Unit 9 rem mid
Rem mid: Unit 9; lemma continues; reading with the letter.
Greek
πίστεως τῆς δικαιώσεως κατηξίωσεν, ὥστε προσήκειν τοῖς ἔθνεσι μάλα διηνεκῶς ἀνευφημεῖν τὸν θεὸν τῆς περὶ αὐτοὺς ἀμυθήτου φιλανθρω πίας, δι' ἣν ἀπηλλοτριωμένους ὄντας καὶ ξένους τῶν διαθηκῶν τῆς ἐπαγγελίας εἰσεποιήσατο. {Rom 15,131} Ὁ δὲ θεὸς τῆς ἐλπίδος, φησίν, ἀντὶ τοῦ ὁ τὴν ἐλπίδα τῶν μελλόντων ἡμῖν χαρισάμενος, τοσαύτην ὑμῖν ἐπιχορηγῆσαι τοῦ ἁγίου πνεύματος χάριν, ὥστε κατὰ περιουσίαν πεπληροφορημένους ὑμᾶς ὑπὲρ τῆς πιστευομένης ἐλπίδος ἐνδεῖν μηδενὸς μηκέτι τῶν εἰρήνης ὑμῖν καὶ χαρᾶς παραιτίων. νουθετήσας δὲ αὐτοὺς μάλα σαφῶς καὶ περὶ τοῦ χρῆναι μηδενὸς ἕνεκεν ἀξιολόγου πράγματος, τῆς τῶν τοιούτων φημὶ νομίμων παρατηρήσεως, τὴν πρὸς ἀλλήλους ἀπέχθειαν ἀναδέχεσθαι, καὶ τοῦτο συμπληροῖ τὸ κεφάλαιον. ἐπάγει δὲ αὐτὸ κατ' ἐπανάληψιν ἑτέραις λέξεσι τὸ προοίμιον· τὸν γὰρ αὐτὸν νοῦν καὶ ἐν τούτοις ἀνακεφαλαιοῦται, θεραπεύων μὲν κἀκείνους καὶ ἐπαινῶν, ὑπεραπολογούμενος δὲ καὶ ἑαυτοῦ, ὅτι μήτε μεμφόμενος αὐτοῖς ἢ ἐγκαλῶν τι τὴν πρὸς αὐτοὺς ταύτην ἐπιστολὴν ἐποιήσατο, ἀλλ' ἀναγκαίως αὐτῷ χρείαν ἐπιβάλλουσαν ἐκπληρῶν, μήτε μὴν ῥᾳθυμίᾳ τὴν ὡς αὐτοὺς ἄφιξιν ἄχρι τοῦ νῦν ὑπερέθετο, συνετῶς ἀπὸ τούτων ἀρξάμενος καὶ εἰς ταῦτα τῆς ἐπιστολῆς τελευτήσας· οὐδὲν γὰρ οὕτω ποιεῖν οἶδεν προσεχεστέρους ἀκροατὰς ὡς ἡ πρὸς τὸν λέγοντα σχέσις, καὶ τὸ μὴ ὑπόπτως ἀλλ' εὐνοϊκῶς πρὸς αὐτὸν διακεῖσθαι. τούτου χάριν ἐπήγαγεν. {Rom 15,15-16} Κατὰ τρεῖς τρόπους ἐργάζεται τὴν παραίτησιν, τῷ τε ἐκ μέρους καὶ τόλμαν εἰπεῖν εἶναι τὸ πρᾶγμα, καὶ τῷ μὴ διδασκαλίας ἕνεκεν ἀλλ' ἐπαναμνήσεως τετολμηκέναι αὐτό, καὶ τῷ οἰκεῖον αὐτῷ καὶ προσῆκον 416 εἶναι τὸ φρόντισμα, πρὸς τοῦτο αὐτὸν τῆς θείας χάριτος προχειρισαμένης. τὸ μέντοι ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν πνεύματι ἁγίῳ, τοῦτ' ἔστι τὴν πνευματικὴν ἁγιότητα καθαρὰν καὶ ἀμιγῆ τῶν Ἰουδαϊκῶν παρατηρήσεων ἐπιφερομένη· αὕτη γάρ ἐστι φίλη θεῷ καὶ εὐπρόσδεκτος, ἐπειδὴ καὶ αὐτὸς ὁ θεὸς πνεῦμά ἐστιν. {Rom 15,17-19a } Τοιγαροῦν καὶ σεμνύνεσθαί μοι, φησίν, ἔξεστιν ἐν τοῖς κατὰ θεὸν ἐπὶ τῇ διὰ Χριστοῦ δοθείσῃ πρὸς τοῦτό μοι χάριτι· μὴ γὰρ οὕτω κἀγὼ γενοίμην τολμητίας ποτὲ ὡς ἐπιγράφειν ἐμαυτῷ τὰ μὴ ἐμοὶ Χριστοῦ κατορθώματα. πολλοῖς γοῦν τὸ κήρυγμα περιήγγελκα καὶ πολλοὺς προσηγαγόμην τῇ πίστει Χριστοῦ δυναμούμενος πρὸς πᾶσαν θαυματουργίαν ὑπὸ τῆς τοῦ ἁγίου πνεύματος χάριτος. {Rom 15,19b-22} Τὸ γοῦν ἀπὸ Ἰερουσαλήμ, φησί, μέχρις Ἰλλυρίων ἅπαν ἐν κύκλῳ περιελθὼν τοῦ εὐαγγελίου πεπλήρωκα, καὶ Χριστὸς τοῖς πόνοις καὶ τοῖς ἱδρῶσι τοῖς ἐμοῖς εἰς σωτηρίαν σχεδὸν ἅπαντας τοὺς τῇδε προσκέκληται. ἦν δέ μοι καὶ τοῦτο, φησί, περισπούδαστον, μὴ τοὺς ὑπ' ἄλλων περὶ Χριστοῦ προακηκοότας ἐπεκδιδάσκειν ὕστερον ἐφιστάμενον, ἀλλ' αὐτὸν κατάρχειν καὶ παρὰ τούτους ἰέναι παρ' οὓς οὐδεὶς ἕτερος προάφικτο. καὶ ἦν ἰδεῖν πληρούμενον ἐν τούτοις ὑπ' ἐμοῦ γιγνομένοις ἐκεῖνο τὸ λόγιον· οἷς οὐκ ἀνηγγέλῃ περὶ αὐτοῦ ὄψονται καὶ τὰ ἑξῆς.
About this text
Gennadius of Constantinople, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Gennadius of Constantinople’s Fragmenta in epistulam ad Romanos — new OET from PG 85 Greek.
Witnesses
- Copy-text PG 85 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.