Homilia i in sanctum Longinum centurionem Unit 1 opening
Unit 1.
Lemma-led open — Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος
Greek
Homilia i in sanctum Longinum centurionem (homilia 19) [Dub.] Μαρτύριον τοῦ ἁγίου Λογγίνου τοῦ ἑκατοντάρχου, τοῦ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῶν σὺν αὐτῷ δύο στρατιωτῶν, συγγραφὲν παρὰ Ἡσυχίου πρεσβυτέρου Ἱεροσολύμων. 1 Πολλαὶ τῶν μαρτύρων αἱ γραφαί· καθάπερ γὰρ αἱ τῶν ζωγράφων εἰκόνες τινὰς μιμούμεναι τῶν πόλεων ὄψεις, καὶ μεγέθη πύργων, καὶ μορφὰς ἀνδρῶν καὶ γυναικῶν, ποτὲ μὲν νέας, ποτὲ δὲ πρεσβυτικάς, ποτὲ δὲ βασιλικάς, ποτὲ δὲ νυμφικάς, ποτὲ δὲ σκυθρωπάς, ποτὲ δὲ περιχαρεῖς δεικνύ ονται, οὕτω καὶ οἱ τῶν μαρτυρικῶν ἀγώνων τοὺς λόγους ἱστο ρήσαντες τὸ στερρὸν τῆς ψυχῆς, καὶ τῶν τρόπων τὸ ἀνδρεῖον, καὶ τὴν ἐν τοῖς δεινοῖς παράστασιν ἄφοβον καὶ εὔτολμον καὶ ἀκατάπληκτον, καὶ τὴν ἐκ θεοῦ συμμαχίαν πρὸς αὐτοὺς κα ταβαίνουσαν, ποτὲ μὲν τῷ πλήθει τῶν σημείων, ποτὲ δὲ τῷ πλού τῳ ἐν τοῖς λόγοις τῆς χάριτος ὁμολογουμένην, ταῖς ἀκοαῖς ἐμ φανίζουσιν. Λογγίνου δὲ ἄρα γραφὴν σοφοῦ τε καὶ ἀνδρείου, ἐξαι ρέτως τῆς ὑπὲρ τοῦ Χριστοῦ μαρτυρίας ἧς ἤρξατο ὁμολογήσας αὐτόν, πῶς ἐπαξίως ἱστορήσαιμι; 2 Ὅτε γὰρ τῷ φόβῳ συγχυθεὶς ἐξηρνήσατο αὐτὸν ὅλος ὁ χο ρὸς τῶν ἀποστόλων, χωλοὶ δὲ οὓς ἤγειρεν, τυφλοί τε οὓς ἐφώ τισεν, λεπροί τε μετὰ τούτων οὓς τῆς πολυστίκτου δορᾶς καὶ τῆς σαρκὸς τῶν μωμημάτων ἠλευθέρωσεν, καὶ ἄλλοι ὧν τὰς συμφορὰς ἔπαυσεν καὶ τὰς νόσους ἐχώνευσεν καὶ πρὸς τὸ κρεῖτ τον τὴν φύσιν μετεσκεύασεν, οὗτοι πάντες πρὸς τὸ δρᾶμα τοῦ σταυροῦ καταπλαγέντες χειμῶνος μεστὸν ναυάγιον ὑπέμειναν, ἡ ὁμολογία τοῦ θεοσεβοῦς ἑκατοντάρχου Λογγίνου ὑπῆρχεν εἰς τὰς ἀκοὰς τῆς λυκόφρονος συναγωγῆς τῶν Ἰουδαίων, ὅτε ἔλεγεν· «Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος». Οὔτε γὰρ Πιλᾶτον κατὰ τοῦ Χριστοῦ μεμισθωμένον ᾐσχύνετο, οὔτε μὴν φόβον τοσούτων δήμων ᾐδεῖτο ἢ ἐνάρκησε τὸ πλῆθος τῶν ἀπεί ρων μυριάδων ἐκείνων. Λεγέσθω τοιγαροῦν καὶ γραφέσθω ἡ καλλίστη ἄθλησις αὐτοῦ ἣν οἱ ἀπ' ἀρχῆς αὐτόπται διη γήσαντο καὶ τῇ μετὰ ταύτην γενεᾷ παρέδωκαν· ἀπ' ἐκείνης δὲ εἰς τὴν ἑξῆς καὶ οὕτω μέχρις ἡμῶν καταβάντες, οἱ τῆς Λογγί νου μαρτυρίας λόγοι ὡς μαργαρῖταί τινες ἄμωμοι τὸν ἱερὸν τοῦ Χριστοῦ νυμφῶνα κοσμοῦντες διεφυλάχθησαν. 