Homilia i in sanctum Longinum centurionem · §u01-rem-early

Unit 1 rem early

Rem early: Unit 1; lemma and argument toward the thesis.

Greek

κῆρυξ, ὥσπερ Θωμᾶς τοῖς Ἰνδοῖς, Ῥωμαίοις δὲ Πέτρος, Ἀσιανοῖς δὲ Ἰωάννης, Παῦλος «ἀπὸ Ἰερουσαλὴμ καὶ μέχριτοῦ Ἰλλυρικοῦ», καὶ ἄλλος ἄλλοις, εὐαγγελιζόμενος τὸν Χρι στὸν καὶ τὰ παρ' αὐτοῦ καὶ ἐπ' αὐτῷ πεπραγμένα μυστήρια. 5 Ἰουδαῖοι δέ, καιόμενοι τῷ ζήλῳ καὶ τῷ θυμῷ κεντούμενοι, τὴν τοῦ Λογγίνου μαρτυρίαν, πολυμερῶς ἤδη τῆς γῆς διαδρα μοῦσαν, καρτερεῖν οὐκ ἠδύναντο. Τότε τὸν Πιλᾶτον πείθουσι ψευδῆ κατὰ Λογγίνου γράψαι τοῦ μακαρίου τῷ Καίσαρι, ὅτι τῆς Ῥωμαίων βασιλείας ἀλλότρια φρονεῖ καί, τῶν ὅπλων ἀμε λήσας, τὸν Χριστὸν κηρύττει βασιλέα τοῖς ἔθνεσιν· ἤδη δὲ τῶν περὶ τούτου λόγων τὴν ἑαυτοῦ πατρίδα καὶ χώραν ἐπλήρωσεν. Πρὸς τούτοις τοῖς γράμμασι συναποστέλλουσι χρήματα καὶ τὸν Λογγίνου θάνατον ἐξωνοῦνται, τὰς ἀκοὰς Καίσαρος ὑφαρπάσαν τες. Βασιλικὰ δὲ γράμματα εἰς τὴν Ἰουδαίαν τῷ Πιλάτῳ κο μίζεται κατὰ Λογγίνου καὶ τῶν σὺν αὐτῷ· οἵτινες ὡς τὰ τῶν ὅπλων ἀμελήσαντες ξίφει τὰς κεφαλὰς ἀποθέσθαι προστάττον ται. Σπουδῇ δὲ πολλῇ τοῖς τῶν φόνων ὑπηρέταις ὁ Πιλᾶτος ἐγχει ρίζει τὰ γράμματα τοῦ Καίσαρος. Οἱ δὲ τάχος διαβάντες τὴν τῶν Καππαδοκῶν γῆν φθάνουσιν καί, μαθόντες ἐν ἀγρῷ πατρῴῳ τὸν Λογγῖνον φιλοσοφεῖν καὶ τὴν ἡσυχίαν ἀσκεῖσθαι πάντων τῶν πολιτικῶν πραγμάτων ἑαυτὸν ἀπαλλάξαντα, τὸν ἀγρὸν αὐ τίκα καταλαμβάνουσιν ἡσυχῆ, τὸ ἐπίταγμα Πιλάτου καὶ Καί σαρος ἐπιτελέσαι βουλόμενοι, ὥστε μὴ εἰς φυγὴν τὸν Λογγῖ νον τραπῆναι. Ὅθεν ἀθρόον ἐπέστησαν τῷ ἀνδρί, ὡς ἐπ' ἄλ λῳ τινὶ διαβάντες, καὶ οὐδὲν οὐδενὶ τῶν μετὰ χεῖρας αὐτῶν ἐπι φερομένων ἐθάρρησαν. Εἶτα εἰσελθόντες καὶ τῷ Λογγίνῳ περι τυχόντες, οὐκ εἰδότες αὐτὸν εἶναι τὸν αὐτοῖς τε καὶ Πιλάτῳ ζητούμενον, ἄρχονται ἐρωτᾶν ποῦ ὁ Λογγῖνος εἴη. 6 Ὁ δέ, τοῦ θείου Πνεύματος αὐτῷ τὸ δρᾶμα προδηλώσαντος· «Ἀκολουθεῖτε», φησίν, «καὶ τοῦτον ὑποδείκνυμι ὑμῖν.» Τότε πρὸς ἑαυτὸν ὁ μακάριος, ὡς εἰκός, εὐφραινόμενος καὶ τοῦ μαρ τυρίου τὴν θυσίαν ἐπισπουδάζων ἔλεγεν· «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγα θά. Νῦν τοὺς οὐρανοὺς ἀνεῳγμένους ὄψομαι, νῦν ἱστορήσω τὴν δόξαν τοῦ Πατρός, νῦν τὴν ἀνέκφραστον ἀστραπὴν θεωρή σω τοῦ Πνεύματος. Νῦν ἐρῶ «Κύριε, Ἰησοῦ Χριστέ, δέξαι τὸ πνεῦμά μου», καθάπερ Στέφανος ὁ πρῶτος τῶν μαρτύρων, οὗ λαμπροτάτην φωνὴν ἀφιέντος