Homilia ii in sanctum Longinum centurionem · §u01-rem-close

Unit 1 rem close

Rem CLOSEOUT: Unit 1 CLOSEOUT.

Greek

Λογγῖνον, τὸν μετονομασθέντα ἐν τῇ στρατιᾷ Πριμιανόν. Ἦν δὲ ὁ ἅγιος Λογγῖνος μετὰ τῶν στρα τιωτῶν φυλάττων τὸν ἐπὶ τοῦ σταυροῦ ἀνελθόντα Χριστόν. 15 «Ἀπὸ δὲ ἕκτης ὥρας ἕως ὥρας ἐνάτης σκότος ἐγένετο ἐν πάσῃ τῇ γῇ.» Παριστάμενος δὲ ὁ ἑκατόνταρχος ὡς περὶ τὴν ἐνάτην ὥραν φυλάττων τὸν σταυρόν, ἐθεάσατο φῶς μέγα περὶ αὐτόν, σκότος δὲ ἦν ἐν πάσῃ τῇ γῇ. Εἶδεν δὲ καὶ ἀγγέλων πλῆθος παρισταμένων τῷ σταυρῷ καὶ σαλευομένην πᾶσαν τὴν γῆν, καὶ «τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη», καὶ εἶδεν τὸ πρόσωπον τοῦ κυρίου ὡς ἀστραπήν. Καὶ προτοῦ τὸ πνεῦμα ἀποδῷ, ἐνεθυμεῖτο ἐν τῇ καρδίᾳ αὐτοῦ ὁ ἅγιος Λογγῖνος λέ γων ὅτι «ἀληθῶς οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ καὶ λυτρωτὴς παντὸς τοῦ κόσμου.» Καὶ ταῦτα ἐνθυμούμενος ἔπεσεν ἐπὶ πρόσ ωπον πρὸς τοὺς πόδας τοῦ κυρίου· ἔκστασις δὲ ἐπῆλθεν τοῖς στρατιώταις καὶ εἰς ὕπνον ἐτράπησαν. Ὁ δὲ ἅγιος Λογγῖνος ἔκραξεν φωνῇ μεγάλῃ, λέγων· «Κύριε, Ἰησοῦ Χριστέ, υἱὲ τοῦ θεοῦ τοῦ ζῶντος, ἐλέησόν με· ἐπίστευσα γὰρ ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, ὁ σωτὴρ τοῦ κόσμου.» Εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς· «Ἄνθρωπε, σήμερον γεγέννησαι καὶ τὸ μνημόσυνόν σου λαλη θήσεται μέχρι τῶν ἐσχάτων ἡμερῶν.» 16 Καὶ ταῦτα ἀκούσας ὁ ἅγιος Λογγῖνος εἶπεν τῷ Ἰησοῦ· «Κύριε, πορεύομαι ἐκ τῆς πόλεως ταύτης διὰ τὴν ἀπειλὴν τῶν μεγιστάνων.» Εἶπεν δὲ αὐτῷ Ἰησοῦς· «Ἐν τῷ μετώπῳ σου ποίησον τὸν τύπον τοῦ σταυροῦ, ὅτι τῷ αἵματί σου σὲ βαπτίσω, καὶ πορεύου.» Μετὰ δὲ τὸ ποιῆσαι τὸν σταυρόν, ἦν ὁ ἑκατόν ταρχος φυλάττων μετὰ τῶν στρατιωτῶν τὸν τίμιον σταυρόν· παριστάμενος δὲ «περὶ τὴν ἐνάτην ὥραν» κράξαντος τοῦ Ἰησοῦ «φωνῇ μεγάλῃ· Ελωι, ελωι, τουτέστιν· θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπας;», «ἀφῆκεν τὸ πνεῦμα». Καὶ ἰδοὺ βρον τὴ μεγάλη ἐγένετο, καὶ ἡ γῆ ἐσείσθη, καὶ ἐσκοτίσθη ὁ ἥλιος ἀπὸ ὥρας ἕκτης ἕως ὥρας ἐνάτης, καὶ οἱ ἀστέρες τοῦ οὐρα νοῦ ἔφαναν τὸ φέγγος αὐτῶν, καὶ «αἱ πέτραι ἐσχίσθησαν καὶ τὰ μνημεῖα 4 ἠνεῴχθησαν», καὶ «τὸ καταπέτασμα τοῦ ναοῦ ἐ σχίσθη ἀπὸ ἄνωθεν ἕως κάτω εἰς δύο», καὶ «πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη». 