Homilia ii in sanctum Longinum centurionem · §u02-rem-close

Unit 2 rem close

Rem CLOSEOUT: Unit 2 CLOSEOUT. SERIES CLOSEOUT.

Greek

τῇ κώμῃ, εὐθέως δὲ ἦλθεν ὁ ἄγγελος παραμυθούμενος αὐτήν· καὶ ἐμάνθανον τί ἐστιν τὸ συμβάν. Ἡ δὲ ἀνήγγειλεν αὐτοῖς πάντα, οἱ δὲ ἀκούσαντες ἐπορεύθησαν πρὸς τὸν ἐπίσκοπον Τυάνων καὶ ἀνήγγειλαν αὐτῷ τὰ γεγονότα. Εὐθέως δὲ ὁ ἐπίσκοπος Παφνούτιος, παραλαβὼν εὐσεβεῖς ἄνδρας, ἦλθεν ἐν ᾧ ἦν τόπῳ ὁ νεανίσκος τετελευτηκώς, καὶ ἐπέτρεψεν κληθῆναι τὴν μητέρα αὐτοῦ. Ἐλθούσης δὲ αὐτῆς, εἶπεν πρὸς αὐτὴν ὁ ἐπίσκοπος· «Μὴ κλαῖε ἐπὶ τούτῳ· αὐτὸς γάρ, τὴν οὐράνιον βασιλείαν κεκτημένος, πολὺ πρεσβεύει ὑπὲρ ἡμῶν. Ἀγαλλιασώμεθα οὖν μᾶλλον καὶ μὴ ὦμεν σκυθρωποί.» Ταῦτα δὲ εἰπών, προσέταξεν ἀρθῆναι τὸ σῶμα τοῦ νεανίσκου καὶ ἀποτεθῆναι σὺν τῷ ἁγίῳ Λογγίνῳ, καὶ προσεκόμισαν τῷ ἐπουρανίῳ θεῷ θυσίαν δεκτήν. Ἡ δὲ εὐσεβὴς γυνὴ ἐγένετο διάκονος καὶ λειτουργὸς τῆς ἐνδόξου πίστεως· προσκομίσας δὲ καὶ πολλὰ παραινέσας, ἀπῄει ἐν τῇ πόλει ὁ ἐπίσκοπος. 29 Ὀψίας δὲ γενομένης καὶ τῆς νυκτὸς ἐπελθούσης, ὥρας οὔσης τετάρτης τῆς νυκτός, ἐφάνη αὐτῇ ὁ ἅγιος Λογγῖνος λέγων· «Ἵνα τί βλασφημεῖς με;» Ἡ δέ, φοβηθεῖσα καὶ ἔντρομος γενομένη, εἶπεν· «Τίς εἶ, κύριε;» Ὁ δὲ εἶπεν· «Ἐγώ εἰμι 7 Λογγῖνος ὁ τὸν υἱόν σου στρατεύσας.» Ἡ δὲ Χρηστὴ ἀναπολήσασα περὶ τοῦ υἱοῦ αὐτῆς, βοῶσα ἔλεγεν· «Κύριε, εἰ ἐστράτευσας, οὐκ ἂν ἀπέκτεινας αὐτόν.» Ὁ δὲ πιστότατος Λογγῖνος εἶπεν πρὸς αὐτήν· «Ἴδε καὶ νῦν βλασφημίας λαλεῖς. Ἀλλ' ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς οἰκίας σου, καὶ ὄψει τὸν υἱόν σου ὅτι ἐστράτευται.» Ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτῆς, ἐξέβαλεν αὐτὴν ἔξω καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ φῶς μέγα ἐν τῇ νυκτί· ἀναβλέψασα δέ, εἶδεν ὡς ἐν ἐκστάσει τὸν οὐράνιον βασιλέα καὶ τὸν υἱὸν αὐτῆς προπορευόμενον. Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν αὐτῇ· «Κἂν νῦν ἑώρακας τὸν υἱόν σου, ὅτι ἐστράτευται, πεπίστευκας νῦν;» Ἡ δὲ εἶπεν· «Ναί, κύριε, ἀρκετόν μοι ἃ δὴ ἐλάλησα κατὰ σοῦ, δέσποτα.» Καὶ εὐθέως ἀφανὴς ἐγένετο. 30 Αὐτὴ δὲ ἦν σχολάζουσα νυκτὸς καὶ ἡμέρας ἐν τῷ ἁγίῳ οἴκῳ, προσευχαῖς καὶ ὕμνοις καὶ ἐλεημοσύναις διατελοῦσα, ὁμοίως δὲ καὶ ἰάσεις ποιοῦσα <διὰ> ἐπικλήσεως τοῦ Χριστοῦ καὶ τοῦ ἁγίου μάρτυρος, δοξάζουσα τὸν θεὸν ἐν ταῖς ἡμέραις αὐτῆς ἐπὶ πᾶσι τοῖς ἀγαθοῖς τοῖς συμβεβηκόσιν αὐτῇ. Ἐτελεύτησεν δὲ ἐν ταῖς ἡμέραις Παφνουτίου ἐπισκόπου· καὶ κατέθεντο αὐτὴν πλησίον τοῦ ἁγίου Λογγίνου ἐν τῷ αὐτῷ οἴκῳ <.....> τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 8

About this text

Hesychius of Jerusalem, Homilia ii in sanctum Longinum centurionem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Hesychius of Jerusalem’s Homilia ii in sanctum Longinum centurionem — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.