ἀκήκοα. Νῦν Ἰερουσαλήμ, τὴν ἀνωτάτην χρυσόπυργον, τὴν αὐτὴν μὲν πατρίδα τῶν ἀγγέ λων, ὅλου δὲ τοῦ τῶν ἁγίων χοροῦ μητρόπολιν, μετὰ κρότων, ἐπινικίων καὶ βασιλικῶν τροπαίων ἐπιβήσομαι. Νῦν ἀποδύο μαι τὸν πήλινον χιτῶνα καὶ τοὺς πολυστενάκτους δεσμοὺς τῆς σαρκὸς ἀποτίθημι καὶ ἀπαλλάττομαι φθορᾶς· πρὸς ἀφθαρ σίαν γὰρ ἕλκομαι, ἕξω μοι βίον χειμῶνος ἀπηλλαγμένον ἐξιὼν ἐκ τοῦ προσκαίρου βίου, οὗ πολλὰ τὰ κύματα καὶ χαλεπὰ τὰ ναυάγια. Λιμὴν μόνος ἀθάνατος ἐκείνη ἡ ζωή, ἔνθα κατοικοῦ σιν οἱ ἅγιοι. Εὐφραίνου, ψυχή, πρὸς τὸν σὸν ποιητὴν ἀπερχο μένη, δεῖξον φαιδρὸν καιροῦ καλοῦντος τὸ πρόσωπον, καὶ τοὺς προξένους σοι τῶν τοσούτων ἀγαθῶν φιλοφρόνως ξενίσωμεν χαίροντες, καὶ πολυτελῆ παραθήσωμεν τράπεζαν τοῖς ἐπὶ τὸ δεῖπνον ἡμᾶς καλοῦσι τὸ βασιλικόν.» 7 Ταῦτα πρὸς ἑαυτὸν ὁ Λογγῖνος εἰπὼν τοὺς ἐπ' αὐτὸν ἐλθόν τας εἰς τὸν ἴδιον οἶκον παρέλαβεν καί, ξενίσας λαμπρῶς καὶ προσώπῳ φαιδρῷ καὶ σφόδρα περιχαρεῖ συμφαγὼν σὺν αὐτοῖς εἰς ἣν παρέθηκεν τράπεζαν, ἐρωτᾶν μετὰ τὸ δεῖπνον ἄρχεται τοῦ Λογγίνου τί χρῄζουσιν. Οἱ δέ, ὅρκους παρ' αὐτοῦ ἀπαι τήσαντες ὅτιπερ αὐτῶν οὐ 2 δημοσιεύει τὸν λόγον οὐδὲ γυμνοῖ τὸ θαρρηθὲν μυστήριον, τότε τὰ πρὸς Πιλᾶτον γραφέντα ἀπὸ Καίσαρος λέγουσιν καὶ ὅτι τοῦ Λογγίνου μεθ' ἑτέρων δύο τὴν κεφαλὴν ἀπήντησαν τεμεῖν. Ὁ δὲ καὶ οὗτοι τίνες εἶεν οἱ ἅμα τῷ Λογγίνῳ πυθόμενος, ἔγνω μαθὼν ὡς ἐκεῖνοί γε ἦσαν οἱ τῆς ἰουδαϊκῆς μισθαρνίας τὸν Χριστὸν προτιμήσαντες, καὶ σπουδῇ πολλῇ γράφει πρὸς αὐτοὺς τὸ τάχος ἥκειν πρὸς αὐτὸν ἀγαθῶν μεγάλων αὐτῷ κοινωνήσοντας. Ἡμέραν τε οὕτω μίαν καὶ δευ τέραν ξενίσας αὐτοὺς ὁ Λογγῖνος, τῇ τρίτῃ παραλαβὼν εἰς ἀγρόν, ἐκεῖ τοὺς παρ' αὐτοῦ μετασταλέντας ἀνέμενεν. Ἐγγὺς δὲ εἶναι μαθὼν ἀπαγγέλλει αὐτοῖς ὡς αὐτὸς εἴη ὁ Λογγῖνος, ὁ παρ' αὐτῶν ζητούμενος. 8 Οἱ δὲ πρότερον μὲν ἠπίστουν, μετὰ δὲ τοῦτο πεισθέντες ἐ δάκρυον, τίλλοντες τὰς ἑαυτῶν τρίχας καὶ οἰκτρὰς φωνὰς πρὸς τὸν Λογγῖνον φθεγγόμενοι· «Τί σοι τὸ ἐγχείρημα, ὦ φίλε, ἔδοξεν τοῦτο; Ἵνα τί τοὺς ἐπὶ τὸν σὸν ἐλθόντας φόνον εἰς τὸν οἶκόν σου ἔλαβες; Τίνος χάριν τοῖς εἰς σφαγήν σου παραγενο μένοις δεῖπνον

About this text

Hesychius of Jerusalem, Homilia i in sanctum Longinum centurionem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Hesychius of Jerusalem’s Homilia i in sanctum Longinum centurionem — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.