Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
δὲ καπικλαρίους ἀποκεφαλισθῆναι προσέ ταξεν, τοὺς δὲ στρατιώτας τοὺς παρεστηκότας αὐτῷ ἀπεδεκά τωσεν· καὶ κατὰ τῆς στρατιᾶς αὐτοῦ ἔβρυχεν καὶ ἐμαίνετο, ὡς οἰόμενος ἐπιβουλίαν τινὰ κατασκευάζεσθαι κατ' αὐτοῦ. Πρὸς δὲ τὸν ἅγιον Λογγῖνον εἶπεν· «Ὄμοσόν μοι κατὰ τῆς σωτηρίας τῶν θεῶν τοῦ μηκέτι λαλῆσαι ἢ ὀμόσαι ἐπὶ τῷ γεννηθέντι μηδὲ εἰπεῖν αὐτὸν βασιλέα, ὅπως τοῦτο ἐὰν ποιήσῃς διαφύγῃς τὰς βα σάνους καὶ τὰς τιμωρίας τὰς μενούσας σε.» Ὁ δὲ ἅγιος Λογγῖ νος εἶπεν πρὸς τὸν βασιλέα· «Μὰ τὴν δόξαν Ἰησοῦ Χριστοῦ τοῦ σῴζοντος τοὺς εἰς αὐτὸν πιστεύοντας, οὐ μὴ πείσῃς με ἀπ αρνήσασθαι τὸν θεόν μου· ἐπ' αὐτὸν γὰρ ἐλπίζων, οὐ φοβη θήσομαι τὰς βασάνους σου.» Ὁ δὲ Ἡρῴδης ἐκέλευσεν αὐτὸν μάστιξιν ἐτάζεσθαι. Ἦν δὲ ὁ ἅγιος αἰνῶν καὶ λέγων· «Κύριε, ὁ θεός, ὁ αἰώνιος βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, ὁ καθιζάνων βασιλεῖς ἐπὶ ἐδάφους καὶ ἀνυψῶν ἀπὸ γῆς πένητα, ὁ μόνος ἐλεήμων, αὐτὸς ἀπόστειλον τὸν ἄγ γελόν σου ἐνισχύοντά με.» 11 Ὁ δὲ Ἡρῴδης, ἑωρακὼς τὸν ἅγιον Λογγῖνον μὴ αἰσθό-μενον τῶν βασάνων, εἶπεν τοῖς μεγιστᾶσιν αὐτοῦ· «Ἀπαγα γόντες αὐτὸν εἰς τὴν φυλακήν, δήσατε αὐτὸν ἁλύσεσιν καὶ τι μωρήσαντες ἀγάγετέ μοι, ἵνα πολλῆς τιμῆς ἀξιώσω ὑμᾶς.» Οἱ δὲ παραλαβόντες τὸν ἅγιον Λογγῖνον ἤγαγον μετὰ πολλῆς λύ πης εἰς τὴν φυλακὴν καὶ ἐποίησαν αὐτῷ τὰ διατεταγμένα αὐ τοῖς. Ποιήσαντος δὲ αὐτοῦ ἡμέρας τρεῖς ἐν τῇ φρουρᾷ καὶ πολ λῆς ἀμηχανίας οὔσης τῷ Ἡρῴδῃ διὰ τὸν τεχθέντα βασιλέα, ηὔχετο ἐν τῇ νυκτὶ ὁ ἅγιος Λογγῖνος λέγων· «Κύριε, Ἰησοῦ Χριστέ, ἐξαπόστειλον τὸν ἄγγελόν σου, καὶ ἐρῦσαι τοὺς δούλους σου τοὺς τιμωρουμένους ἐνταῦθα.» Καὶ εὐξαμένου αὐτοῦ, σει σμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὸ δεσμωτήριον, καὶ φῶς περιέλαμψεν τῷ ἁγίῳ Λογγίνῳ καὶ φωνὴ ἠκούσθη λέγουσα πρὸς αὐτόν· «Ἀνάστα ἐν τάχει· οὐ γάρ ἐστιν νῦν καιρὸς τελει ῶσαί σε τὴν μαρτυρίαν.» 12 Καὶ εὐθέως πάντων τὰ δεσμὰ ἐξέπεσαν καὶ ἀνεῴγη τὸ δεσμωτήριον καὶ ἐξῆλθον ἄνδρες ὡσεὶ χίλιοι καὶ ἔφυγον ἐκ τῆς πόλεως· καὶ θόρυβος ἐγένετο μέγας ἐν τῇ πόλει. Καὶ ἤκουσεν ὁ βασιλεὺς τὰ γενόμενα ἐν τῷ δεσμωτηρίῳ· καὶ ἐλθὼν ἐπὶ τὸν τόπον καὶ μὴ εὑρὼν τὸν ἅγιον Λογγῖνον ἐκεῖ, διηπόρει τί ἄρα ἐγένετο. Ὁ δὲ ἅγιος Λογγῖνος ἦν διακινῶν ἐν τῇ πόλει καὶ οὐ δεὶς ἠδύνατο ἰδεῖν, ὅτι ἠμαυρώθησαν αὐτῶν οἱ ὀφθαλμοί. Ὁ δὲ Ἡρῴδης ἐζήτει αὐτόν· καὶ ἦν θόρυβος μέγας καὶ ἦχος πο λὺς ἐν τῇ πόλει καὶ ἐλάλησαν κατὰ τῶν εὐσεβούντων. Ὁ δὲ Ἡρῴδης ὑπομνήματα κατέπεμψε τοῖς ἔθνεσιν, ὥστε δέσμιον τὸν ἅγιον Λογγῖνον ἀγαγεῖν, νομίζων ἐκ τῆς πόλεως ἐκπεφευ γότα αὐτὸν εἶναι τὸν δοῦλον τοῦ θεοῦ· ἀορασίᾳ γὰρ πληγεὶς κατέκειτο καὶ οὕτως «σκωληκόβρωτος γενόμενος ὁ Ἡρῴδης ἐξέψυξεν». 