Fragmenta in epistulam ad Romanos · §u09-rem-close

Unit 9 rem close

Rem CLOSEOUT: Unit 9 CLOSEOUT. SERIES CLOSEOUT.

Greek

Οὗτος ὁ λογισμός με, φησί, καὶ τῆς τοιαύτης σπουδῆς ὁ σκοπὸς τῆς ἄχρι νῦν πρὸς ὑμᾶς ἀφίξεως διεκώλυσεν· ὑμῖν μὲν γὰρ ἠπιστάμην Πέτρον ἐληλυθότα διδάσκαλον, τοῖς ἐνταῦθα δὲ οὐκ ἦν τις τέως ὁ παραδοὺς τὰ περὶ Χριστοῦ. {Rom 15,23-27} Ἐπιποθίαν δὲ ἔχων, φησί, τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν ἐτῶν, ὡς ἐὰν πορεύωμαι εἰς Σπανίαν. προσυπακουστέον τούτοις τὸ ἐλεύσομαι πρὸς ὑμᾶς· κατὰ γὰρ ἀποσιώπησιν εἴρηται τούτου. τὸ δὲ ἐὰν πρῶτον ὑμῶν ἀπὸ μέρους ἐμπλησθῶ, τοῦτ' ἔστι κατὰ τὸ ἐνδεχόμενον ἐμπλησθῶ. 417 {Rom 15,28-29} Πρὸς ὑμᾶς, φησί, παραγενόμενος πολλὴν ἐν ὑμῖν τοῦ κατὰ Χριστὸν εὐαγγελίου τὴν παράκλησιν ἕξω τε καὶ παρέξω, μυρίων ἐπαίνων καὶ μυρίων εὐφημιῶν ἀξίου τοῦ κατὰ Χριστὸν ἡμῶν εὐαγγελίου τυγχάνοντος· ἶσον γάρ ἐστι τῷ τοῦτο δέ ἐστι συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ. ἢ πλήρωμα εὐλογίας τοῦ εὐαγγελίου τοῦ Χριστοῦ τοὺς δεσμοὺς ἑαυτοῦ καὶ τὰ πάθη προλέγει μεθ' ὧν παρεπέμφθη οὕτως. ἀμέλει καὶ πρὸς Θεσσαλονικέας φησὶν ὅτι ἡ εἴσοδος ἡμῶν ἡ πρὸς ὑμᾶς οὐ κενὴ γέγονεν, ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες καθὼς οἴδατε ἐν Φιλίπποις. {Rom 15,30-32} Τὴν ἐν Χριστῷ, φησί, συγγένειαν αἰδεσθέντες ὑφ' ἧς εἰς ἓν οἱ πιστοὶ πάντες πνευματικὸν συνήφθημεν σῶμα, ὥστε καὶ τοὺς πλησίον διὰ τὴν ἀγάπην ἄλλους ἑαυτοῦ καθορᾶν. ἐκτενεῖς τὰς ὑπὲρ ἐμοῦ ποιήσασθε προσευχάς, ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ καὶ τὰ ἑξῆς. ἐνέφηνε δὲ διὰ τούτων πολλοὺς ἑαυτῷ τοὺς κινδύνους ἐν τῇ Ἰερουσαλὴμ προορᾶσθαι, καὶ ὅτι οὐδὲ οὕτως ὅμως τὸ θεοῦ ἔργον κατώκνησεν. {Rom 16,171 Πάλιν αὐτοῖς παραινεῖ τὰς Πέτρου κατέχειν ἀκριβῶς παραδόσεις, φυλαττομένοις τὴν Ἰουδαϊκὴν τερατολογίαν, οὓς καλῶς οὐχὶ τῷ Χριστῷ δουλεύειν ἀλλὰ τῇ ἑαυτῶν, ἔφη, κοιλίᾳ διὰ τὸ μονονουχὶ τὴν εὐσέβειαν αὐτοὺς ἐν τῇ παρατηρήσει τῶν βρωμάτων ὁρίζεσθαι. οὐ τοίνυν ὑμῖν καλῶς ἔχει, φησί, διαβοηθεῖσιν ἐπὶ τῇ περὶ τὴν πίστιν εὐγνωμοσύνῃ, οὔτε ἑαυτοὺς τῆς εὐκλείας ἀποστερῆσαι παρακρουσθέντας, οὔτε τὴν ἡμετέραν ὑπὲρ τῆς ὑμετέρας εὐδοκιμήσεως ἀμβλύναι χαράν. θέλω δὲ ὑμᾶς σοφοὺς μὲν εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν, ἀντὶ τοῦ βούλομαι γινώσκειν μὲν ὑμᾶς τὰ τοῖς καλοῖς ἐναντία καὶ εἶναι πρὸς τὸ τὸ ἀγαθὸν ποιῆσαι σοφούς, ἀφελεῖς τε καὶ ἀπανούργους ὑπάρχειν καὶ κακίας ἁπλῶς ἀμαθεῖς. Τὰς ἐν Χριστῷ, φησί, διαλλαγὰς πρὸς ἡμᾶς ποιησάμενος αὐτὸς ἡμῶν κατευθύνει τὸν βίον, ἅπαν ἐναντίωμα ποιούμενος ἐκ ποδῶν. 418 {Rom 16,25-27} ∆όξα μέντοι, φησί, τῷ θεῷ πάντοτε ὑπὲρ πάντων, ὃς δυνατὸς ὢν βεβαιώσει περὶ τὸ κηρυττόμενον ὑμᾶς κατὰ Χριστὸν Ἰησοῦν εὐαγγέλιον, ὃ μέχρι μὲν τοῦ νῦν τοῖς πᾶσιν ἀπόρρητον ἦν, ἀπεκαλύφθη δὲ νῦν καὶ πεφανέρωται τῶν γεγονυιῶν περὶ αὐτοῦ προρήσεων θείῳ κελεύσματι δεδεγμένων τὴν ἔκβασιν, ᾧ καὶ πιστεύσαντα πάντα τὰ ἔθνη τῆς τοῦ μόνου καὶ ἀληθινοῦ θεοῦ γνώσεως ἠξιώθη.

About this text

Gennadius of Constantinople, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Gennadius of Constantinople’s Fragmenta in epistulam ad Romanos — new OET from PG 85 Greek.

Witnesses

  • Copy-text PG 85 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.