Homilia i de sancta Maria deipara · §u01-rem-early

Unit 1 rem early

Rem early: Unit 1; lemma and argument toward the thesis.

Greek

γάλα καὶ τοὺς μασθοὺς ἀψηλαφήτους ἐφύλαξεν, ἐβάστασε παιδίον καὶ τοῦ παι δίου πατέρα οὐκ ἐγίνωσκεν, ἐγένετο μήτηρ καὶ οὐκ ἐγένετο νύμφη. Υἱὸς ἐτρέφετο καὶ πατὴρ οὐχ ηὑρίσκετο· ὁ ἀγρὸς ἐκαρποφόρει καὶ ὁ καρπὸς γεωργὸν οὐκ ἐκέκτητο, θέρος ἀπέδωκε καὶ σπόρον οὐκ ἐδέξατο· ποταμὸς ἔτρεχε καὶ ἡ πηγὴ πανταχόθεν ἐκέ κλειστο, εἰς ἔνδειξιν ὅτι καὶ μήτηρ ἐγένου καὶ τὰ μητέρων οὐκ ἔπαθες· ἔτεκες ὡς γυνὴ καὶ οὐκ ἐφθάρης ὡς γυνή· κατὰ νόμον ἐκυοφόρεις τῆς φύσεως, ἐπειδὴ τὸν τεταγμένον καιρὸν τῶν ὠδίνων ἀνέμενες· ἀλλὰ γὰρ καὶ συνέλαβες παρὰ νόμον τῆς φύσεως. Ἕτερός σε Πύλην κεκλεισμένην, ἐν ἀνατολαῖς δὲ κειμένην προσηγόρευσε καὶ τὸν βασιλέα, τῶν θυρῶν κεκλει σμένων, εἰσάγουσαν. Οὕτω δὴ καὶ ἐκφέρουσαν 1 Πύλην σε κέ κληκεν, ἐπειδὴ θύρα τοῦ παρόντος βίου τῷ μονογενεῖ γέγονας, Πύλην ἐν ἀνατολαῖς κειμένην, ἐπειδὴ «τὸ φῶς τὸ ἀληθινὸν τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον» ἐκ τῆς σῆς γαστρὸς καθάπερ ἔκ τινος παστάδος βασιλικῆς προέρχε ται. Σὺ τὸν βασιλέα, τῶν θυρῶν κεκλεισμένων, εἰσήγαγες, ἀλλὰ πάλιν ἐξήγαγες· οὔτε γὰρ συλλαμβανόμενος, οὔτε ὅλως τικτόμε νος ὁ βασιλεὺς τῆς δόξης τὰς θύρας τῆς σῆς μήτρας ἠνέῳξεν, οὔτε τῆς παρθενίας τοὺς συνδέσμους ἐχαύνωσεν. Σὲ «Κῆπον κεκλεισμένον» ὠνόμασε καὶ «Πηγὴν ἐσφραγισμένην» ὁ ἐκ σοῦ νυμφίος, προεῖπεν ἐν τοῖς Ἄσμασι «Κῆπον κεκλεισμένον», ἐπειδὴ σοῦ μὲν δρεπάνη φθορᾶς ἢ τρύγητος οὐχ ἥψατο, ἄνθος δὲ τὸ ἐκ τῆς ῥάβδου τοῦ Ἰεσσαὶ καθαρῶς τῷ γένει τῶν ἀν θρώπων καὶ καθαρῶς παρίστησιν, ὑπὸ μόνου γεωργηθέν σοι τοῦ καθαροῦ καὶ ἀκηράτου Πνεύματος· «Πηγὴν ἐσφραγισμέ νην», ὅτι ποταμὸς ζωῆς ἐκ σοῦ προελθὼν τὴν οἰκουμένην ἐ πλήρωσεν, ἀλλὰ κλάδος γαμικὸς τὴν σὴν πηγὴν οὐκ ἤντλησε. 3 Περὶ σοῦ ∆αυὶδ τὸν ἐκ σοῦ κιθαρίζων οὐ παύεται· «Ἀνά στηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιά σματός σου.» «Ἀνάστηθι»· Πόθεν; Ἐκ τῶν κόλπων τοῦ Πατρός, οὐχ ἵνα χωρισθῇς τοῦ Πατρός–τοῦτο γὰρ οὐ θέμις ἢ νοεῖσθαι ἢ λέγεσθαι–, ἵνα δὲ τὴν οἰκονομίαν πράξῃς ἥτις ἄνωθέν σοι πρὸ αἰώνων καὶ πρὸ τῶν γενεῶν προώριστο. «Ἀνά στηθι», ἵνα τοὺς πεσόντας ἐγείρῃς, ἵνα τοὺς σκελισθέντας ὀρ θώσῃς, ἵνα τὸ σὸν ἀναλάβῃς κτῆμα, παρὰ τοῦ ἐχθροῦ μέχρι τοῦ νῦν τυραννούμενον. «Ἀνάστηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου», ἣν ἐπὶ τῆς γῆς ὥρισας

About this text

Hesychius of Jerusalem, Homilia i de sancta Maria deipara (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Hesychius of Jerusalem’s Homilia i de sancta Maria deipara — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.