Homilia ii de sancta Maria deipara · §u01-rem-early

Unit 1 rem early

Rem early: Unit 1; lemma and argument toward the thesis.

Greek

πράγματα. Θαύμαζε οὖν σὺν ἐμοὶ τὸ μυστήριον καὶ ἀνενδοιάστως δέχου τὰ εὐαγγέλια.» Ἡ δέ φησιν· «Ἰδοὺ ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.» Τοῖς ἀρχαγγελικοῖς τοίνυν καὶ ἡμεῖς μαθητεύσωμεν λόγοις τοῦ Γα βριὴλ περὶ τῆς δεσποτικῆς γεννήσεως, ταῖς ἐκείνου τρίβοις κα τόπιν ὁδεύσωμεν, ὡς ἐκεῖνος ἐκθειάζωμεν ἀπεριέργως τοῦ τό κου τὴν δύναμιν. 1 4 Παρὰ τῶν Μάγων εὐσεβεῖν διδαχθῶμεν, μᾶλλον δὲ παιδευ θῶμεν, οἵτινες ζητοῦντες τὸ βρέφος, ποδηγοῦντος ἀστέρος, οὐκ εἶπαν πρὸς τοὺς ἐρωτωμένους· «Πῶς ἡ σύλληψις θεία, πῶς ἄσπο ρος ἡ νηδύς, πῶς ἄφθορος ὁ τόκος, πῶς μετὰ τὸν τόκον ἐν παρθέ νοις ἡ μήτηρ, πῶς ὑπὸ ἐνιαυτοὺς ὁ προών, πῶς ἐν χρόνοις ὁ πρὸ τῶν αἰώνων, πῶς ἡ τῆς μήτρας τὸν ἀχώρητον ἐχώρησε φύσις, πῶς γέγονε σὰρξ μὴ τραπεὶς ὁ ἀσώματος, πῶς ὁ θεὸς Λόγος ἐν τῇ παρθενικῇ κενώσας ἑαυτὸν νηδύϊ πανεύφημος πρὸς δούλου μορφὴν ἀρρήτως ἐξ αὐτῆς ἐσαρκώθη, πῶς ὁ τέλειος βρέφος, πῶς ὁ τρέφων θηλάζει, πῶς ὁ πάντα περιέπων ἀγκάλαις περιέχεται, πῶς "ὁ τοῦ μέλλοντος αἰῶνος πατὴρ" νήπιον, πῶς ὁ ἄνω καὶ κάτω, πῶς ὁ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς, πῶς ἐν σπαργάνοις ὁ τῶν χερουβικῶν ἁρμάτων ἡνίοχος, πῶς "ὁ ἐν κόλποις τοῦ Πατρὸς" ἐν φάτνῃ, πῶς ἐν σπαργάνοις "ὁ ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ" καὶ τὰ ἄλλα πάντα ἅπερ καὶ λαλεῖν φρικτόν;» Ἀλλὰ μετὰ δώρων σιγῇ καταλαβόντες τὸ σπήλαιον, μετὰ τὴν ἐρώτησιν τῷ βασιλεῖ καὶ θεῷ πρεπῶδες προσκομίσαντες σέβας, πρὸς τὴν ἐνεγκαμένην μετὰ χαρᾶς ἦσαν φιλυπόστροφοι, ἀπαρχὴ θεο γνωσίας ἀναδειχθέντες τοῖς ἔθνεσιν. 5 Οὓς τὰ μὲν ἔθνη ἐζήλωσαν· Ἰουδαῖοι δὲ ἀκαμπεῖς, μᾶλλον δὲ σκληροτράχηλοι ὄντες, οὐδὲ τὸν «ἥλιον τῆς δικαιοσύνης» ἐν τοῖς οἰκείοις τόποις φανέντα πρὸς ἐπίγνωσιν ἐσπούδασαν μιμήσασθαι τοὺς ὑπὸ ἀστέρος μακρόθεν ὁδηγηθέντας. Ἐγὼ δέ, ἀγαπητοί, πρὸς τὸ πρόθυμον ὑμῶν τῆς ἀκροάσεως τῶν θείων λογίων ὁρῶν καὶ τὸ περὶ τοὺς ἐξηγουμένους φιλόστοργον, τῇ φιληκοΐᾳ ὑμῶν νικώμενος πρὸς τὸν τῆς διδασκαλίας διανίσταμαι πόθον, τῇ τῆς ἀγάπης ὑμῶν συγκροτήσει τερπόμενος· ὑμεῖς γὰρ τοὺς λέγοντας, ὡς πολυΐστορες μαθηταί, συνεχῶς συγκρο τεῖτε, ὑμεῖς τὸν κυβερνήτην ὡς ἐπιβάται ῥυθμίζετε, ὑμεῖς τὰ τῆς γλώττης πηδάλια προσευχαῖς διακρατεῖτε. Τίς τὸν ζῆλον ὑμῶν ἀπαγγεῖλαι ἐπαξίως δυνήσεται; Τίς τὸ καθ' Ἑλλήνων ὑμῶν ἐξηγήσεται μῖσος; Τίς τὸ καθ' αἱρετικῶν ὑμῶν ἀναπετάσει θράσος; Τίς τὸ πρὸς Ἰουδαίους ὑμῶν δυσμενὲς δυνήσεται ἀναγγεῖλαι; Βδελυκτοὶ γὰρ μετὰ τῶν ἄλλων ἀληθῶς Ἰουδαῖοι, οὐδὲν πεινῶντες καὶ διψῶντες ἀεὶ ἀλλ' ἢ φόνους ἀθῴους, οὐδενὶ χαίροντες ἢ τὸ λάκκοις, ἐρρίπτειν τοὺς

About this text

Hesychius of Jerusalem, Homilia ii de sancta Maria deipara (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Hesychius of Jerusalem’s Homilia ii de sancta Maria deipara — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.