Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
ἐπετέλεσας καὶ παρέθηκας τράπεζαν, οὐ μίαν μόνον ἡμέραν, ἀλλὰ καὶ δευτέραν καὶ τρίτην; Ἆρά σου τὸν οἶ νον οὐχ ἑώρας ἐν τῷ αἵματί σου τῷ παρ' ἡμῶν ζητουμένῳ κιρ νώμενον; Νῦν μὲν τί δεῖ εἰπεῖν; Τί δὲ πρᾶξαι ἢ βουλεύσασθαι περὶ σοῦ δυνησόμεθα; Ἄπιθι, μισθὸν τῆς ξενίας λαβὼν τοῦ παρ' ἡ μῶν θανάτου τὴν ἄφεσιν· ἡμεῖς γὰρ ἐπιθεῖναί σοι τὸ ξίφος οὐ τολμῶμεν, ναρκῶμεν τοὺς ἅλας, ἐρυθριῶμεν τὴν τράπεζαν, δεδοίκαμεν τὸν θεόν, τὸν τῆς ξενίας ἔφορον. Κρεῖττον ἡμᾶς κινδυνεύειν παρὰ Πιλάτου τὴν Λογγίνου κεφαλὴν μεθοδεύον τας, οὐχὶ δὲ πάντα τὸν βίον ἡμῶν τῷ συνειδότι τήκεσθαι καὶ συνδειπνοῦντας ὁρᾶν τοὺς λεγομένους αἱμοχαρεῖς δαίμονας. Πῶς γὰρ ἡμῶν ἔσται δεῖπνον ἀγαθὸν ἐάν σοι τὰς χεῖρας ἐπε νέγκωμεν; Ναρκῶσιν γὰρ ἡμῶν οὐ μόνον αἱ χεῖρες, ἀλλὰ καὶ οἱ πόδες καὶ ἅπαν ἡμῶν τὸ σῶμα, ἐὰν τοῦτο πράξωμεν, ἐὰν φο νευταὶ τοῦ εὐεργέτου καὶ ξενοδόχου γενώμεθα.» 9 Ταῦτα μὲν αὐτοὶ πρὸς τὸν Λογγῖνον ἔλεγον. Οὐ μὴν δὲ ἔ πειθον τὸν πρόθυμον καὶ εὔψυχον ἀθλητὴν τὸν ἀγῶνα ὑπὲρ τοῦ κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ παραιτήσασθαι, ἀλλὰ πρὸς αὐτοὺς εὐθαρσῶς ἀποκρίνεται· «Μή με», λέγων, «προδότην τῆς ζωῆς ὀφθῆναι θελήσητε, μηδὲ πειραστὴν ἀποδειχθῆναι τῆς χάριτος. Μηδὲ λύκος τὴν τῶν προβάτων ἐκλογὴν ἀποδυσάμε νος γένωμαι· μηδαμῶς ἀρνήσωμαι ὃν ἅπαξ ὡμολόγησα. Μὴ ζημιωθῶ τὴν δόξαν ἐκείνην ἣν εἶδον τὰ στοιχεῖα σαλεύουσαν. Μή μου κατήγορος ὁ δῆμος τῆς κτίσεως γένηται, ὅτιπερ τοῦτον παρέβην δι' ὃν ὁ οὐρανὸς τὰς οἰκείας ὄψεις ἐκάλυψεν καὶ ἔδυσεν ὁ ἥλιος τὰ τῶν λαμπάδων ἅρματα, τὸ στάδιον αἱ ἡμέραι τοῦ φωτὸς παρῃτήσαντο, ἡ νὺξ πρὸς βίαν εἵλκετο· τοῦ σταυροῦ γὰρ τὸ βάρος οὐχ ὑφίστατο καὶ τῆς ἰουδαϊκῆς θεομαχίας παρῃ τεῖτο τὸ ἔγκλημα. Ταῦτα ἐγὼ τοῖς ὀφθαλμοῖς μου καὶ ταῖς οἰ κείαις ὄψεσιν ἱστόρησα. Πῶς τοίνυν σκορπίσω τοσούτων μοι ἀγαθῶν πλοῦτον; Οὐδὲ γὰρ ἀγγέλων τὰς μέμψεις ὑποστήσο μαι.» 10 Ἔτι δὲ λαλοῦντος ταῦτα τοῦ Λογγίνου, ἡ ξυνωρὶς τῶν σὺν αὐτῷ στρατιωτῶν, ἡ τὴν ἐπὶ θάνατον ψῆφον παρὰ Καίσα ρος λαχοῦσα, ἔφθασεν. Φαιδρῷ δὲ αὐτοῖς προσώπῳ καὶ περι χαρεῖ λίαν ὁ Λογγῖνος συνήντησεν καί, τοὺς ὀφθαλμοὺς ἅμα καὶ τὸν τράχηλον αὐτῶν καταφιλήσας, ἔφη πρὸς αὐτούς· «Χαί ρετε, ὦ συστρατιῶται Χριστοῦ καὶ νικηταὶ τῶν θείων ἀγώνων καὶ κληρονόμοι τῆς βασιλείας οὐρανῶν, χαίρετε ὅτι ἡ πύλη ἡμῖν πρὸς οὐρανὸν