φησί, Χριστὸς ἀπέθανεν, πέμπτον ὅτι βλασφημεῖσθαι ποιεῖ τὴν εὐσέβειαν, ἕκτον ὅτι οὐχ ὑπὲρ τούτων ἢ τοιούτων ἀπολαύσεως τῇ Χριστοῦ πίστει προσεληλύθαμεν, ἀλλ' ἐπὶ μετουσίᾳ δικαιοσύνης, τοῦτ' ἔστιν ἀναμαρ τησίας καὶ εἰρήνης καὶ χαρᾶς· ἐκ γὰρ τῆς ἁμαρτίας ἡ πρόσκρουσις, ἐκ δὲ τῆς προσκρούσεως ἡ λύπη, ἐκ δὲ τῆς λύπης κατάκρισις. ἀρθείσης μὲν οὖν τῆς ἁμαρτίας καὶ τὰ ἐκ ταύτης ἐξῄρηται, ἀντεισαχθείσης δὲ τῆς δικαιοσύνης εἰκότως εἰρήνη καὶ χαρὰ συνεισήχθη. τὸ δὲ ἐν πνεύματι ἁγίῳ τὸν αἴτιον τῶν τοσούτων δηλοῖ ἀγαθῶν· τῇ γὰρ τοῦ ἁγίου πνεύ ματος χάριτι πρὸς υἱοθεσίαν ἀναγεννώμενοι, τοῦτ' ἔστι πρὸς ἄφθαρτον καὶ ἀπαθῆ καὶ ἀθάνατον ἀνιστάμενοι φύσιν, τῶν μὲν κακῶν τῶν προτέρων ἀπαλλαττόμεθα, τῇ δὲ τοῦ θεοῦ βασιλείας ἐντὸς καθιστάμεθα. {Rom 14,18} Ὁ τοίνυν ἐν τούτοις ὑποταττόμενος, φησί, τῷ Χριστῷ καὶ τὴν ἑαυτοῦ πολιτείαν ἐπιδείκνυσθαι τοιαύτην ἐσπουδακώς, ὁ τοιοῦτος καὶ θεῷ προσφιλὴς καὶ ἀνθρώποις ἐπαινετός. 413 {Rom 14,21-22a } Καλόν, φησί, τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον καὶ τὰ ἑξῆς. τί οὖν; ἐγὼ τὴν ἐμαυτοῦ πίστιν ἀρνήσομαι δι' ἐκεῖνον; εἶπεν ἂν ἴσως τις. πρὸς δὴ τὸν τοιοῦτον ἐπήγαγεν· οὐκ ἐκστῆναί σε, φησί, κελεύω τῆς πίστεως, τοὐναντίον μὲν οὖν καὶ παρακαλῶ σε ταύτης ἀντέχεσθαι. ἀλλὰ τί λέγω καὶ τί νουθετῶ; μὴ σκανδαλίζειν ταύτῃ τὸν ἀδελφὸν ἀλλὰ τούτου φειδόμενον ἧς ἔχεις πίστεως ἀρκεῖσθαι μάρτυρι μόνῳ θεῷ· ἔξεστι γὰρ οὕτω καὶ σὲ μὴ ζημιοῦσθαι τὴν πίστιν κἀκεῖνον μὴ παραβλέπεσθαι. {Rom 14,22b23} Ἀκριβεστάτη τοῦτο καὶ ἀπηρτισμένη περὶ ἀρετῆς συμβουλή, τὸ μὴ ταῦτά τινα ποιεῖν ἐφ' οἷς ὑπὸ τοῦ ἰδίου κατακρίνεται συνειδότος. ἐὰν δέ τις, φησί, τὸ μὲν ἐπιτετράφθαι τὴν βρῶσιν διαπιστῇ, ὡς δὲ κεκωλυ μένης μετέχῃ, παρανομίας ὑφ' ἑαυτοῦ σαφέστατα κατακέκριται. {Rom 15,12} Ὑπάρξαι μὲν οὖν φησιν ἐκ θεοῦ τελείας τῆς ἐν Χριστῷ χάριτος ἀπολαῦσαι. δεῖ μέντοι τοὺς παρ' ὑμῖν ἀσθενοῦντας

About this text

Gennadius of Constantinople, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Gennadius of Constantinople’s Fragmenta in epistulam ad Romanos — new OET from PG 85 Greek.

Witnesses

  • Copy-text PG 85 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.