3 13 Καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ Ἀρχέλαος ὁ υἱὸς Ἡρῴδου τὴν προσωνυμίαν ἔχων τοῦ πατρός. Ἦν δὲ ὁ ἅγιος Λογγῖνος ἐν τῇ ἁγίᾳ πόλει ἀπεκδεχόμενος τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ. Τελευτήσαντος δὲ τοῦ Ἀρχελάου, ἐβασίλευσεν Ἡρῴδης, ὁ ἀδελφὸς Φιλίππου, τῆς Ἰουδαίας καὶ Γαλιλαίας. Καὶ ἐδέχθη Λογγῖνος ἐπὶ τὴν ἰδίαν τάξιν· καὶ ἦν θεωρῶν τὰ μεγαλεῖα τοῦ θεοῦ καὶ τὰ θαύματα τὰ γινόμενα κατὰ πᾶσαν ἡμέραν ὑπὸ τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἕως ὅτε ἐν ἔτει πεντεκαι δεκάτῳ τῆς βασιλείας Τιβερίου Καίσαρος βασιλέως Ῥωμαίων καὶ Ἡρῴδου τοῦ ἀδελφοῦ Φιλίππου διὰ Ἡρῳδιάδα ἀποτεμόντος τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ, ὃς καὶ αὐτὸς κακιγ κάκως ἀποδώσας τὸ πνεῦμα ἐξέψυξεν. Καὶ βασιλεύει Ἡρῴδης υἱὸς Ἡρῴδου, ἀδελφὸς Ἀρχελάου, ἀντὶ Ἡρῴδου τοῦ ἀδελφοῦ Φιλίππου, τῆς Γαλιλαίας· ἐν ἔτει δὲ εἰκοστῷ πέμπτῳ τῆς ἀρχῆς αὐτοῦ, τῇ πρὸ ὀκτὼ καλανδῶν Ἀπριλίου, ἥτις ἐστὶν εἰκὰς πέμπτη Μαρτίου, ἐν ὑπατείᾳ Ῥούφου καὶ Ῥουβελλίωνος, ἐν τῷ τετάρτῳἔτει τῆς δευτέρας ὀλυμπιάδος, ἐπὶ ἀρχιερέως τῶν Ἰουδαίων Ἰωσίππου καὶ Καϊάφα, τῶν καὶ παραδεδωκότων τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τῷ Πιλάτῳ εἰς τὸ σταυρωθῆναι. 14 Γνοὺς δὲ ὁ Πιλᾶτος ὅτι Γαλιλαῖός ἐστιν καὶ ὑπὸ τὴν ἐ ξουσίαν Ἡρῴδου, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα ἐν Ἱεροσολύμοις. Ὃς καὶ «ἐμπαίξας αὐτῷ» καὶ ἐξουθενήσας «περιέ βαλεν αὐτῷ ἐσθῆτα λαμπρὰ<ν> καὶ ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ». Ὁ δὲ «συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχον τας» διεκρίνετο πρὸς αὐτοὺς ὅτι «ἀνεύθυνον ὄντα τὸν ἄνθρωπον τοῦτον προσηγάγετέ μοι». Οἱ δὲ πάντες αὐτὸν παρέδωκαν εἰς τὸ σταυρωθῆναι, οἳ καὶ ἐσταύρωσαν «τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου», προσηλώσαντες αὐτὸν τῷ ξύλῳ· ἦν γὰρ ὁ Πι λᾶτος παραδεδωκὼς αὐτὸν τοῖς στρατιώταις, ἐπέστησεν δὲ αὐ τοῖς τὸν ἑκατόνταρχον
About this text
Hesychius of Jerusalem, Homilia ii in sanctum Longinum centurionem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Hesychius of Jerusalem’s Homilia ii in sanctum Longinum centurionem — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.