Unit 2 rem mid
Rem mid: Unit 2; lemma continues; reading with the letter.
Greek
ἀνεῳγ μένον, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι κυκλόθεν. Εἰσελθὼν δὲ ὁ νεανίσκος ἐν τῷ μνημείῳ σὺν μύροις καὶ ἀρώμασιν παρέθηκεν τῷ σώματι τὴν κεφαλήν, καὶ συμβιωθεῖσα γέγονεν καθὼς πρὸ τοῦ ἀποτμηθῆναι. Ἐξελθόντος δὲ αὐτοῦ ἀπὸ τοῦ μνημείου, παραχρῆμα ἠσφαλίσθη ὁ τόπος αὐτομάτως. Αὐτοὶ δὲ ὑπέστρεψαν εἰς τὴν οἰκίαν, χαίροντες καὶ δοξάζοντες τὸν θεόν. 26 Ἐν δὲ τῇ δευτέρᾳ νυκτί, ἐφάνη τῇ Χρηστῇ ὁ ἅγιος Λογ γῖνος, λέγων· «Ἀναπέπαυμαι νῦν, ὅτι παρέσχες μοι τὴν κεφα λήν, καὶ σὺ ἰαθήσῃ ἀπὸ τῆς ἡμέρας ταύτης. Ἐρωτῶ δὲ τοῦτο· τὸν υἱόν σου στρατεύσω ἐν τῇ ἐπουρανίῳ στρατιᾷ, ἢ ἐν τῇ ἐπι γείῳ;» Ἡ δὲ μετὰ φόβου ἀποκριθεῖσα εἶπεν· «∆έομαί σου, ἐν τῇ ἐπουρανίῳ στρατιᾷ αὐτὸν στράτευσον.» Ἀκούσας δὲ ταῦ τα, ἀπέστη ἀπ' αὐτῆς. Ἐν δὲ τῇ ἐπιούσῃ ἡμέρᾳ, ὁ νεανίσκος ἐπορεύθη ἐν τῷ ἀμπελῶνι πρὸς ἐπιμέλειαν τῆς ἀμπέλου. Ἐρ γαζομένου δὲ αὐτοῦ μέχρις ὥρας πέμπτης, ἐφάνη αὐτῷ ὁ ἅγιος Λογγῖνος καὶ εἶπεν· «Νεανίσκε Χρηστίων, θέλεις στρατεύσα σθαι κατὰ τὸ ὄνομά σου εἰς Χριστόν;» Ὁ δὲ ἀναβλέψας εἶδεν αὐτὸν ὡς ἀστραπὴν καὶ εἶπεν αὐτῷ· «Τίς εἶ, κύριε, ὁ στρατεῦ σαί με βουλόμενος;» Ὁ δὲ εἶπεν· «Ἐγώ εἰμι Λογγῖνος, ὁ διὰ τῆς μητρός σου δωρηθεὶς τὴν κεφαλήν, ἀλλ' ὥσπερ αὐτὴ ἐκόμισέν μου τὴν κεφαλήν, οὕτως κἀγὼ βούλομαί σε τῷ θεῷ προσκομίσαι.» Καὶ ὁ Χρηστίων εἶπεν πρὸς αὐτόν· «Εἰ ταῦτα οὕτως ἔχει, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.» Καὶ παραχρῆ μα ἀπέδωκεν τὸ πνεῦμα ὁ νεανίσκος. 27 Ἡ δὲ τούτου μήτηρ, κατὰ τὴν συνειθισμένην ὥραν ταῖς διελθούσαις ἡμέραις λαβοῦσα τὴν τοῦ ἀρίστου τροφήν, ἐπορεύ ετο πρὸς τὸν υἱὸν αὐτῆς ἐν τῷ ἀμπελῶνι· καὶ ἐλθοῦσα εὗρεν αὐτὸν τετελευτηκότα. Θεασαμένη δὲ τοῦτο, ἔπεσεν ἐπὶ πρόσ ωπον ἐπὶ τὴν γῆν· ὀλιγοψυχήσασα δὲ καὶ τὸν χιτῶνα διαρρή ξασα, ἔκειτο ὡσεὶ νεκρά. Καὶ ἐλθὼν ὁ ἄγγελος ἐνίσχυσεν αὐ τήν· εἶπεν δὲ αὐτῇ· «Τί κλαίεις;» Ἡ δὲ εἶπεν· «Ἀπώλετο ὁ υἱός μου, ὁ μονογενὴς ὑπάρχων μοι, ἐτρυγήθη ὁ καρπὸς τῆς κοιλίας μου ἄωρος.» Εἶπεν δὲ αὐτῇ ὁ ἄγγελος· «Μὴ πλα νῶ, γυνή, μηδὲ κλαῖε ἐπὶ τούτῳ· αὐτὸς γὰρ οὐκ ἐτρυγήθη, οὐ δὲ ἀπώλετο, ἀλλ' ἔστιν ἐν τοῖς κόλποις Ἰησοῦ Χριστοῦ. Πορεύθητι οὖν ἐν τῇ κώμῃ, καὶ κάλεσον ἄνδρας εὐλαβεῖς, καὶ ἐλθόντες βαστάσουσιν τὸ σῶμα τοῦ υἱοῦ σου· καὶ θάψωσιν αὐτὸν ἐν τῷ μνήματι ἐν ᾧ κατάκειται ὁ πιστότατος Λογγῖνος, καὶ μετὰ τρεῖς ἡμέρας τὸν υἱόν σου ἐν τῇ στρατιᾷ τῇ ἐπουρανίᾳ βλέπεις.» 28 Ταῦτα δὲ εἰπὼν ὁ ἄγγελος ἀφανὴς ἐγένετο· αὐτὴ δὲ ἀναστᾶσα ἀπήρχετο ἐν
About this text
Hesychius of Jerusalem, Homilia ii in sanctum Longinum centurionem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Hesychius of Jerusalem’s Homilia ii in sanctum Longinum centurionem — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.