17 Ὁ δὲ ἑκατόνταρχος Πριμιανός, ὁ καὶ Λογγῖνος, ὁ παρε στηκὼς τῷ σταυρῷ, ἐδόξασεν τὸν θεὸν ἐπὶ πᾶσιν τοῖς γενομέ νοις θαύμασιν καὶ εἶπεν· «Ἀληθῶς θεοῦ υἱός ἐστιν οὗτος καὶ λυτρωτὴς τοῦ κόσμου». «Καὶ πάντες οἱ παραγινόμενοι ὄ χλοι ἐπὶ τὴν θεωρίαν ταύτην, ἰδόντες τὰ γενόμενα, τύπτοντες τὰ πρόσωπα ἑαυτῶν ὑπέστρεφον.» Ὁ δὲ κεντυρίων Λογγῖνος, ὁ καὶ πιστευθεὶς τὸν σταυρόν, ἀνήγαγεν τῷ ἡγεμόνι περὶ τῶν γε γενημένων θαυμάτων. Καὶ καταλιπὼν πάντα ἐκεῖ, ἦλθεν εἰς τὴν ἰδίαν πατρίδα, ἐν τῇ Καππαδοκίᾳ τῇ δευτέρᾳ, ἐγγὺς Τυά νων, εἰς χωρίον καλούμενον Ἀνδραλές, τὸ ἐπιλεγόμενον ἑβραϊ στὶ Γαβραλές, καὶ ἤλλαξεν τὰ περιβόλαια αὐτοῦ, καὶ ἦν ποιμαί νων τὰ πρόβατα. ∆ιαναγνοὺς δὲ τὰ σκρίνια, ὁ Ἡρῴδης ηὗρεν τὸν ἅγιον Λογγῖνον παρασαλεύοντα τὸ βασίλειον καὶ ἀναστα τοῦντα ἐπὶ τοῦ πατρὸς αὐτοῦ καὶ λέγοντα πᾶσι χριστιανοὺς γε νέσθαι. 18 Καὶ μαθὼν παρὰ τοῦ ἐπάρχου Λουκίου τὸ ἀκριβὲς καὶ τὰ τῆς ὁμολογίας τοῦ ἑκατοντάρχου καὶ τὰ τῆς ὑπομονῆς, διωγ μὸν ἤγειρεν κατὰ τῶν χριστιανῶν· καὶ ἐζητεῖτο ὁ ἅγιος Λογ γῖνος ὑπὸ τῶν εἰδωλολατρῶν. Τοῦ δὲ ἁγίου Λογγίνου ἐλθόντος ἐν τῇ χώρᾳ τῇ ἰδίᾳ, ἐγένετο ἐν ταῖς ἡμέραις ἐκείναις λεηλασία κατὰ πάντων τῶν εὐσεβούντων, καὶ ἀπέστειλεν ὁ βασιλεὺς τρεῖς πρίγκιπας μετὰ δυνάμεως πολλῆς ἀναζητῆσαι τὸν ἅγιον Λογ γῖνον. Προσκαλεσάμενος δὲ ὁ Ἡρῴδης τοὺς τρεῖς πρίγκιπας καὶ τοὺς στρατιώτας, ἐντολὰς ἔδωκεν αὐτοῖς λέγων οὕτως ὅτι «Ἐὰν μὴ ἐνέγκητέ μοι τὴν κεφαλὴν Λογγίνου τοῦ ἑκατοντάρχου, καὶ ὑμῶν αἱ κεφαλαὶ ξίφεσιν ἀποτέμνονται.» Ταύτας οὖν λα βόντες τὰς ἐντολὰς ἐπορεύοντο εἰς τὴν ἐπιζήτησιν λυπούμενοι σφόδρα· ἀπὸ γὰρ Ἀντιοχείας καὶ μέχρι Ῥώμης καὶ τοῦ Ἰλλυρικοῦ περιελθόντες, οὐχ εὕρισκον αὐτόν. 19 Ὀδυρόμενοι δὲ καὶ ὑποστρέψαντες ἐπὶ τὴν Καππαδο κίαν περιεπάτουν καὶ ἐλθόντες ἐγγὺς Τυάνων ἐζήτουν τὸν ἅγιον Λογγῖνον· ἐλθόντες δὲ ἐν τῇ κώμῃ Ἀνδραλεσῶν, ἐπυνθάνοντο παρὰ τῶν ἐκεῖσε καὶ οὐδεὶς ἀπόκρισιν ἐδίδου περὶ αὐτοῦ· ἠγά πησαν γὰρ αὐτὸν σφόδρα. Καὶ μὴ τυχόντες ἀποκρίσεως οἱ στρα τιῶται ἐξῆλθον ἐκ τῆς κώμης ἐν λύπῃ μεγάλῃ. Ἦν δὲ ὁ ἅγιος Λογγῖνος ἔγγιστα τῆς ὁδοῦ νέμων πρόβατα δι' ἧς διώδευον οἱ ἀπεσταλμένοι· καὶ ἦν καθεζόμενος ἐν τῇ ὁδῷ ὁ ἅγιος Λογγῖ νος. Ἰδὼν δὲ αὐτοὺς πόρρωθεν ἐρχομένους ἐπέγνω καὶ ἀνέστη· ἐλθόντων δὲ

About this text

Hesychius of Jerusalem, Homilia ii in sanctum Longinum centurionem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Hesychius of Jerusalem’s Homilia ii in sanctum Longinum centurionem — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.