ἀνέῳγεν, ἄγγελοι τὰς ἡμετέρας ψυχὰς πα ραλαμβάνειν καὶ προσφέρειν τῷ μονογενεῖ Υἱῷ τοῦ θεοῦ μέλ λουσιν. Ἰδοὺ τὰς λαμπάδας ὁρῶ καὶ τοὺς στεφάνους κατο πτεύω καὶ τὰ βραβεῖα στοχάζομαι μεθ' ὧν τῷ τοῦ νυμφίου πα ραστησόμεθα βήματι.» Καὶ ταῦτα εἰπών, ἔφη τοῖς δημίοις· «Εἴ τι οὖν προσετάχθητε, τάχος ποιήσατε.» Καὶ πρὸς τὸν ἡ γούμενον τῆς οἰκίας αὐτοῦ ἔφησεν στολὴν καθαρὰν κομίσαι αὐ τῷ, ὡς ἐπὶ γάμον καὶ νυμφῶνα καλουμένῳ. 3 Ἐνδυσάμενος δὲ αὐτὴν καὶ τῇ χειρὶ δείξας τὸν λόφον, ἐν ᾧ τὸ μακάριον αὐτοῦ σῶμα διετάξατο τεθῆναι, οὕτω τε τὸ γόνυ κάμψας χαίρων λίαν, καὶ σχηματίσας ἑαυτὸν μετὰ τῶν σὺν αὐτῷ ἑταίρων τῶν τὸν νικηφόρον ἀγῶνα διανυσάντων, τὴν κεφαλὴν ἐκτέμνεται καὶ χο ροῖς ἀποστόλων τε καὶ μαρτύρων ἐγγράφονται· τούτων γὰρ τὴν ἀνδρείαν καὶ ἐκείνων τὸν καλὸν ζῆλον ἐπεδείξαντο. 11 Λαβόντες δὲ οἱ δήμιοι τὴν κεφαλὴν τοῦ ἁγίου Λογγίνου ταύτην προσφέρουσιν τῷ Πιλάτῳ· καὶ γὰρ πρὸς χάριν τῶν Ἰουδαίων καὶ περὶ ὧν ἔλαβεν χρημάτων τοῦτο πεποίηκεν. Ὡς δὲ ἤνεγκαν οἱ δήμιοι εἰς Ἰερουσαλὴμ τὴν κεφαλὴν τοῦ ἁγίου, προστάσσει ὁ Πιλᾶτος ἐπιδειχθῆναι αὐτὴν τοῖς Ἰουδαίοις, τοῖς διψῶσιν τὸν θάνατον Λογγίνου, καὶ πολλοῦ χρυσίου τὸ δρᾶμα πωλήσας τοῖς εἰωθόσι χρήμασιν ὠνεῖσθαι τὰ τῶν δικαίων αἵ ματα. Τότε ῥιφῆναι τὴν τιμίαν τῷ θεῷ καὶ φοβερὰν τοῖς δαί μοσι, τοῖς δὲ ἀγγέλοις ἐπέραστον καὶ στοιχείοις θαυμαζομένην κεφαλὴν τοῦ ἁγίου Λογγίνου προστάττει ὁ Πιλᾶτος ἔξω πρὸ τῆς πύλης τῆς πόλεως. Ἔκειτο τοίνυν πρὸ τῆς πύλης ὥσπερ τις θησαυρὸς ἄσυλος· κόπρου δὲ πλείστης οὔσης ἐκεῖσε, ἀβλαβὴς δι εφυλάχθη ὁ πολυτίμητος τοῦ Χριστοῦ μαργαρίτης, καὶ τάφος αὐ τῷ τέως μᾶλλον δὲ κιβωτὸς ἡ κόπρος ἦν, μακροθυμοῦντος τοῦ φιλανθρώπου θεοῦ καὶ ἐν τούτῳ οἰκονομίας χάριν. 12 Χήρα γάρ τις γυνὴ τῆς αὐτῆς τῶν Καππαδοκῶν χώρας, μονογενοῦς τέκνου μήτηρ, τοὺς ὀφθαλμοὺς τοῦ σώματος ἀπο βαλοῦσα, πίστει τὸ πάθος νικήσασα, μετὰ τοῦ μονογενοῦς τέκ νου τὴν Ἰερουσαλὴμ κατέλαβεν, ἐνθάδε προσδοκῶσα τῇ προσκυ νήσει τῶν ἁγίων τόπων τοὺς ὀφθαλμοὺς ἀπολαβεῖν. Ὡς οὖν χειραγωγουμένη ὑπὸ τοῦ ἰδίου τέκνου συνῆγεν τὸν χοῦν τῆς γῆς καὶ τοῖς ἰδίοις ὀφθαλμοῖς ἐσκέπτετο
About this text
Hesychius of Jerusalem, Homilia i in sanctum Longinum centurionem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Hesychius of Jerusalem’s Homilia i in sanctum Longinum centurionem — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.