3 Ὅτε τοίνυν κουστωδίαν αἰτηθεὶς ὁ Πιλᾶτος εἰς φυλακὴν τοῦ τάφου τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ ἔδωκεν, Λογγῖνος ἦν αὐ τῶν ἔξαρχος· αὐτὸς γὰρ ἦν καὶ τὸν σταυρὸν τοῦ Χριστοῦ φυλά ξας μετὰ τῶν ὑπ' αὐτοῦ στρατιωτῶν. Ἀλλὰ τοῦ Χριστοῦ πρα χθείσης τῆς ἀναστάσεως, ὥσπερ ἡμῖν αἱ τῶν θείων εὐαγγελί ων γραφαὶ παρέδωκαν, καὶ τῶν στρατιωτῶν ἀπαγγειλάντων τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις τῆς ἰουδαϊκῆς συμμορίας τὰ γενόμενα θαύματα, ἐκεῖνοι μὲν αἰσχυνθέντες τὸν λαὸν καὶ σβέ σαι τὸ θαῦμα βουλόμενοι ἀργύρια ἱκανὰ τοῖς στρατιώταις ἔ δωκαν, ὥστε συκοφαντῆσαι τὴν ἀνάστασιν τοῦ Χριστοῦ· οὕ τω δὲ καὶ τὸν Πιλᾶτον δέξασθαι τὴν συκοφαντίαν χρήμασι πολ λοῖς ἔπεισαν. Οὐ μὴν ὁ Λογγῖνος προκρίνει τὸν δόλον τῆς ἀλη θείας, οὐδὲ κατὰ τοῦ Χριστοῦ λαμβάνει χρυσόν, οὐδὲ τὸν μα μωνᾶν τοῦ θεοῦ προτιμῆσαι ὑπέμεινεν, οὐδὲ τῇ πλεονεξίᾳ δου λωθεὶς εἰς τὸν ταύτης βυθὸν τὸν πολυθάνατον ὤλισθεν, οὐ κατὰ Χριστοῦ συκοφαντίας τοῦ ψεύδους ἠνέσχετο, τοῦ τὸν Ἀδὰμ ἐγείραντος καὶ τὸν θάνατον σφάξαντος καὶ τοὺς θνητοὺς ζωώ σαντος. 4 Πρὸς ταῦτα ὁ Πιλᾶτος καὶ οἱ δυνάσται τῶν Ἰουδαίων κεν τούμενοι ἐζήτουν ἐπιβουλὴν κατὰ τοῦ μακαρίου Λογγίνου καὶ καιρὸν οὐκ εἶχον· ἦν γὰρ ὁ Λογγῖνος ὅλης τῆς στρατιωτικῆς φάλαγγος ἐπισημότερος. Ἐπειδὴ δὲ ἐβουλήθη ὅλως Χριστοῦ 1 γενέσθαι, ἀποδύεται τὴν ζώνην τοῦ Καίσαρος· καὶ λοιπὸν ἐν οἴκῳ κάθηται μετὰ τῶν δύο στρατιωτῶν, οἵτινες σὺν αὐτῷ καὶ τῆς μακαρίας ἐγένοντο ἀθλήσεως συγκληρονόμοι, κήρυκες γενό μενοι ὧν εἶδόν τε καὶ ἀκηκόασιν. Καὶ τὴν Ἰερουσαλὴμ καταλι πὼν ἀνέστρεψεν σὺν αὐτοῖς καὶ γίνεται τῇ Καππαδοκῶν χώρᾳ
About this text
Hesychius of Jerusalem, Homilia i in sanctum Longinum centurionem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Hesychius of Jerusalem’s Homilia i in sanctum Longinum centurionem — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.